Continuatio Scylitzae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-scylitzae" aria-label="More works by Joannis Scylitzae">
—
⋯
Original / primary: Pg Scrape Grc
121.1
ἡγεμόνι ἐνεχείρισαν. Οἳ δρᾶσαι μέν τι προεθυμοῦντο ἀπονοίᾳ νεωτερικῆς θρασύτητος στρατηγούμενοι, ἀπειροπόλεμοι δὲ ὄντες καὶ ἄφιπποι καὶ σχεδὸν ἄοπλοι καὶ γυμνοὶ καὶ μηδὲ τὸν ἡμερήσιον ἄρτον ἔχοντες, πολλὰ παθόντες ἀνήκεστα εἰς τὴν σφῶν δυσκλεῶς ἐπανέστρεψαν γῆν, τοῦ δουκὸς Βοτανειάτου μετὰ τῶν οἰκείων ὑπασπιστῶν καί τινων ξενικῶν δυνάμεων μετρίως αὐτοὺς ἀποσοβῆσαι ἰσχύσαντος. Παραλυθέντος δὲ τῆς ἀρχῆς ἐκείνου τὰ τῶν βαρβάρων ἐπὶ πλέον ἐθρασύνθη, σιτοδείας πιεζούσης τὰς πόλεις καὶ τῶν ἄλλων ἐπιτηδείων ἐνδείας. Ἀλλ' ἐπειδήπερ ἐξ ἀνάγκης βασιλέως ἐδεήθη τὰ πράγματα δυναμένου αὐτὰ ποσῶς καταστῆσαί τε καὶ ὁμαλίσαι ἐν οὕτως ἐναντίοις καιροῖς, ἐψηφίζετο μὲν ἀξιολογώτατος ὁ Βοτανειάτης καὶ ἄλλοι πολλοί, νικᾷ δὲ ὅμως ἡ θεία βουλή· διὸ καὶ ἀνάγεται ἐπὶ ταύτην ὁ βεστάρχης Ῥωμανὸς ὁ Κωνσταντίνου τοῦ Διογένους υἱός. Ὃν δὲ τρόπον ἀνήχθη, ἔνθεν ἐρῶ. Ἦν μὲν προβεβλημένος δοὺξ Σαρδικῆς ὁ Διογένης, πατρίκιος δὲ τυγχάνων ἐζήτησε τὸν βασιλέα Κωνσταντῖνον τὸν Δούκαν τιμηθῆναι βεστάρχης. Ὁ δὲ βασιλεὺς ὑπειπὼν αὐτῷ: δεικνύων ἔργα ἀπαίτει μισθούς, κενὸν αὐτὸν καὶ ἄπρακτον ἀπεπέμψατο μὴ προσσχὼν τῇ αἰτήσει αὐτοῦ. Ἐξελθὼν οὖν ὁ Διογένης καὶ τὴν Σαρδικὴν καταλαβών, περιτυχὼν Πατζινάκοις ἐξελθοῦσι καὶ λεηλατοῦσι τὴν χώραν τρόπαιον μέγιστον ἐστήσατο κατ' αὐτῶν, καὶ τῶν ἑαλωκότων ζῶντας μὲν πολλούς, κεφαλὰς δὲ τῶν ἀνῃρημένων τῷ βασιλεῖ πεπομφὼς ἐτιμήθη βεστάρχης, γράψαντος αὐτῷ τοῦ βασιλέως ὡς οὐκ ἐμὸν δῶρον, ὦ Διόγενες, τοῦτο ἀλλὰ τῆς οἰκείας ἀρετῆς καὶ ἀνδραγαθίας. Διατρίβων δὲ ἐκεῖσε ἠβουλήθη μὲν ἀντᾶραι τῷ βασιλεῖ, ἐπέσχε δὲ τὸ μελετώμενον δεδιὼς εἰς φῶς ἀγαγεῖν. Ὅμως, ἐπειδὴ ὁ βασιλεὺς ἀπῆν