Continuatio Scylitzae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-scylitzae" aria-label="More works by Joannis Scylitzae">
—
⋯
Original / primary: Pg Scrape Grc
125.1
καὶ βαρείας καὶ τοῖς ὁρίοις τῶν Ῥωμαίων τῷ καιρῷ τοῦ φθινοπώρου προσήνωτο, βουλόμενος παραχειμάσαι ἐκεῖσε καὶ ἀρχομένου τοῦ ἔαρος προσεχῶς προσβαλεῖν καὶ ἄρδην ἀνατρέψαι τὴν Ῥωμαίων καὶ καθελεῖν. Ὁ δὲ βασιλεὺς στρατὸν ἐπαγόμενος οὐχ οἷον εἰκὸς ἦν τὸν βασιλέα Ῥωμαίων, ἀλλ' οἷον παρεῖχεν ὁ καιρὸς ἔκ τε Μακεδόνων καὶ Βουλγάρων καὶ Καππαδοκῶν καὶ Οὔζων καὶ τῶν ἄλλως παρατυχόντων ἐθνικῶν, πρὸς δὲ καὶ Φράγκων καὶ Βαράγγων, τῆς ὁδοῦ σπουδαίως ἐφήψατο. Συνήχθησαν δὲ οἱ πάντες κελεύσματι βασιλικῷ ἐν τῇ Φρυγίᾳ, ἤτοι τῷ θέματι τῶν Ἀνατολικῶν. Ἔνθα καὶ ἦν ἰδεῖν τι παράδοξον, τοὺς διαβοήτους προμάχους τῶν Ῥωμαίων, τῶν πᾶσαν τὴν ἑσπέραν καὶ τὴν ἀνατολὴν καταδουλωσαμένων, καὶ τὴν αὐτῶν στρατιὰν ἐξ ὀλίγων συγκειμένην ἀνδρῶν καὶ τούτων συγκεκυφότων τῇ πενίᾳ καὶ κακουχίᾳ καὶ πανοπλίας ἐστερημένων, ἀντὶ μαχαιρῶν καὶ ἄλλων ὀργάνων πολεμικῶν, τὸ τῆς Γραφῆς ἐρεῖν, ζιβύνας καὶ δρέπανα οὐκ ἐν καιρῷ εἰρήνης ἐπαγομένους, ἵππου τε πολεμικῆς καὶ τῆς ἄλλης παρασκευῆς ἐνδεῶς ἔχοντας, ἅτε μὴ στρατευσαμένου βασιλέως ἐκ πολλοῦ, καὶ διὰ τοῦτο ὡς ἀχρήστων καὶ ἀσυντελῶν καὶ τὸν ὀψωνιασμὸν αὐτῶν παρεικότος καὶ τὸ ἀνέκαθεν σιτηρέσιον. Δειλοὶ γὰρ καὶ ἀνάλκιδες καὶ πρὸς οὐδὲν γενναῖον χρησιμεύοντες κατεφαίνοντο, ὡς καὶ αὐτὰς τὰς σημαίας τοῦτο σιωπηρῶς ἀποφθέγγεσθαι πιναρὰς ὁρωμένας ὥσπερ ἀπὸ λιγνύος ἐζοφωμένας καπνοῦ, καὶ ὀπαδοὺς ἐχούσας εὐαριθμήτους καὶ πενιχρούς. Ταῦτα τοῖς παροῦσιν ὁρώμενα πολλὴν ἀθυμίαν προσῆγον καὶ ἐνεποίουν, ἀναλογιζομένοις ἐξ οἵων ποῖ κατηντήκασι τὰ Ῥωμαίων στρατόπεδα καὶ αὖθις τίνα τρόπον κἀκ ποίων χρημάτων καὶ διὰ πόσου τοῦ χρόνου εἰς τὸ ἀρχαῖον ἐπανελεύσονται, τῶν μὲν γηραιοτέρων καὶ πεπειραμένων ἀφίππων ὄντων καὶ ψιλῶν, τῆς δὲ νεαλοῦς στρατιᾶς ἀπειροπολέμου καθεστηκυίας καὶ τῶν πολεμικῶν οὐκ ἐθάδος ἀγώνων, καὶ αὖθις τὸ τῶν ἀντιτεταγμένων φιλοκινδυνότατον 126 καὶ ἐν πολέμοις ἐπίμονον καὶ ἔμπειρον καὶ ἐπιτήδειον. Πάντοθεν οὖν ὁ βασιλεὺς ἐξαπορούμενος καὶ μὴ βουλόμενος ἡσυχίαν ἄγειν διὰ τὴν κοινὴν λυσιτέλειαν ἔκρινεν, ὡς ἐνῆν, τοῖς ἐχθροῖς ἀντιπαρατάξασθαι καὶ τῆς πολλῆς αὐτοὺς ποσῶς ἀναχαιτίσαι καὶ ἀναστεῖλαι ὁρμῆς. Τοὺς γὰρ ἐναντίους, ἀγνοοῦντας τὰ οἴκοι τὸν βασιλέα πιέζοντά τε καὶ θλίβοντα, ἡ ἀθρόα τούτου ὁρμή τε καὶ ἔφοδος μᾶλλον ἐξέπληξεν, οἰηθέντας, ὥσπερ ὕστερον μεμαθήκαμεν, ὅτι κινδύνων οὗτος ὁ ἄνθρωπος οὐδένα λόγον πεποίηται, ἀλλ' Ἄρεως ὢν φοιτητὴς καινοποιήσει καὶ ἀνηβήσει τὰ Ῥωμαίων πράγματα καὶ ἀντισηκώσει τοῖς ἐχθροῖς τὰ ἐπίχειρα. ταῦτά τοι ὁ μὲν σουλτάνος ὀπισθόρμητος γέγονε, μοῖραν δέ τινα μεγάλην ἀποτεμόμενος καὶ ταύτην διχῇ διελών, τὴν μὲν εἰς τὴν Ἀσίαν τὴν ἄνω νοτιωτέραν ἐκπέμπει, τὴν δὲ βορειοτέραν παραγγέλλει γενέσθαι. Ὁ δὲ βασιλεύς, ὡς ἐνῆν, τοὺς σὺν αὐτῷ ἐπιρρώσας ὅλῃ χειρὶ καὶ ἀξιώμασι καὶ δώροις ἀναθαρρῆσαι πεποιηκώς, καὶ λοχαγοὺς καὶ ταξιάρχας ἀρίστους ἑκάστῳ τάγματι ἐπιμελῶς προστησάμενος ἐν ὀλίγῳ χρόνῳ στρατιὰν ἀξιόλογον κατεστήσατο καὶ μετ' αὐτῆς ἐπὶ Πέρσας προθυμότερον ἤλαυνεν. Ὡς δὲ τὸ βορειότερον στρατόπεδον τῶν Περσῶν ἐκδρομήν τινα πρότερον φαντάσαν δόξαν ὑποχωρήσεως ἐκ τῆς τοῦ βασιλέως προόδου παρέσχετο, ἔγνω λοιπὸν ὁ Διογένης τοῖς νοτίοις ἐπεισπεσεῖν, οἳ τὰ περὶ Κοίλην Συρίαν καὶ Κιλικίαν καὶ αὐτὴν Ἀντιόχειαν καταληίζοντες ἦσαν. Καὶ καταλιπὼν τὸ εὐθὺ Κολωνείας καὶ Σεβαστείας φέρεσθαι τῷ τοῦ Λυκανδοῦ ἐπεχωρίασε θέματι κατὰ τὸν καιρὸν τοῦ θέρους· ἐν γὰρ τῷ φθινοπώρῳ τοῖς συριακοῖς παραβαλεῖν ἐμελέτα μέρεσιν, ὡς ἂν μὴ τῷ καύσωνι κακουχηθὲν τὸ στρατόπεδον δυσπραγήσῃ καὶ διαλωβηθῇ. Ἐν τοσούτῳ δὲ οἱ Τοῦρκοι τὴν Νεοκαισάρειαν ἐξ ἀπροόπτου ἐπελθόντες καταστρέφουσι καὶ πολλῶν χρημάτων καὶ σωμάτων ἐγένοντο κύριοι, βάρος ἐπαγόμενοι λαφυραγωγίας 127 οὐκ ἐλάχιστον. Ὃ καὶ εἰς ὦτα τοῦ βασιλέως πεσὸν πολλὴν αὐτῷ τὴν ἀνίαν ἐνέσταξεν, ὅτι, καίτοι ἐκστρατευσαμένου, οὐδὲν ἧττον οἱ πολέμιοι τὴν χώραν αὐτοῦ ἐνώπιον αὐτοῦ κατεσθίουσιν. Ἀμέλει τοι καὶ τὰς δυνάμεις ἀνειλφὼς δι' ἀτραπῶν δυσβάτων ἀπὸ ῥυτῆρος κατόπιν ἤλαυνε. Πλησιάσας δὲ τῇ Σεβαστείᾳ τὴν μὲν στρατιωτικὴν ἀποσκευὴν καὶ τὸ πεζὸν ἅπαν αὐτοῦ που ἀφίησι μετὰ τοῦ ἰδίου προγονοῦ Ἀνδρονίκου συνόντος αὐτῷ, ὃν αὐτὸς βασιλέα χειροτονήσας ὡς ἐνέχυρον εἶχεν ἢ συστράτηγον, εἴ πῃ πολλάκις παρήκων ἐκ τοῦ αἰφνιδίου πολυτρόπως τῷ χρεὼν λειτουργήσειεν. Αὐτὸς δὲ μετὰ τῶν εὐζωνοτέρων ὄπισθεν ἐδίωκε τῶν ἐχθρῶν διὰ πολλῶν ὑψηλοτάτων βουνῶν τῆς