Disputatio cum Manichaeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
ΜΑΝ. Ἀλλ' οὐ διαίρεσιν ἢ τομὴν γεγονέναι λέγω τῆς θείας οὐσίας, ἀλλὰ προβολὴν ὁμοούσιον τῷ προβαλλομένῳ, καὶ πρὸς τοῦτο διαμάχεσθαι χριστιανοὺς ὄντας ὑμᾶς οὐκ οἶμαι. Τὸν γὰρ υἱὸν τοῦ θεοῦ καὶ λόγον οὐ τμῆμα τῆς τοῦ πατρὸς οὐσίας φατέ, καὶ ὅμως ὁμοούσιος τῷ πατρὶ καὶ παρ' ὑμῖν ὁμολογεῖται καὶ εἰς τὸν κόσμον ἀπεστάλθαι ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων ὑπὸ τῆς ἁγίας γραφῆς κηρύττεται· οὕτως οὖν, τομῆς μὴ γενομένης, ὁ ἀγαθὸς θεὸς δύναμίν τινα θείαν προεβάλετο πρὸς τὸ ἐπισχεῖν τῆς ὕλης τὴν ἀταξίαν.