καὶ τὰ τῆς βασιλείας ἐχήρευον, κοινολογεῖταί τινι τῶν πιστικωτάτων τὸ πρᾶγμα καὶ δι' αὐτοῦ τοῖς παρακειμένοις ἔθνεσιν 122 ὁμιλήσας περὶ τοῦ αὐτοῦ πράγματος, φιλίως αὐτῷ διακειμένοις ἐξ ὅτου τῶν παρ' ἐκείνοις ἦρξε μερῶν καὶ τῆς αὐτοῦ γενναιότητος πεῖραν ἔχουσι δαψιλῆ. Καταμηνύεται παρά του Ἀρμενίου τὸ γένος, καὶ δὴ συλληφθεὶς δεσμώτης πρὸς τὴν βασιλίδα ἀπάγεται. Ἐλεγχθεὶς δὲ καὶ καταθέμενος καὶ διὰ τοῦτο κατακριθεὶς θάνατον ὡς ἐπίβουλος ὑπερορίζεται καὶ τῆς πόλεως ἐκβάλλεται, πᾶσιν ἀνίαν ἐνθέμενος ὅσοι τῆς αὐτοῦ γενναιότητος καὶ ἀνδρείας ἐν πείρᾳ καθίσταντο. Οἱ δ' ἀγνοοῦντες ἐκ τῶν εἰδότων ταύτην παραλαμβάνοντες ὑπῆρχον ἐξ ἀκοῆς ἐρασταί. Καὶ διὰ τοῦτο δι' εὐχῆς ἦν τοῖς ὅλοις ἀνώτερον τὸν ἄνδρα γενέσθαι κολαστηρίων καὶ χαρισθῆναι τῇ Ῥωμαίων τοῦτον ἀρχῇ. Ἐπεὶ δὲ ὁ σκοπὸς ζήλου θείου ἦν καὶ οὐ φιλαυτίας, περιαλγοῦντος τῆς τῶν χριστιανῶν πληθύος πασχούσης κακῶς καὶ κεραϊζομένης ὁσημέραι πρὸς τῶν Ἀγαρηνῶν, ἐνηργήθη λοιπὸν τοῖς εὐχομένοις τὰ τῆς εὐχῆς. Παραστάντος γὰρ αὖθις αὐτοῦ τῷ βασιλικῷ βήματι περιέσχεν ἔλεος ἄσχετος τὴν αὐγοῦσταν Εὐδοκίαν· ἦν γὰρ ὁ ἀνὴρ μετὰ τῶν ἄλλων καὶ θεαθῆναι ἀγαθός, ἐπιμήκης τε τὴν ἡλικίαν ὢν καὶ στέρνων καὶ νώτων ἐν καλῷ καθορώμενος, εὐόφθαλμός τε, εἴπερ τις ἄλλος, καὶ τοῦ πάθους αὐτόθεν παράκλησιν ἐκκαλούμενος, μήτ' ἀκριβὲς τὸ λευκὸν μήτε τὸ μέλαν ἀποσῴζων, ἀλλ' οἷον συγκεκραμένα κατ' ἴσον ἀμφότερα. Ὡς οὖν καὶ ἡ παρεστῶσα γερουσία συνέπαθεν, εὐθὺς ἐπηκολούθησεν ἡ συμπάθεια. Καὶ περισωθεὶς τοῦ κινδύνου παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν βασιλικῆς ἀξιώσεως ἔτυχε. Διὸ καὶ ἀπολυθεὶς παρὰ πάντων ἠσπάζετο. Ἐξιὼν οὖν εἰς τὴν Καππαδοκῶν, ἐξ ἧς καὶ τὴν γέννησιν ἔσχηκε, πάλιν μεταπεμφθεὶς εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε, κἀν τοῖς γενεθλίοις τοῦ σωτῆρος Χριστοῦ μάγιστρος τιμᾶται καὶ στρατηλάτης προβέβληται παρὰ τῆς βασιλίδος, προελθούσης βασιλικῶς μετὰ τῶν ἰδίων παίδων εἰς τὸν μέγιστον καὶ περίπυστον τῆς τοῦ Θεοῦ Σοφίας σηκόν. 123 Δεδοικυίας δὲ τῆς βασιλίδος τήν τε σύγκλητον καὶ τὸν πατριάρχην καὶ τοὺς ὑπογράψαντας καὶ ὀμόσαντας, καὶ διὰ ταῦτα μὴ τολμώσης ζευχθῆναί τινι τῶν ἐπιφανῶν καὶ βασιλέα ἀναγορεῦσαι αὐτόν, ἔγνω δεῖν ὑπὲρ γυναῖκα μὲν φρονῆσαι, πανουργίᾳ δὲ καὶ δόλῳ τὸν πατριάρχην ὑπελθεῖν καὶ οὕτως αὑτῇ τε τὸ ἐφετὸν καταπράξασθαι καὶ τὴν τῶν ἐθνῶν ποσῶς ἀναχαιτίσαι ὁρμήν. Κοινοῦται τοίνυν τὸ πρᾶγμά τινι τῶν ἐκ τῆς γυναικωνίτιδος ὡς ἐπιτηδείῳ πρὸς τοῦτο. Ὁ δὲ ὑπισχνεῖται παντὶ τρόπῳ συμπράξειν αὐτῇ πρὸς τὸ σπουδαζόμενον, ξυρὸς εἰς ἀκόνην, τὸ τοῦ λόγου, ὢν πρὸς τὰ τοιαῦτα. Ἀδελφὸς ἦν τῷ πατριάρχῃ Βάρδας ὄνομα, λαγνίστατός τε καὶ πρὸς ἡδονὰς ἐπτοημένος καὶ μηδὲν ἄλλο διὰ βίου ἔχων προτέρημα. Πρόσεισι γοῦν τῷ πατριάρχῃ ὁ τομίας, ἀπαγγέλλει αὐτῷ μυστικῶς τὰ τοῦ πράγματος, καὶ ὡς, εἰ θελήσειε, μᾶλλον δὲ συνεπινεύσειε μόνον μηδένα κίνδυνον ὑφορᾶσθαι ἐκ τῆς φρικτῆς ἐκείνης χειρογραφίας, ζευχθήσεται μὲν τῇ βασιλίδι ὁ τούτου αὐτάδελφος, παραυτίκα δὲ βασιλεὺς ἀναγορευθήσεται. Ὡς δ' ἔσχεν ὅλον τὸν πατριάρχην θύννον καταπιόντα τὸ δέλεαρ καὶ ἤδη μονονουχὶ τὴν συναρμογὴν ἐπισπεύδοντα, γίνεται γνώμης πυθέσθαι περὶ τούτου καὶ τὴν σύγκλητον. Ἕνα καθένα γοῦν πρὸς ἑαυτὸν ὁ πατριάρχης προσκαλούμενος τὸ ἀναγκαῖον τοῦ πράγματος κατεσκεύαζε, διασύρων τὸ ἔγγραφον ὡς ἔκνομόν τε καὶ ἄθεσμον καὶ διὰ ζηλοτυπίαν ἑνὸς ἀνδρὸς γεγονὸς καὶ μὴ πρὸς κοινὴν λυσιτέλειαν ἀφορῶν, ὅπερ ἔσται πάντως, εἰ ζευχθήσεται ἡ βασιλὶς ἀνδρὶ γενναίῳ τε καὶ θυμοειδεῖ· ἀναθηλήσουσι γὰρ τὰ Ῥωμαίων ἐσαῦθις, ἤδη μαρανθῆναι καὶ ἀποσβεσθῆναι ἐλπιζόμενα. Ὡς δ' ἔσχε πάντας συμψήφους, τοὺς μὲν πειθοῖ καὶ κολακείᾳ, τοὺς δὲ καὶ χρημάτων παροχαῖς καὶ μειλίγμασιν ἁδροτέροις, καὶ τῷ πραχθησομένῳ δέος οὐχ ὑπῆν, ἄγεται μὲν ὁ Διογένης νυκτὸς εἰς τὰ βασίλεια ἔνοπλος καὶ τῇ βασιλίδι 124 προσζεύγνυται· ἀναγορεύεται δὲ βασιλεὺς κατὰ τὴν πρώτην τοῦ Ἰανουαρίου μηνὸς τῆς ἕκτης ἐπινεμήσεως, ἔτει φο ʹ, λαθὼν πάντας τοὺς τῆς βασιλίδος υἱεῖς. Γίνεται παραυτίκα τάραχος παρὰ τῶν Βαράγγων πολὺς μὴ ἀνεχομένων εὐφημῆσαι αὐτὸν παρὰ τὰ κοινῇ δόξαντα. Ἐπιφανεὶς δὲ αὐτοῖς ὁ ταύτης υἱὸς Μιχαὴλ σὺν τοῖς ἀδελφοῖς γνώμῃ αὐτῶν ἀπαγγέλλουσι γενέσθαι τὸ γεγονός, καὶ αὐτίκα μετατραπέντες μεγάλαις καὶ διατόροις φωναῖς αὐτὸν καὶ αὐτοὶ ἀνηγόρευσαν. Ὡς δ' οὖν ἐφάνη ἐκ τούτου, ὡς οὐ μάτην ἠλπίκασιν ἐπ' αὐτῷ οἱ πολλοί. Ἐκράτησε δὲ ἡ βασιλὶς σὺν τοῖς υἱέσι μῆνας ἑπτὰ καὶ μικρόν τι πρός. Ῥωμανὸς δὲ ὁ Διογένης οὕτω τῶν σκήπτρων ἐπιτυχών, οὐκ ἔλαττον τῶν ἐν ποσὶ πραγμάτων, τῆς στρατιωτικῆς εὐταξίας ἐφρόντισε καὶ συστάσεως, κἂν ὅ τι μάλιστα συνέδρους εἶχε τοὺς προγονούς, ἐφέδρους δὲ μᾶλλον εἰπεῖν ἀληθέστερον, καὶ τὸν τοῦ προβεβασιλευκότος ἀδελφὸν Ἰωάννην τὸν καίσαρα, οἳ καὶ ἐμποδὼν αὐτῷ ἀπ' ἀρχῆς ἄχρι τέλους κατέστησαν καὶ τὰ ῥωμαϊκὰ κακῶς διέθεσαν πράγματα, καὶ εἰς ὃ νῦν ὁρᾶται ἔχοντα. Ἤρξατο γὰρ τούς τε ἀξιολογωτέρους δεξιοῦσθαι καὶ τοῖς ἐχέφροσι καὶ πεπειραμένοις ὁμιλεῖν τῶν στρατιωτῶν καὶ πολεμικῶν ἔργων ἀντέχεσθαι πρεσβευτάς τε ἑτοιμάζειν καὶ πανταχόθεν τοῖς ἐναντίοις ἀποτειχίζειν τὴν πάροδον. Διὰ ταῦτά τοι καὶ μετὰ δύο μηνῶν παρολκὴν ἡ τῆς ἑῴας αὐτὸν δέχεται Προποντίς, καὶ ὁ ζῆλος τῆς ἐκδικίας ἐνίκησε τὴν ἐν τῇ βασιλίδι τρυφήν τε καὶ θυμηδίαν. Ὃ καὶ πάντας κατέπληξεν, ἡ ταχεῖα δηλαδὴ ἑτοιμασία καὶ διάταξις καὶ παρασκευὴ πρὸς ἀνάγκης αὐτῷ γενομένη πολλῆς. Τὰ μὲν οὖν κατὰ τὴν Ἀντιόχειαν καὶ Κιλικίαν ταῖς προειρημέναις ἐκδρομαῖς ἀπειρηκότα ἐν ἐσχάτοις ἦσαν κινδύνοις. Ἐν δὲ τοῖς βορειοτέροις αὐτὸς ὁ σουλτάνος πανστρατιᾷ ἐξελήλυθε δυνάμεις ἄγων ἀνυποίστους