Τεφρικῆς καὶ τῆς Ἀργαοῦ καὶ τοῖς ἐχθροῖς ἐπιτεθῆναι ἐκ τοῦ ἐγκαρσίου ἠπείγετο. Ὅθεν καὶ ἀδόκητος αὐτοῖς ἐπεισπεσὼν καὶ τῇ φήμῃ τῆς αὑτοῦ παρουσίας πάντας ἐκδειματώσας αὐτίκα νῶτα δεδωκέναι ποιεῖ καὶ πρὸς φυγὴν ὁρμῆσαι. Φόνος μὲν οὖν αὐτῶν οὐκ ἐγένετο πολὺς προκατειργασμένων τῶν τοῦ βασιλέως ταῖς ἀνοδίαις, ζωγρίαι δὲ πολλοὶ ἑάλωσαν· τῆς δὲ ἰδίας ζωῆς οὐκ ἀπώναντο μαχαίρας ἔργον γενόμενοι. Ἡ λεία μέντοι πᾶσα ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐλευθερωθεῖσα τὸν βασιλέα καὶ γλώσσῃ καὶ θαύματι ἐπευφήμησαν· θαυμαστὸν γὰρ καὶ αὐτοῖς τοῖς ἐναντίοις τὸ πραχθὲν ἐλογίζετο, πῶς ὁ βασιλεὺς Ῥωμαίων ἀκρατῶς κατ' αὐτῶν ἤλασε τρόπον εὐζώνου καὶ μονοζώνου στρατιώτου. Τρισὶ δὲ μόναις ἡμέραις ἐν Σεβαστείᾳ διαναπαύσας τὸ στράτευμα τῆς πρὸς Συρίαν ἀγούσης ἥψατο καὶ διὰ τῶν τῆς Κουκουσοῦ αὐλώνων εἰς Γερμανίκειαν καταστὰς εἰς τὸ θέμα τὸ καλούμενον Τελοὺχ εἰσβάλλει, πρότερον ἀποτεμόμενος φάλαγγα οὐκ ὀλίγην μετὰ συνταγματάρχου καὶ εἰς Μελιτηνὴν ἐκπέμψας ἐπὶ φυλακῇ τε τῆς ἑῴας 128 καὶ ἀντιπτώσει τῶν ἐκεῖσε προσεδρευόντων ἐχθρῶν, ὧν ἦρχεν ἀνὴρ πανοῦργος καὶ μάχιμος ὀνόματι Ἀψινάλιος· διὰ τοῦτο γὰρ καὶ ὁ βασιλεὺς τοὺς κρείττονας τοῦ οἰκείου στρατοῦ τουτωὶ παραδέδωκε καὶ Φράγκους αὐτούς, ἄνδρας αἱμοχαρεῖς καὶ πολεμικούς. Μὴ χρησαμένου δὲ τοῦ προάγοντος φιλοτίμως τοῖς πράγμασι δέει τῆς ἀποτυχίας ἦν γὰρ διαφέρων φρονήσει καὶ εὐλαβῶς ἔχων περὶ τοῦ μέλλοντος διπλοῦς μικροῦ ὁ πόλεμος τῷ βασιλεῖ ἐπεγένετο στερισκομένῳ τοιαύτης δυνάμεως. Πολλάκις γὰρ προσκαλουμένων τῶν ἐχθρῶν ἐξιέναι τοῦ τῶν Μελιτηνῶν ἄστεως, ὡς εἶδον μηδ' ἐπαισθανομένους αὐτῶν, ἀλλ' ἠρεμοῦντας καὶ οἷον ὑπνώττοντας, διὰ τόπων ἀδήλων βαδίσαντες ἀσυμφανῶς τοῦ βασιλικοῦ κατατολμῶσι στρατεύματος. Ἐντυχόντες δὲ μοίρᾳ τινὶ ἐλαχίστῃ, δι' ἀγορὰν σιτίων ἐξιούσῃ, ὥρμησαν κατ' αὐτῆς. Ἐκεῖνοι δὲ μὴ ὑποστάντες ἔφυγον ἀμεταστρεπτί. Καὶ τάχα ἂν ἀπώλετο μέρος στρατιωτῶν οὐκ ἐλάχιστον οὐδ' εὐκαταφρόνητον, εἰ μὴ ταχὺς αὐτοῖς ὁ βασιλεὺς ἐπιφανεὶς ἐπεβοήθησε καὶ τῆς αὐτῶν ἐφόδου ἐξείλετο. Εἴ τις τοίνυν τοῖς στρατηγοῖς ἐπιγράφει ὡς ἐπίπαν τὰ τῶν ἐκβάσεων, εἴτ' ἐπὶ τὸ κρεῖττον εἴτ' ἐπὶ τὸ χεῖρον συνάγοιντο, οὐ διαμαρτάνει πάντῃ τοῦ ὀρθοῦ καὶ τῆς ἀληθοῦς διαγνώσεως· καὶ καλῶς τοῖς παλαιοῖς ἐγνωμολόγηται βέλτιον λέοντα ἄρχειν ἐλάφων ἤπερ λεόντων ἔλαφον. Ἀλλ' ὁ μὲν βασιλεὺς οὕτω διασωθεὶς καὶ διασώσας τὸ στρατόπεδον πρὸ τῆς τοῦ Χάλεπ χώρας πανστρατιᾷ κατεσκήνωσε. Πρὸ τοῦ καταβῆναι δὲ τοῦ ἵππου τούς τε Σκύθας καὶ τῶν Ῥωμαίων οὐκ ὀλίγους εἰς προνομὴν τῆς χώρας ἀφίησιν. Ὃ δὴ καὶ γέγονε· καὶ ἤχθη πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν καὶ ζῴων πολλῶν. Ἐκεῖθεν δὲ διὰ τῆς πολεμίας ἰὼν τριταῖος ἀφικνεῖται εἰς τὴν Ἱεράπολιν. Δόκησιν δὲ παρασχὸν τὸ ἐκεῖσε στρατιωτικὸν ἐπιθέσεως εἰς χεῖρας ἐλθεῖν Ῥωμαίοις 129 οὐκ ἐθάρρησεν, ἀκροβολισμοῖς δέ τισι καὶ προπηδήσεσι τὸν πόλεμον ἀφωσιώσαντο, οἵ τε Ἄραβες δηλαδὴ καὶ οἱ Τοῦρκοι καὶ ὁ τούτων ἔξαρχος Ἀμερτικῆς, εἰς γένος βασιλικὸν ἐν τῇ Περσίδι ἀναφερόμενος. Κατασχὼν μὲν τὴν Ἱεράπολιν χώμασι καὶ τειχομαχίαις καὶ στρατιωτικαῖς ἐπεξελεύσεσι, τὸ ἐπείσακτον δὲ τῶν στρατιωτικῶν δυνάμεων ἐπὶ συμφώνοις γυμνοὺς καὶ ἀόπλους ἀφείς, μεσάζοντος ἐν πᾶσι τοῦ μαγίστρου Πέτρου τοῦ Λιβελλισίου, ἀνδρὸς τήν τε τῶν Ἀσσυρίων καὶ τὴν τῶν Ἑλλήνων παιδείαν ἄκρως ἐξησκημένου, θρέμματος καὶ γεννήματος ὄντος τῆς Ἀντιοχέων πόλεως καὶ τῶν τὰ πρῶτα ἐν αὐτῇ διενεγκόντων ἑνὸς. Ὁ δὲ ἀμηρᾶς τοῦ Χάλεπ, ἤτοι τῆς Βερροίας, συνάψας τοῖς τε Ἄραψι καὶ τοῖς Τούρκοις καὶ δύναμιν ἁδρὰν συστησάμενος εἰς χεῖρας ἐλθεῖν τῷ βασιλεῖ καὶ μαχέσασθαι διεσκέπτετο. Τοῦ δὲ βασιλέως ἔνδον ὄντος τῆς ἑαλωκυίας πόλεως πυργομαχοῦντός τε ἔτι ἐν μέρει κατὰ τὸ ὑπόλοιπον λείψανον τῆς πυργοκρατείας παρατάξεις δύο, διατειχίζουσαι τοὺς ἐναντίους, εἰς φυλακὴν κατετάχθησαν. Εἰσὶ δὲ περὶ τὴν Ἱεράπολιν πεδία μέγιστα, ἐν οἷς τινες τῶν Σαρακηνῶν διεφάνησαν ἱππαζόμενοι, καὶ πλὴν γηλόφων οὐδέν ἐστι τὸ ὑπερανεστηκὸς εἰς ὄρος μέγα, καυσώδης δὲ ὁ τόπος καὶ τὸ ὕδωρ χλιαρόν, μεταλαμβάνον τῆς τοῦ ἀέρος φλεγμονῆς τε καὶ καύσεως. Οἱ δὲ πολέμιοι κατὰ μικρὸν ταῖς ἱσταμέναις πλησιάζοντες παρατάξεσιν αὖθις ἀνθυπέστρεφον ἀπῆν γὰρ ἔτι ὁ ἀμηρᾶς Μαχμούτιος– ἀκροβολισμοὺς δὲ ποιησάμενοι παρελάσαι μέν τινας τῶν Ῥωμαίων κατηνάγκασαν καὶ δὶς τοῦτο καὶ τρὶς πεποιήκασιν. Ἐν ἑτέρᾳ δὲ συμβολῇ οὐκέτι τοὺς Ῥωμαίους μικρὸν ἐπεδίωξαν καὶ ἔστησαν, ἀλλὰ παρελάσαντες αὐτοὺς τῷ τάγματι τῶν στρατηλατῶν εἰς χεῖρας συνερράγησαν, καὶ παρελθόντες τὸ τῶν σχολῶν τάγμα πολλοὺς μὲν ἀνεῖλον, τοὺς δὲ λοιποὺς φυγεῖν αἰσχρῶς κατηνάγκασαν, ἐν δεξιᾷ καταλιπόντες τὸ τῶν σχολῶν σύνταγμα. Ὅπερ τὴν τῶν 130 Ῥωμαίων ἧτταν ὁρῶν οὐδόλως μετεκινήθη τῆς στάσεως, ἀλλ' ὡς μηδενὸς καινοῦ γεγονότος ἀτρεμοῦν ἵστατο, ὡσανεὶ ἐδεδοίκει μὴ φωραθείη ἐκεῖσε ἱστάμενον, καὶ παντὶ τρόπῳ λαθεῖν μηχανώμενον. Ὑποστρέψαντες δὲ οἱ πολέμιοι ταχὺ καὶ τοῦτο κατηγωνίσαντο, ἀνῃρηκότες μὲν πολλούς, τοὺς δὲ λοιποὺς εἰς τὴν παρεμβολὴν κατακλείσαντες καὶ τὰ σημεῖα τούτων στρατηγικῶς ἀφελόμενοι. Πολλοὺς δὲ καὶ τῶν στρατιωτῶν τραχηλοκοπήσαντες εἰς ἔνδειγμα τοῖς Χαλεπίταις ἀπέστειλαν. Θαυμάζειν δὲ ἄξιον ἦν, ὅτι τοσαύτης καταφορᾶς καὶ ἥττης γενομένης ῥωμαϊκῆς οὐδεὶς τῶν λοιπῶν λόχων τε καὶ λοχαγῶν εἰς ἄμυναν διηρέθιστο, ἀλλὰ πάντες ἔνδον καθήμενοι, ὡς διὰ φιλίας γῆς ἐνσκηνούμενοι, ἰδιοπραγεῖν ἐσπούδαζον, καὶ κίνησις ψυχῆς καὶ προθυμία καὶ ἀγωνία τούτοις τὸ παράπαν οὐδεμία ἦν. Ἀλλ' ὁ βασιλεὺς ἔνδον ὢν τῆς πόλεως, τοῦτο πυθόμενος ἠνιάθη μὲν οὐ μετρίως, ἐπανελθὼν δὲ συντόμως μετὰ τῶν συνόντων Καππαδοκῶν ἴασιν εὑρεῖν τῷ πταίσματι ἐμηχανᾶτο. Ἡ γὰρ νὺξ ἐκείνη πάντας εἶχεν ἐν ἐλπίσιν οὐκ ἀγαθαῖς, καθότι καὶ τὸ ἐξ Ἀρμενίων πεζόν, περὶ τὴν τάφρον διανυκτερεύειν ἐπιταχθέν, ἀποστασίαν ἐμελέτησεν. Οὔπω δ' ἡμέρα προῄει καὶ οἱ πολέμιοι τὸν χάρακα περιέζωσαν. Τὸ γὰρ συμβὰν ὁ τοῦ Χάλεπ ἄρχων ἀναμαθὼν μεθ' ὅλης ἧκε τῆς ἑαυτοῦ δυνάμεως ὡς αὐτοβοεὶ αἱρήσων τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς ἔνδον τῆς σκηνῆς διαγράφων τὸν πόλεμον περὶ τρίτην ὥραν ἀθρόον ἐξελήλυθεν ἔφιππος. Εἰκοστὴν ἤνυε τηνικαῦτα ὁ Νοέμβριος μὴν τῆς ζʹ ἰνδικτιῶνος. Βοῆς βυκίνων ἢ σαλπίγγων ἢ ἄλλου τινὸς σημείου μὴ δοθέντος τρανῶς, τῶν δὲ σημαιῶν τοῦ στρατοῦ ἐξαρθεισῶν καὶ τῆς στρατιᾶς ἐξιούσης συντεταγμένης ἤρξαντο οἱ πολέμιοι περὶ μέρος ἓν ἀθροίζεσθαι, οὗ τοὺς Ῥωμαίους εἶδον ἐπελαύνοντας, καὶ ὁ ἀγὼν ὅσος καὶ ἡ τοῦ μέλλοντος ἔκβασις οἵα ταῖς ψυχαῖς ἐναπέστακτο. Τῶν δὲ κατὰ μέτωπον τὸ ἐνυάλιον ἀλαλαξάντων πολλοὺς 131 τῶν ἐναντίων οἱ Ῥωμαῖοι κατηγωνίσαντο καὶ διεχειρίσαντο. Ἐξορμήσαντος δὲ καὶ τοῦ λοιποῦ πλήθους φυγὴ τούτων ἀνυπόστατος γίνεται. Οἱ δὲ κατόπιν τούτων ἐλαύνοντες πολλοὺς μὲν ἀνεῖλον, οὐκ ὀλίγους δὲ ζωγρήσαντες ἔλαβον. Τῆς δὲ διώξεως μὴ γενομένης μέχρι πολλοῦ μεγάλης εὐκληρίας οἱ Ῥωμαῖοι διήμαρτον καὶ νίκης καλλίστης ἐξεστερήθησαν καὶ αὐχήματος μεγίστου ἐξηστόχησαν. Τῶν γὰρ ἀραβικῶν ἵππων ταχυδρομούντων μέν, μὴ εὐψυχούντων δὲ μηδ' ἐγκαρτερούντων τῷ δρόμῳ οὐκ ἠθέλησαν οἱ Ῥωμαῖοι τὴν ἐκείνων ἀτονίαν οἰκείαν εὐτονίαν ποιήσασθαι. Ἐπιστρέψαντες δὲ τοὺς ῥυτῆρας ἐξ ἐπιτάγματος βασιλικοῦ ἀμβλεῖαν ἑαυτοῖς τὴν νίκην ἀπειργάσαντο, κορεσθέντες μόνῃ τῇ τῶν ἐναντίων ἀποτροπῇ, μεγάλην εὐτυχίαν καὶ τοῦτο τοῦ βασιλέως λογιζομένου, ὅτι τέως οἱ ἀνάλκιδες ἀνερρώσθησαν καὶ οἱ νεκροί, ὡς εἰπεῖν, ἐζωώθησαν. Ὁ δὲ βασιλεὺς ἐπανελθὼν εἰς τὸν χάρακα μετὰ τὴν τῶν ἐχθρῶν ἀποσόβησιν ἔγνω τὴν ἀκρόπολιν τῆς Ἱεραπόλεως ἐνοικίσαι. Καταστήσας οὖν τὸν Φαρασμάνην ἐκεῖνον βέστην τὸν Ἀποκάπην, ἐξ Ἰβήρων τὸ γένος ἕλκοντα, χώραν δέδωκε τοῖς ἐναντίοις ἀνακαλέσασθαί τε τὴν ἧτταν καὶ ἀντίπαλα φέρεσθαι. Καὶ ἕως μὲν ἐστρατοπεδευμένος ὁ τῶν Ῥωμαίων στρατὸς διεδείκνυτο, κατὰ χώραν ἐδόκουν μένειν οἱ Ἄραβες· ὡς δ' ἀναστήσας τὴν στρατιὰν εὐθὺ τοῦ φρουρίου τοῦ Ἀζᾶς ἤλαυνεν, ἤρξαντο σποράδες ἐκ διαστήματος κατὰ τὸ εἰθισμένον αὐτοῖς ἐπιφαίνεσθαι, καὶ περὶ τὴν οὐραγίαν πολλάκις ἐπιτιθέμενοι τοὺς τὰ σιτία μετακομίζοντας κακοῦντες ἐλύπουν τοὺς Ῥωμαίους, ὡς ἂν ἐξ ἐπιδρομῆς καὶ λόχου τὰς ἐπιθέσεις ἐν τῷ λεληθότι ποιούμενοι. Καταφραξάμενος δὲ ἑκηβόλοις καὶ πελτασταῖς ὁ βασιλεὺς τὸ στρατόπεδον τεθωρακισμένος τῷ φρουρίῳ 132 προσβάλλει Ἀζᾶς μεθ' ὅλης τῆς στρατιᾶς, εἰς ὑποδοχὴν στρατοῦ μαθὼν εἶναι τὸν τόπον ἐπιτήδειον. Ὡς δὲ προσεγγίσας αὐτῷ ἐρυμνότατον εἶδε καὶ ὀχυρώτατον, ἐπ' ἀκρωρείας λόφου ἱστάμενον, τείχεσι διπλοῖς περιεζωσμένον καὶ πέτραις ὥσπερ γεγομφωμένον καὶ λιθίνην τὴν ἄνοδον πρὸς τὴν πύλην ἀποφερόμενον, μικρόν τε ὕδωρ ἀπορρέον καὶ μὴ ἐξαρκοῦν πρὸς ὑποδοχὴν τοσούτου στρατοῦ, ἀναζεύξας εἰς τόπον ἐπήξατο τὴν παρεμβολὴν ἔνθα τὸ ὕδωρ ἀφθονώτερον ἔρρεεν. Ἀναστὰς δὲ ἐκεῖθεν ὥρμησε πρὸς τὰ τῆς Αὐσονίτιδος ὅρια καὶ πυρπολήσας χωρίον μέγιστον, Κάτμα λεγόμενον, τῷ ἀμηρᾷ τοῦ Χάλεπ ἀφωρισμένον ἐκ παλαιοῦ, εἰς ἕτερον χωρίον κατέλυσε, Τερχολὰ κατονομαζόμενον. Κοπτομένου δὲ τοῦ χάρακος καὶ τοῦ βασιλέως ἱσταμένου κατὰ τὸ δεξιὸν μέρος, Ἄραβες δύο λαθόντες κατόπιν τῆς ἀκρωρείας καὶ τοὺς ἵππους ἀπὸ ῥυτήρων ἐλάσαντες δύο τῶν πεζῶν ταῖς λόγχαις ἀναιροῦσιν. Ὁ βασιλεὺς δὲ τούτους θεασάμενος πρῶτος διανέστησε τοὺς στρατιώτας εἰς δίωξιν. Οἱ δὲ φθάσαντες ἐξαισίῳ δρόμῳ τῶν ἵππων εἰς τὸ οἰκεῖον στρατόπεδον διεσώθησαν. Ἐκεῖθεν δὲ ἀναστάντες εὐθὺ τοῦ Ἀρτὰχ ἐβάδισαν, κατεῖχον δὲ τοῦτο Σαρακηνοὶ τὸν αὐτῶν στρατηγὸν ἐξελάσαντες. Πλὴν ἀλλὰ καὶ πάλιν φεύγουσιν οἱ τοῦτο φυλάσσοντες καὶ τῷ βασιλεῖ τὸ οἰκεῖον ἀνασῴζεται πόλισμα. Φρουρὰν δ' ἐν αὐτῷ βαλὼν καὶ σιτήσεις ἀποχρώσας ἐναποθέμενος, πάντα τὰ τῷ καιρῷ πρόσφορα διετάξατο. Ἐπ' αὐτοῦ τοίνυν τοῦ βασιλέως ἤρξαντο Ῥωμαῖοι πολεμίοις ἀντοφθαλμίζειν καὶ πρὸς γενναιότητος ἀναφέρειν λόγον καὶ συνίστασθαι πρὸς ἀντίθεσιν, ἐπεὶ τά γε κατὰ τοὺς προσεχῶς βασιλεύσαντας, πλὴν ἐπιδείξεως μόνης καὶ πλήθους συναγωγῆς, ἐν οὐδενὶ καρτερῶς πρὸς μάχην συνέρραξαν, ὡς εἶναι δῆλον ὅτι τοῦ ἡγεμόνος ἐστὶν ὡς ἐπίπαν τὸ κατορθούμενον ἐν πᾶσι τοῖς 133 πράγμασι. Κἀκεῖθεν μὴ δυνηθεὶς ὁ βασιλεὺς εἰς Ἀντιόχειαν ἀπελθεῖνπροκατείργαστο γὰρ λιμῷ τε καὶ κακώσει πολλῇ ὑπερβὰς αὐλῶνας καὶ κλεισούρας τινὰς ἀδιεξοδεύτους εἰς πόλιν τῆς Κιλικίας λεγομένην Ἀλέξανδρον καταντᾷ κἀκεῖσε τὸν χάρακα πήγνυσι· καὶ τὸν Ταῦρον τὸ ὄρος ὑπερβὰς πανστρατιᾷ εἰσβάλλει τῇ Ῥωμαίων. Ἐντυχόντες δ' ἀθρόον τόποις ψυχροῖς ἐξ ἄγαν ἀλεεινῶν καὶ θερμῶν πολλῆς μεταβολῆς ᾔσθοντο· διὸ καὶ ἄνθρωποι πολλοὶ ἀπέθανον καὶ ζῷα πολλὰ ἐναπέψυξαν. Ἐξιόντος δὲ τοῦ βασιλέως εἴς τι χωρίον τῆς τοῦ Ποδανδοῦ κλεισούρας, Γυτάριον κατονομαζόμενον, ἤκουσεν ὁ βασιλεὺς τὴν τοῦ Ἀμορίου λαφυραγωγίαν καὶ φόνον ἀνδρῶν ἀμύθητον. Κατεσκηνωκυίας δὲ τῆς παρεμβολῆς ἐν τῷ τοῦ Χαλκέως σταθμῷ ὁ ἐν Μελιτηνῇ κρατῶν τοῦ στρατοῦ οὐδόλως αὐτῷ προσβαλεῖν ἠθέλησεν, ἔχων καὶ ταῦτα τὴν στρατιὰν ἐν τῷ τοῦ Τζαμανδοῦ συνηθροισμένην πολίσματι. Ἐφ' οἷς καὶ ἀνιαθεὶς καὶ μὴ δυνηθεὶς βοηθῆσαι τῷ πράγματι, τὰ κατὰ τὸν στρατόν, ὡς ἐνῆν, δεξιῶς διαθέμενος, εἰς παραχειμασίαν τὸ πλεῖον αὐτῶν ἀποστείλας, αὐτὸς ἐπὶ τὸ Βυζάντιον ἵετο, πρὸς τῷ τέλει τοῦ Ἰανουαρίου μηνὸς καταλαβὼν ἐν αὐτῷ. Διαγαγὼν τοίνυν ἐν αὐτῷ χρόνον τινὰ καὶ τὰς πολιτικὰς διοικήσεις, ὡς ἐνόν, διοικησάμενος καὶ τιμὰς καὶ δεξιώσεις εἴς τινας τῶν συγκλητικῶν ποιησάμενος καὶ τὰς ἐτησίους δωρεὰς διανειμάμενος καὶ οὐδὲ τὰς πασχαλίους ἡμέρας περιμείνας εἰς τὸν ἀντίπερα τῆς πόλεως 134 οἶκον τῶν Ἠρίων ἀπέπλευσεν. Ἐπισυνέβη γάρ τι καὶ ἕτερον πρὸς ἐκστρατείαν ἀναγκαίως καλοῦν αὐτόν. Ἀνὴρ γάρ τις Λατῖνος, Κρισπῖνος τὴν κλῆσιν, ἐξ Ἰταλίας τῷ βασιλεῖ προσελθὼν πρὸς τὴν ἑῴαν ἀπεστάλη χειμάσων ἐκεῖσε. Δόξας δὲ μὴ τιμηθῆναι ἀξίως ὧν ἤλπιζεν, ἀποστασίαν ἐσκόπησε καὶ αὐτίκα τοὺς συναντῶντας φορολόγους τε καὶ λοιποὺς σκυλεύει καὶ διαρπάζει, φόνον δὲ Ῥωμαίων οὐδένα εἰργάσατο. Πολλοὶ δὲ τούτῳ πρὸς μάχην συστάντες ἡττήθησαν. Ἐν δὲ τῷ θέματι τῶν Ἀρμενιακῶν παραχειμάζων ὁ βεστάρχης Σαμουὴλ ὁ Ἀλουσιάνος, ὁ Βούλγαρος, ἀδελφὸς ὢν τῆς τοῦ βασιλέως γυναικός, ἣν ἔτι ἰδιωτεύων ἠγάγετο, μετὰ τῶν ἑσπερίων πέντε ταγμάτων προσβάλλει τῷ Κρισπίνῳ ἐξ ἐφόδου κατ' αὐτὴν τὴν μεγάλην ἡμέραν τῆς Ἀναστάσεως, τοῦ Πάσχα φημί. Συναισθήσεως δὲ γενομένης τοῖς Φράγκοις φεύγουσιν οἱ Ῥωμαῖοι καὶ φόνος τούτων γίνεται πολὺς καὶ ζωγρία ἀμύθητος. Ὅμως δὴ οὖν φιλανθρώπως αὐτοῖς διατεθεὶς πάντας ἀφῆκε, μᾶλλον μὲν οὖν καὶ τοὺς πληγέντας νοσοκομεῖσθαι παρέδωκεν. Ἐν τῷ Δορυλαίῳ δὲ γενόμενος ὁ βασιλεὺς πρεσβείαν τοῦ Κρισπίνου ἐδέξατο, ὁμολογίαν τε τῆς δουλώσεως καὶ τὴν ἀπολογίαν τῆς ἀντιστάσεως φέρουσαν καὶ ἁπλῶς ἀμνηστίαν αἰτουμένην κακῶν τῶν παρ' αὐτοῦ πεπραγμένων εἴτε ἑκόντος εἴτε καὶ ἄκοντος. Ἧς ὑπήκουσεν ὁ βασιλεὺς καὶ πάντα, ὅσα ἐξῃτήσατο, κατεπράξατο τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ πρὸς τοὺς πολέμους ἐπίδοξον καταιδούμενος. Καὶ γὰρ ἐν τῷ τῆς ἀποστασίας καιρῷ Τούρκων ἐντυχὼν πληθύι πολλῇ μεγάλας ἀνδραγαθίας ἐκ χειρὸς ἀπειργάσατο. Καὶ προϊόντι τῷ βασιλεῖ δουλοπρεπῶς ἀπαντᾷ καὶ αὖθις ὡς εὔνους συνείπετο ὀλίγους τινὰς στρατιώτας ἐπαγόμενος· εἰάκει γὰρ τοὺς ἄλλους ἐν τῷ τοῦ Μαυροκάστρου πολίσματι, οὗ τὴν κατάσχεσιν ἐποιήσατο, ἐν τῷ Ἀρμενιακῷ ἐπὶ λόφου κειμένῳ ὑψηλοῦ. Μετ' ὀλίγον δὲ ὑπονοηθεὶς ὠμόν τι 135 διαπράξασθαι κατὰ τὴν οἰκείαν φυλήν, μὴ συναιρομένην αὐτῷ ἐν τοῖς βουλομένοις καὶ γὰρ ἄπιστον καὶ ἄπληστον τὸ γένος τῶν Φράγκων, μᾶλλον δὲ καὶ ἀχάριστον καὶ μικροῖς πταίσμασι μεγάλας ἐπεγεῖρον αἰτίας καὶ ταραχὰς καὶ ἀποστασίας, αἷς ὡς ἐντρυφήματι γάννυται– ἀπεπέμφθη τοῦ στρατοπέδου μὴ καθαρῶς μὲν ἐλεγχθεὶς, ἀλλ' ἢ μόνον παρὰ Νεμίτζου τινὸς ἐπισήμου κατηγορηθείς. Οἱ δὲ ἑταῖροι τούτου ἐπὶ τῷ γεγονότι δεινοπαθήσαντες, ἄραντες ἐκ τοῦ φρουρίου τὴν Μεσοποταμίαν καταλαμβάνουσι καὶ πολλὰ κακὰ τοῖς ἐκεῖσε εἰργάσαντο. Ἐπεὶ δ' ὁ βασιλεὺς μετὰ πλήθους ἧκεν εἰς Καισάρειαν Τούρκων πλῆθος πολὺ μαθὼν λεηλατεῖν τὴν χώραν, ἀπέστειλε μέρος τι τῆς στρατιᾶς κατ' αὐτῶν. Μηδὲν δὲ ἀνύσαν, ἀλλὰ φεῦγον ὑποδεξάμενος συντεταγμένως τῆς πρόσω φερούσης εἴχετο. Μήπω δὲ μήτε τάφρου μήτε τῆς σκηνώσεως γενομένης ἐφάνησαν οἱ πολέμιοι τὰ ἐρυμνότατα τῶν τόπων κατέχοντες καὶ τὰς λοφιάς. Βοῆς δὲ γενομένης, μὴ ἐκδεδωκότος τοῦ βασιλέως ἑαυτὸν ἀναπαύσει, ἀλλὰ τὸ ἐνυάλιον σαλπίσαντος προῄεσαν κατὰ τάξιν αἱ φάλαγγες. Ἀρθέντων δὲ τῶν σημείων προέκυψαν μὲν τῶν ἐναντίων πολλοί, προλαβόντα δὲ τῶν ταγμάτων ἓν μὲν τῶν Λυκαόνων λεγόμενον, ἕτερον δὲ τῶν ἑσπερίων ἀριθμῶν καὶ τοῦ συνήθους θρασύτερον κατὰ τῶν ἐναντίων ἐλάσαντα πρὸς φυγὴν εὐθὺς ἀπιδεῖν κατηνάγκασαν. Προβιβάζοντος δὲ τοῦ βασιλέως τὴν λοιπὴν στρατιὰν καὶ τὸ λοιπὸν πλῆθος τῶν πολεμίων τοῖς φεύγουσι συνδιέφυγε. Παριόντων δὲ τῶν στρατιωτῶν καὶ τοῦ μισθοφορικοῦ τῶν Σκυθῶν, τῶν Οὔζων φημί, λόχος τουρκικὸς οὐκ ὀλίγος τοῖς Ῥωμαίοις προσεπέλασεν· οὓς δεξάμενοι οἱ περιλειφθέντες εἰς φυλακὴν στρατιῶται, πρὸ πάντων δ' οἱ Φράγκοι, καὶ ἀγχεμάχως συμπλακέντες καὶ ἱκανῶς ἀνθαμιλληθέντες ἐτρέψαντο, μηδενὸς τῶν ἱσταμένων ταγμάτων 136 ῥωμαϊκῶν τοῖς Φράγκοις μέχρι καὶ ἁπλῆς ὁρμῆς παραβοηθήσαντος. Ἐν τούτῳ δ' ὑπέστρεψε καὶ ὁ βασιλεὺς τῆς διώξεως πρὸς ἑσπέραν· περὶ δείλην γὰρ συνέστη ὁ πόλεμος. Τῇ δ' ἐπαύριον δημοσίᾳ καθίσας τοὺς ἑαλωκότας τῶν πολεμίων τῇ τελευταίᾳ ψήφῳ παρέδωκε, μηδενὸς τὸ παράπαν φεισάμενος μήτ' αὐτοῦ τοῦ ἡγεμόνος αὐτῶν, εἰ καὶ πολλῶν λύτρων ἑαυτὸν ὤνιον ποιήσασθαι ἐπηγγέλλετο. Τριημερεύσας δὲ ὁ βασιλεὺς ἐν τῇ παρεμβολῇ, τῷ προτερήματι τούτῳ κόρον λαβὼν πολλοῖς ἄδειαν δέδωκε τῶν ἐναντίων ἀποφυγῆς, ὡς μηδὲ τῆς λείας ἀποσχέσθαι. Καὶ ἀναστὰς ἐκεῖθεν κατόπιν αὐτῶν ἐβάδιζε. Στρατοπεδευσάμενος δὲ ὡς ἀπὸ διαστήματος ἡμερῶν δύο τῆς Μελιτηνῆς ἐβουλεύετο μοῖράν τινα τοῦ στρατοῦ μερισάμενος ἀφεῖναι τοῖς ἐναντίοις ἐπιτείχισμα, αὐτὸς δὲ ἅμα παντὶ τῷ στρατῷ ὑποστρέψαι πρὸς τὰ βασίλεια. Ἀγεννοῦς δὲ τῆς βουλῆς δοξάσης καὶ ἀσυμφόρου μεταθέμενος εὐθὺ τοῦ Εὐφράτου ἐβάδισεν· ἦσαν γὰρ περὶ τὰς ὄχθας αὐτοῦ ἐσκηνωμένοι οἱ πολέμιοι, οἳ καὶ αὐτίκα πυθόμενοι τὴν τοῦ βασιλέως κατ' αὐτῶν κίνησιν ἀνεχώρησαν. Ὁ δὲ βασιλεὺς εὐθὺ Ῥωμανοπόλεως ἐλαύνων κἀκεῖθεν πρὸς τὸ Χλίατ παραγενέσθαι βουλόμενος ἔν τινι τόπῳ κατασκηνοῖ, καὶ τὸν Φιλάρετον ἦν δὲ τοῦ τῶν Βραχαμίων γένους στρατηγὸν αὐτοκράτορα ἀναδείκνυσι· διελὼν γὰρ διχῇ τὸν στρατὸν τὸ ἰσχυρότερον αὐτῷ ἐπιδίδωσιν, ἀνδρὶ στρατιωτικὴν μὲν αὐχοῦντι περιωπήν, αἰσχροῦ δὲ βίου καὶ ἐπιρρήτου τυγχάνοντι καὶ αἰσχίστως τὴν ἑαυτοῦ βιοτὴν διανύοντι καὶ μαχεσαμένῳ μὲν τοῖς Τούρκοις διαφόρως, ἐν τοῖς μεγίστοις δὲ καταπολεμηθέντι καὶ διὰ τοῦτο καταφρονηθέντι, οὐ μὴν ἀπεχομένῳ τούτων, ἀλλ' ἐπιτρέχοντι τῇ ἡγεμονίᾳ διὰ φιλοκερδείας καὶ φιλοδοξίας ὑπόθεσιν. Τῶν δὲ βορειοτέρων μερῶν ὁ βασιλεὺς ἐπελάβετο δι' εὕρεσιν χιόνος καὶ ὑδάτων ψυχρῶν· ἀκρατῶς γὰρ εἶχε τούτων τὸ σῶμα κατὰ πολὺ διαθερμαινόμενος. Διελθὼν δὲ διὰ τραχεινῶν καὶ δυσβάτων τόπων εἴς τινα τόπον λεγόμενον 137 Ἀνθίας κατήντησε· ποηφόρος δὲ ὁ τόπος καὶ σιτοφόρος καὶ ψυχαγωγία οὐ μικρὰ τοῖς ἐν τούτῳ καταίρουσι καὶ οἷον ὀμφαλὸς ἐκεῖνος τῆς γῆς. Ἐκεῖθεν δὲ τὸν Ταῦρον τὸ ὄρος, τὸ ἐπιχωρίως καλούμενον Μούνζαρον, ὑπερβὰς εἰς τὴν Κελτζηνὴν λεγομένην χώραν κατήντησε, τὸ δεύτερον διαβὰς τὸν Εὐφράτην ποταμόν, παραρρέοντα καὶ διαιροῦντα τό τε ὄρος καὶ τὴν Κελτζηνὴν ὥσπερ μεθόριον. Οἱ δὲ μετὰ τοῦ Φιλαρέτου καταλειφθέντες στρατιῶται, ἐξ ἐπιφανείας τῶν ἐναντίων πτοίας πλησθέντες καὶ τὰς ψυχὰς κατασεισθέντες, κατόπιν τοῦ βασιλέως ἐβάδιζον τοὺς τόπους ἀφέντες ὧν τὴν φυλακὴν ἐπετράπησαν, ἕως εἰς τοὺς εἰρημένους Ἀνθίας κατήντησαν. Κἀνταῦθα δὲ τῶν πολεμίων φανέντων ἐξ οὐραγίας αἰσχρῶς τὴν φυγὴν καὶ πρὸ τοῦ ἀγωνίσματος εἵλοντο καὶ πρὸς τὸν βασιλέα εἰς τὴν Κελτζηνὴν κατέλαβον ἐκ ποδός. Τῆς δέ γε τούτων ἀποσκευῆς οἱ ἐναντίοι ἐγένοντο κύριοι. Ταῦθ' οὕτως ἀγγελθέντα πολὺν ἐνῆκε τῷ βασιλεῖ τὸν ἐναγώνιον θόρυβον, ἐπί τε τῇ τῶν οἰκείων ἥττῃ καὶ τῇ τῶν ἐναντίων νίκῃ οὐ φορητῶς σκυθρωπάσαντι. Καὶ εἰ μὴ ἡ τοῦ βασιλέως φήμη αὐτοὺς περιδεεῖς κατειργάζετο καὶ τὴν ὁρμὴν αὐτῶν ποσῶς διεκώλυεν, οὐδὲν ἦν τὸ κωλῦον σύμπασαν αὐτοὺς τὴν γῆν ἐκείνην καταληίσασθαι καὶ ἐξολοθρεῦσαι. Ὀπισθόρμητοι δὲ γενόμενοι εὐθὺ τοῦ θέματος τῶν Καππαδοκῶν κατὰ τὸ εἰθισμένον ἀκρατῶς ἤλαυνον, καταληιζόμενοι μὲν τὸ προστυχὸν ἐξ ἐφόδου, ἐφορμῶντες δὲ πανστρατιᾷ κατὰ τῆς τοῦ Ἰκονίου πολιτείας· ἦν γὰρ πλήθει τε ἀνδρῶν καὶ οἰκιῶν καὶ τῶν ἄλλων χρηστῶν καὶ ζηλωτῶν διαφέρουσα. Ὁ δὲ βασιλεὺς ἐν Κελτζηνῇ τοὺς ἀποφυγόντας σποράδας ὑποδεξάμενος, ὡς ἂν μὴ ὑπὸ τῶν Ἀρμενίων ἐξ ἐρήμης ἀπόλωνται, κατόπιν τῶν ἐναντίων ὑποστρέφων ἐγένετο. Καὶ κρίσιν δὲ μεταξὺ τοῦ τε ἡγεμόνος καὶ τῶν σὺν αὐτῷ καθίσας οὐδενὶ μέρει τὴν νικῶσαν ἀπέδοτο, διαγνωσθέντος τούτου μόνου ἀκριβῶς ὅτι πλὴν τοῦ βασιλέως οὐδέν ἐστι τὸ συνιστῶν τοῖς Ῥωμαίοις τὸν πόλεμον διά τε τὸ προκατειργάσθαι τὸ πλεῖον τοῦ στρατοῦ καὶ διὰ τὸ τοὺς ἡγεμόνας ἐθέλειν καὶ ἐπὶ μικραῖς καὶ ταῖς τυχούσαις εὐτυχίαις ἑαυτοῖς καὶ συγγενέσι μνᾶσθαι τὰ μέγιστα τῶν ἀξιωμάτων καὶ φιλοτιμιῶν, δι' ἃ 138 καὶ τοὺς ἄλλους ἀπροθύμους εἶναι πρὸς τὸ γενναῖόν τι καὶ ἀνδρικὸν διαπράξασθαι· ὃ παρόντος τοῦ βασιλέως οὐκ ἂν ἔχοι χώραν γίνεσθαι, αὐτοῦ δι' ἑαυτοῦ ἐπιστατοῦντος τοῖς γινομένοις καὶ πάντα καθορῶντος ὁσημέραι καὶ τοὺς πονοῦντας ἀναλόγως ἀμειβομένου τῶν καμάτων. Ὁ δὲ βασιλεὺς διά τε Κολωνείας καὶ τῶν Ἀρμενιακῶν θεμάτων μέχρι Σεβαστείας σὺν τῷ στρατεύματι διελήλυθεν. Ἐκεῖσε δὲ μαθὼν ὡς οἱ Τοῦρκοι ἐπὶ Πισιδίαν καὶ Λυκαονίαν ἐλαύνοντες ὡς εἰς σκοπὸν ἀποτείνουσι τὸ Ἰκόνιον, ὥρμησε καὶ αὐτὸς κατ' οὐρὰν ἐλαύνειν αὐτῶν μέχρι τῆς λεγομένης Ἡρακλέους κωμοπόλεως. Ἐν ᾗ καὶ μαθὼν ἤδη καταστρεψαμένους αὐτοὺς τὸ Ἰκόνιον ἀπᾶραι, δεδιότας τὴν αὐτοῦ ἐπιδίωξιν, ἀπόμοιραν μέν τινα τῶν ταγμάτων ἐπὶ Κιλικίαν ἐξέπεμψεν ἑνωθησομένην Χατατουρίῳ τῷ τῆς Ἀντιοχείας δουκί, ἀνδρὶ γενναίῳ καὶ πολλὰ ἐπιδειξαμένῳ τὰ τῆς ἀρετῆς προτερήματα πρότερον δεξαμένῳ τε εἰς Μοψουεστίαν ἀπαντῆσαι τὸ τάχος ἐκεῖσε γὰρ προσεδοκῶντο οἱ Τοῦρκοι διελθεῖν κἀκεῖ προσμένειν αὐτοὺς καὶ παντὶ τρόπῳ λυμήνασθαι. Διελθόντες τοίνυν διὰ τῶν τῆς Σελευκείας ὀρέων εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα κατηκοντίσθησαν, ἔνθα παρὰ τῶν Ἀρμενίων συγκυρηθέντες πᾶσαν σχεδὸν τὴν λείαν ἀπέβαλον. Οἱ δὲ πολέμιοι μαθόντες τὴν τῶν Ῥωμαίων ἐν Μοψουεστίᾳ παρεμβολήν, μηδὲ μικρὸν χρονίσαντες, διαναπαύσαντες δὲ ἑαυτοὺς ἐν τῇ Βαλτολιβάδι ὡς ἐνόν, ᾤχοντο διὰ τῆς νυκτὸς ὑπερβάντες τὸ Σαρβανδικὸν ὄρος καὶ εἰς τὰ τοῦ Χάλεπ σὺν σπουδῇ ἐπελάσαντες ὅρια καὶ τὸν κίνδυνον μόλις ὑπαλύξαντες. Ἀνία δὲ κατέσχε τὸν βασιλέα ἀπρακτησάντων τῶν ἐν Μοψουεστίᾳ· καταστὰς γὰρ καὶ αὐτὸς εὐθὺ τῆς ἐν Σελευκείᾳ Κλαυδιουπόλεως, ἐπεὶ περὶ τῆς τούτων ἐμεμαθήκει φυγῆς, ἀπογνοὺς ὀπισθόρμητος γέγονεν ἐπὶ τὸ Βυζάντιον ἐπειγόμενος ὡς ἤδη λοιπὸν καὶ τοῦ μετοπώρου ἐπιστάντος, καταλιπὼν ἕτερον λαὸν ὄπισθεν διὰ τὸ καὶ ἑτέρους Τούρκους καταληίζεσθαι τὴν ῥωμαϊκὴν γῆν κατὰ φατρίας καὶ μοίρας διαιρουμένους καὶ κατατρέχοντας λωποδυτῶν τρόπον καὶ κλεπτῶν καὶ τὸ 139 προστυχὸν ἅπαν ἀφανίζοντας καὶ ληίζοντας. Δι' ἃ καὶ δυσχερὴς ἦν ἡ τούτων κώλυσις πάσαις ταῖς ὁδοῖς ἐφεδρευόντων, τῶν στρατευμάτων αὐτῶν καθ' αὑτὰ μεμονωμένων καὶ μὴ δυναμένων ἀντιστῆναι αὐτοῖς, τοῦ δὲ βασιλέως αὖθις μὴ οἵου τε ὄντος μερίζεσθαι, ἀλλ' ἐν ἑνὶ παρόντος τόπῳ. Εἰσιόντος δὲ αὐτοῦ εἰς τὴν βασιλίδα ἐπ' οἴκου καὶ τὸ λοιπὸν στράτευμα γέγονεν, ἰνδικτιῶνος ὀγδόης ἐνισταμένης τοῦ φοηʹ ἔτους, ὅτε καὶ τὸ μέγιστον ἱερὸν ἐπυρπολήθη τῶν Βλαχερνῶν ἕως ἐδάφους. Ἐπεὶ δὲ τὸ ἔαρ ὑποφαίνεσθαι ἤρξατο, ἐσκέψατο παρεῖναι τῇ βασιλίδι ὁ βασιλεύς. Προκρίνας δὲ Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνὸν καὶ τοῦτον τιμήσας τῷ τοῦ κουροπαλάτου ἀξιώματι στρατηγὸν καὶ ἀρχηγὸν τοῦ στρατεύματος ἀποδείκνυσι. Τὸ δ' ἐντεῦθεν τὰ προσάντη καὶ δυσχερῆ καὶ λυπηρὰ τῇ βασιλείᾳ Ῥωμαίων συνεκύρησεν. Ἐξιὼν οὖν ὁ προβεβλημένος εἰς τοῦτο, εἰ καὶ νέος τὴν ἡλικίαν ἐτύγχανεν, ἀλλά γε πεπλανημένον οὐδὲν ἢ μειρακιῶδες ἐνεργῶν κατεφαίνετο, πολὺν δὲ τῶν εἰκότων λόγον ποιούμενος· τὰς γὰρ δυνάμεις συνηθροικὼς πασίρρωμος τῇ Καισαρείᾳ ἐπεφοίτησεν, οὐ τῆς εὐνομίας μόνον, ἀλλὰ καὶ τοῦ στρατοῦ φροντίζων προσηκόντως καὶ τοὺς ἀδικοῦντας τῶν στρατιωτῶν ἐκτίσεων προστίμοις κατάγχων. Πολέμοις δέ τισιν ἐντυχὼν νικητὴς ἀνεφάνη καὶ τὴν περὶ αὑτοῦ εὐδοξίαν ἤδη πλατύνειν καὶ μεγαλύνειν διηγωνίζετο. Πυνθανόμενος δὲ ταυτὶ ὁ κρατῶν εὐθυμεῖν μὲν ἐῴκει κρύψας δ' ἐν ἑαυτῷ τὸν φθόνον. Ὅμως δ' οὖν ἵνα τὴν τῆς Ἱεροπόλεως τάχα λύσῃ πολιορκίαν καὶ τὴν σιτοδείαν παραμυθήσηται, μοῖραν οὐκ ἐλαχίστην ἀποτεμόμενος τοῦ στρατοῦ κατὰ Συρίαν ἀπελθεῖν διωρίσατο καὶ τοῦτον τὸν τρόπον τῆς ἐκ τούτων ἰσχύος τὸν στρατηγὸν ἀπεστέρησεν. Εἰς δὲ Σεβάστειαν παραγενομένου μετὰ τῶν ὑπολελειμμένων δυνάμεων καὶ περὶ τὸ ἄστυ στρατοπεδεύσαντος 140 ἐπῆλθέ τις πληθὺς τουρκική. Ἐξῄει γοῦν κατ' αὐτῶν ὁ κουροπαλάτης. Φαντασίαν δὲ φυγῆς παρεσχημένων τῶν πολεμίων ἐκ συνθήματος, ἐπεὶ διασκεδασθέντες οἱ Ῥωμαῖοι ἐδίωκον, ἐπιστροφὴν αἰφνίδιον ποιησάμενοι παλίντροπον τὴν νίκην εἰργάσαντο· διὸ καὶ πολλοὶ μὲν ἑάλωσαν, πλείους δὲ καὶ μαχαίρας ἔργον γεγόνασι. Συναλίσκεται δὲ τοῖς ἄλλοις καὶ αὐτὸς ὁ κουροπαλάτης καὶ τῆς παρεμβολῆς ἁπάσης παράστασις καὶ ἁρπαγὴ καὶ διασκύλευσις γέγονε. Καὶ εἰ μὴ τὸ ἄστυ πλησίον ὂν τοὺς πλείστους διέσωσεν, ἐκινδύνευσεν ἂν πανστρατιᾷ ἡ τῶν Ῥωμαίων ἡλικία, ὅση πρὸς τὴν ἐνταῦθα ἐκστρατείαν συνέδραμε. Τῆς φήμης δὲ καταλαβούσης τὸν βασιλέα πολλή τις ἀνία κατέσχεν αὐτόν. Μήπω δὲ σχεδὸν ταύτης ἠκουσμένης ἑτέρα ἐπῆλθεν ὀξυτέρα φήμη καὶ τομωτέρα πολλῷ, τοὺς Τούρκους ἀπαγγέλλουσα τὴν ἐν Χώναις πολιτείαν καὶ αὐτὸν τὸν περιβόητον ἐν θαύμασι καὶ ἀναθήμασι τοῦ Ἀρχιστρατήγου ναὸν καταλαβεῖν ἐν μαχαίρᾳ, καὶ φόνου μὲν ἅπαντα τὰ ἐκεῖσε πληρῶσαι καὶ λύθρου, πολλὰς δὲ ὕβρεις τῷ ἱερῷ ἐμπαροινηθῆναι, ἱππῶνα τὸν πάνσεπτον ἐργασαμένους ναόν, καὶ τὸ δὴ σχετλιώτερον μηδὲ τὰς τοῦ χάσματος σήραγγας, ἐν ᾧπερ οἱ παραρρέοντες ποταμοὶ ἐκεῖσε χωνευόμενοι διὰ τῆς τοῦ Ἀρχιστρατήγου παλαιᾶς ἐπιδημίας καὶ θεοσημίας ὡς διὰ πρανοῦς ἀστατοῦν τὸ ῥεῦμα καὶ λίαν εὐδρομοῦν ἔχουσι, τοὺς καταφυγόντας διατηρῆσαι καὶ ὑπαλύξαι τὸν κίνδυνον ἰσχῦσαι, ἀλλ', ὅπερ οὐ γέγονέ ποτε, πλημμυρῆσαι τὸ ὕδωρ καὶ οἷον ἀναρροιβδῆσαι καὶ ἀνερεύξασθαι καὶ πάντας ἄρδην τοὺς καταπεφευγότας κατακλύσαι καὶ διὰ ξηρᾶς ὑποβρυχίους ποιήσασθαι. Ταῦτα τοιγαροῦν ἐπιδιηγηθέντα πολλὴν ἐνῆκαν τὴν ἀθυμίαν ἡμῖν λογιζομένοις θεοσημίαν εἶναι τὸ γεγονὸς καὶ μῆνιν καὶ χόλον Θεοῦ, ὡς μὴ μόνον τῶν πολεμίων, ἀλλὰ καὶ τῶν στοιχείων ἀντιμαχομένων ἡμῖν. Πρότερον μὲν γὰρ ἡ τοσαύτη τῶν ἐθνῶν ὁρμὴ καὶ ἔπαρσις καὶ τῶν ὑπὸ Ῥωμαίους 141 τελούντων κατακοπὴ ὀργὴ τοῦ Θεοῦ ἐδόκει, κατὰ τῶν αἱρετικῶν δὲ οἳ τὴν Ἰβηρίαν καὶ Μεσοποταμίαν ἄχρι Λυκανδοῦ καὶ Μελιτηνῆς καὶ τὴν παρακειμένην οἰκοῦσιν Ἀρμενίαν καὶ οἳ τὴν ἰουδαϊκὴν τοῦ Νεστορίου καὶ τὴν τῶν Ἀκεφάλων θρησκεύουσιν αἵρεσιν· καὶ γὰρ πλήθουσιν αἵδε αἱ χῶραι τῆς τοιαύτης κακοδοξίας. Ἐπὰν δὲ καὶ τῶν ὀρθοδόξων ἥψατο τὸ δεινόν, ἐν ἀμηχάνοις ἦσαν πάντες οἱ τὰ Ῥωμαίων θρησκεύοντες, πεπληρῶσθαι καὶ τὸ αὐτῶν μέτρον, οἷα καὶ τὸ τῶν Ἀμορραίων, λογιζόμενοι καὶ πιστεύοντες τηνικαῦτα ὡς ἄρα οὐ μόνον πίστις ἀπαιτεῖται ὀρθή, ἀλλὰ καὶ βίος τῇ πίστει μὴ ἀνθιστάμενος. Διὸ καὶ ἀμφότεροι, ὅ τε περὶ τὴν πίστιν σφαλλόμενος δηλαδὴ καὶ ὁ περὶ τὸν βίον ὑποσκάζων καὶ χωλεύων, ἐν ἴσῃ τιμωρίᾳ καθίστανται· ὁ δὲ ποιήσας καὶ διδάξας ἐπαινεῖται καὶ μακαρίζεται. Ταῦτα ἐνωτισάμενος ὁ βασιλεὺς προθυμίαν μὲν εἶχεν ὡς αὐτίκα ἐξορμῆσαι καὶ τῇ ἑαυτοῦ χώρᾳ βοηθῆσαι, ἀπείργετο δὲ τοῖς τε συμβούλοις καὶ τῇ ἀγνοίᾳ τοῦ πλήθους τῶν ἐναντίων. Ἦσαν δὲ ὅ τε Παλαιολόγος Νικηφόρος, ὁ ὑπέρτιμος καὶ τῶν φιλοσόφων ὕπατος Κωνσταντῖνος ὁ Ψελλὸς καὶ ἐπὶ πᾶσιν ὁ καῖσαρ, ὁ τοῦ προβεβασιλευκότος σύναιμος, οἳ τὸ ὅσον μὲν ἐπ' αὐτοῖς οὐδὲ ζῆν ᾑροῦντο αὐτόν· βαρὺς γὰρ ἦν αὐτοῖς καὶ βλεπόμενος λίαν, αὐτῷ ἀπεχθανομένοις ὡς ἀνδρὶ γενναίῳ καὶ θυμοειδεῖ καὶ τοὺς ἐφέδρους τῆς βασιλείας ἔχοντι, τοὺς παῖδάς φημι τοῦ Δούκα. Ὅμως δ' οὖν ἐκ τοῦ προφανοῦς ᾐδοῦντο συμβουλεύειν αὐτῷ τὰ ἀσύμφορα. Μεθ' ἡμέρας δέ τινας ἧκε καὶ ὁ κουροπαλάτης Μανουὴλ ἐπαγόμενος μεθ' ἑαυτοῦ τὸν κατασχόντα αὐτὸν Τοῦρκον οὐκ ἄκοντα, ἀλλ' ἑκόντα τὴν ὑπὸ τὸν βασιλέα δουλείαν αἱρετισάμενον. Δυσμενῶς γὰρ ἔχοντος τοῦ σουλτάνου πρὸς αὐτὸν διά τινα συμβάντα αἰτιάματα στρατιὰν κατ' αὐτοῦ μετά τινος στρατάρχου ἐξαπέστειλε παντὶ τρόπῳ ἑλεῖν αὐτὸν μηχανώμενος, οὗ τῷ φόβῳ κατασεισθεὶς τῷ βασιλεῖ προσπέφευγε καὶ πρόεδρος παραυτίκα τετίμηται. Ἦν δὲ τὸ μὲν φαινόμενον νέος, πυγμαῖος δὲ σχεδὸν τὴν ἡλικίαν καὶ τὴν ὄψιν Σκύθης 142 καὶ ἄχαρις. Διεῖπε δὲ αὐτὸν ὁ βασιλεὺς συμβαλέσθαι αὐτῷ κατὰ τῶν Τούρκων ἐλπίζων ἐν τῇ προκειμένῃ στρατείᾳ. Κατάλογον δὲ τῶν στρατιωτῶν ποιησάμενος, ἄρτι τοῦ ἔαρος ὑπανοίγοντος διαπεραιωθεὶς εἰς τὰ τῶν Ἠρίων παλάτια κατάγεται καὶ περὶ αὐτὴν τὴν ἡμέραν τῆς Ὀρθοδοξίας, τῇ πρὸ αὐτῆς ἡμέρᾳ τὴν ἐτησίαν ῥόγαν τῷ τε στρατῷ καὶ τῇ συγκλήτῳ διανειμάμενος, οὐ διὰ χρυσίου πᾶσαν, ἀλλὰ τὸ ἐνδέον σηρικοῖς ὑφάσμασιν ἀναπληρωσάμενος. Διαπεραιουμένου δ' αὐτοῦ περιστερά τις οὐ πάνυ λευκή, πρὸς τὸ μέλαν δὲ τὸ πλεῖστον αὑτῆς ὑποφαίνουσα, ποθὲν ἱπταμένη τὴν φέρουσαν τὸν βασιλέα τριήρη περιεπέτετο, ἕως εἰς αὐτὸν ἐκεῖνον καθεσθεῖσα χερσὶ ταῖς αὐτοῦ προσερρύη. Κἀκεῖνος ταύτην τῇ βασιλίδι ἀνέπεμψεν ἐν τοῖς ἀνακτόροις παρὰ τὸ εἰωθὸς ἀπομεινάσῃ διά τινας θρύψεις γυναικείας καὶ ἀκκισμούς. Ἔδοξεν οὖν ἡ περιστερὰ σύμβολον οὐ χρηστῆς ἀποβάσεως αὐτῷ τε τῷ λαβόντι καὶ πρὸς ἣν ἔσταλτο. Ἀλλ' ἐκείνη περιπετῶς σχοῦσα τῆς θρύψεως, μεταμεληθεῖσα πρὸς τὸν βασιλέα ἀφίκετο τὸν συντακτήριον ἀποδώσουσα καὶ αὐτὸν ἐπὶ τὴν ἐκστρατείαν προπέμψουσα. Ἐκεῖθεν οὖν ἀπάρας ὁ βασιλεὺς οὐκ ἐν Νεακώμῃ οὐδὲ ἐν ὑπατίοις χωρίοις τισὶ βασιλικοῖς προσωρμίσατο, ἀλλ' ἐν Ἑλενοπόλει, ἣν οἱ ἐγχώριοι ἀγροικικώτερον κικλήσκουσιν Ἐλεεινόπολιν, ὃ καὶ αὐτὸ οἰωνὸς οὐ χρηστὸς ἔδοξε. Συνέβη δὲ καί τι ἕτερον· τὸ γὰρ συνέχον τὴν βασιλικὴν σκηνὴν μέγιστον ξύλον κατεαγὲν πεσεῖν αὐτὴν αἰφνηδὸν παρεσκεύασεν. Ὅμως δ' οὖν οὐδὲ πρὸς ἓν τούτων ἡ τῶν ἀνθρώπων ἀβελτηρία καὶ οἷον εἰπεῖν καχεξία καὶ τὸ ἐν τῇ δοκούσῃ πίστει ἄπιστον καὶ ἀσύμβλητον διαβλέψαι ἠθέλησε, τοῦ χρεὼν ἐμποδίζοντος πανταχοῦ καὶ μηδ' αὐτῷ παρεχομένου συναίσθησιν πρὸς ὃν ἀποσκήπτειν ἔμελλον. Προῄει τοίνυν ὁ βασιλεὺς καὶ τῆς ἑῴας προσωτέρω προήρχετο, ἕως τῇ τῶν Ἀνατολικῶν ἐπαρχίᾳ προσέβαλε φειδωλίᾳ παρὰ τὸ εἰκὸς πρὸς πάντας 143 συνεχόμενος. Συνεὶς δέ, ὡς ἔοικε, τὸ συνεχὲς τῶν προγεγονότων σημείων εἰς αὐτὸν ἀποσκῆψον, οὐκ ἐν σκηνῇ οὐδ' ἐν πεδίοις, ἀλλ' ἐν γηλόφοις καὶ δωματίοις τὴν κατασκήνωσιν ἐποιήσατο. Ἔνθα δή τι καὶ συνέβη οὐκ ἔλαττον εἰς κακοδαιμονίαν οἰώνισμα. Πῦρ γάρ ποθεν ἐνεχθὲν τοὺς δόμους, ἐν οἷς ὁ βασιλεὺς ἐσκήνωτο, κατενεμήσατο, οἷς καὶ συγκατεκαύθησαν ἵπποι τε καὶ ἐφεστρίδες βασιλικαὶ καὶ χαλινὰ τῶν ἄλλων πολὺ διαφέροντα καὶ τοῦ πυρὸς δι' ὀλίγου γεγόνασι παρανάλωμα. Οἱ δὲ ἵπποι ἡμίφλεκτοι καθορώμενοι τῷ στρατοπέδῳ ἐλεεινὸν διεφαίνοντο θέαμα. Τὸν δὲ Σαγγάριον διαπεραιωθείς, παρ' ᾧ ταῦτα γέγονε, διὰ τῆς τοῦ Τζούμπου λεγομένης γεφύρας τὰς οἰκείας δυνάμεις ἀθροίζειν ἤρξατο, διασκεδασθείσας διὰ τὴν τῶν βαρβάρων ἐπίθεσιν. Καταλέξας δ' οὖν ἐκ τούτων ὅσον ἠβούλετο, τὸ λοιπὸν ἀπεπέμψατο στρατιωτῶν τε καὶ λοχαγῶν, τοὺς μὲν στρατιώτας ὡς προκατειργασμένους ταῖς προβεβηκυίαις ἥτταις, τοὺς δὲ λοχαγοὺς αὐτὸς δειλιῶν ἐπάγεσθαι σὺν αὑτῷ ὡς τῷ μέρει τῶν ἐφέδρων προσανέχοντας. Εἴθε μὲν οὖν αὐτὸ εἰς πάντας ἐπέπρακτο· καὶ εἰ μὴ δυνατὸν ἦν τὸν θεῖον ὅρον παρελθεῖν καὶ τὸ κεκερασμένον ποτήριον ἐκφυγεῖν, τέως δ' οὖν ἀσφαλῶς πράξας ἐφάνη ἄν. Τὸν Βοτανειάτην δὲ Νικηφόρον καὶ τοιούτους τινὰς ὡς ὑπόπτους διωσάμενος, τοὺς δόλου καὶ κακοηθείας μεστοὺς συνεπήγετο, ὡς προϊὼν ὁ λόγος δηλώσει. Αὐτὸς δὲ οὕτως ἰών, τῶν καταληψόντων αὐτὸν κακῶν ἀνεπαίσθητος, ἐπεραιώθη τὸν Ἅλυν λεγόμενον ποταμόν, εἰ καὶ αὐτὸς ὑπομείνας εἴς τι νεοπαγὲς φρούριον, πρὸς αὐτοῦ τὴν οἰκοδομίαν λαχόν, ἐσκηνώσατο. Μετὰ ταῦτα δὲ περαιωθεὶς τὴν διαίρεσιν εἰς οἰκείας κτήσεις συνδιεγράψατο. Τὴν δὲ Καισαρέων παρελθὼν εἰς τὴν λεγομένην κατήντησε Κρύαν Πηγήν· ἦν γὰρ ὁ τόπος πρὸς ὑποδοχὴν στρατοῦ εὔθετος πᾶσι βρίθων τοῖς χρησίμοις, ἀστυκώμη καὶ ἀγρόπολις διὰ τῆς συμμιγοῦς ποριμότητος γνωριζόμενος. Κειρομένης δὲ τῆς χώρας καὶ ἐρημουμένης παρὰ τῶν στρατιωτῶν 144 ἀπηνέστερον προσηνέχθη τισὶ τῶν ἐκ τοῦ τάγματος τῶν Νεμίτζων. Ἀλλ' οἵ γε δηχθέντες ἀποστατοῦσι. Γνωσθέντος δὲ τούτου ἵππου ἐπιβὰς ὁ βασιλεὺς καὶ τὸ στρατιωτικὸν συγκαλεσάμενος τοὺς ἰδιοξένους τούτους κατέπληξε καὶ αὖθις ὑποσπόνδους κατέστησεν, ἐν τούτῳ μόνῳ τὸ πρόστιμον ὁρίσας αὐτοῖς, ἐν τῷ ἐσχάτοις τετάχθαι ἀντὶ τῆς πρώην ἐγγύτητος καὶ σωματοφυλακίας. Ἐκεῖθεν χωρεῖ εἰς Σεβάστειαν τὴν Ἰβηρίαν καταλαβεῖν ἐπειγόμενος, ὅτε καὶ τῶν σὺν τῷ κουροπαλάτῃ Μανουὴλ τῷ Κομνηνῷ πεσόντων θεατὴς τῶν πτωμάτων ἐγένετο. Κἀκεῖθεν σχολῇ καὶ βάδην ἰὼν καταλαμβάνει τὴν Θεοδοσιούπολιν, πρώην μὲν ἀμεληθεῖσαν, ἐξ ὅτου δὲ ἐπολιορκήθη τὸ Ἄρτζε ἀνοικοδομηθεῖσαν καὶ κατοχυρωθεῖσαν. Ἐντεῦθεν διμήνου τροφὴν ἑκάστῳ φέρειν ἐπικηρυκευσάμενος, ὡς δι' ἀοικήτου καὶ ἠρημωμένης χώρας βαδίζειν μέλλουσι, πάντων δὲ τὸ προσταχθὲν ποιησαμένων τὸ μισθοφορικὸν τῶν Οὔζων καὶ τοὺς Φράγκους σὺν Ῥουσελίῳ, ἀνδρὶ γενναίῳ καὶ πολεμικῷ, διαφίησι κατὰ τοῦ Χλίατ εἰς προνομήν. Τοῦτο δὲ καὶ πρότερον ἐποιήσατο. Ἐκεῖνος δὲ κατόπιν ἐλαύνων εἰς τὸ Μαντζικίερτ παρεγένετο, πόλιν ῥωμαϊκὴν μέν, χειρωθεῖσαν δὲ πρό του τῷ σουλτάνῳ καὶ Τούρκους ἐγκαθημένους ἔχουσαν. Καταφρονήσας δὲ τούτων ὡς ὀλιγοστῶν, ἑτέραν μοῖραν οὐκ ἐλαχίστην ἀποτεμόμενος τοῦ στρατοῦ Ἰωσὴφ μαγίστρῳ τῷ Τραχανειώτῃ παραδίδωσι, προσεπιδοὺς καὶ στῖφος πεζῶν οὐκ εὐκαταφρόνητον, μᾶλλον δὲ τῶν ἱπποτῶν τὸ ἔκκριτόν τε καὶ μαχιμώτατον κἀν τοῖς πολέμοις προκινδυνεῦον ἀεὶ καὶ προμαχόμενον. Ἄρας δὲ ὁ Τραχανειώτης ἄπεισιν εἰς τὸ Χλίατ βοηθήσων τοῖς Οὔζοις καὶ τοῖς Φράγκοις καὶ παντὶ τῷ μισθοφορικῷ· ἠκηκόει γὰρ ὁ βασιλεὺς πλῆθος μυρίανδρον κατ' αὐτῶν φέρεσθαι. Διεῖλε γὰρ ὁ βασιλεὺς τὸν στρατὸν ἐλπίζων αὐτὸς ταχὺ τὸ Μαντζικίερτ παραστήσασθαι ὃ δὴ καