Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Syllogismi sanctoruum patrum
Joannis PresbyterPatr 10 · pg-scrape-grcMore by Joannis Presbyter
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-presbyter" aria-label="More works by Joannis Presbyter"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Φασί τινες, εἰ μεταποιεῖ τοὺς φαύλους ἡ κόλασις, ἀγαθὴν αὐτὴν εἶναι· εἰ δὲ ἡ κόλασις ἀγαθή, ἐναντία δὲ ταύτῃ ἡ ἐπαγγελία τῶν ἀγαθῶν, τὰ δὲ ἐναντία οὐ δύναται ἅμα ἀγαθὰ εἶναι, ἡ ἄρα ἐπαγγελία κακόν. Μὴ κακοῦ δὲ τῆς ἐπαγγελίας, ἀλλ' ἀγαθοῦ οὔσης, ἡ κόλασίς ἐστι κακόν. Εἰ δὲ κακὸν ἡ κόλασις, ἄρα οὐχ ὁ θεός, ἀλλ' ὁ Σατανᾶς αὐτὴν ἐπιφέρει· ἐπιφέρει δὲ τὴν κόλασιν οὐ τοῖς ἑαυτοῦ· εἰσὶ γὰρ ὡς αὐτὸς πονηροί, καὶ ἀνάγκη καὶ αὐτὸν ὄντα πονηρὸν ὑποπίπτειν τῇ κολάσει. Τῷ ἄρα ἀγαθῷ ἐποίσει αὐτήν· ἀλλ' ἀδύνατον τοῦτο· οὐκ ἄρα ὁ πονηρὸς αὐτὴν ἐπιφέρει, ἀλλ' ὁ θεός. Πρὸς οὓς ῥητέον· πᾶν τὸ ὑπὸ θεοῦ ἐπιφερόμενον χρησίμως ἐπιφέρεται, τυγχάνον ἀγαθὸν ἢ ἀγαθοῦ ποιητικὸν ἢ κωλυτικὸν κακοῦ· ὁ γὰρ θεὸς κωλύειν τὸ κακὸν βουλόμενος ἐπιφέρει τοῦτο· οὐκ ἂν δὲ ἐπεχείρει κωλύειν τὸ κακόν, εἰ μὴ δυνατὸν ἦν κωλύεσθαι τὸ κακόν· κωλυόμενον δὲ τοῦτο οὐ δύναται εἶναι φύσει καὶ ἀγένητον.

Intertext edge

Open linked passage

Note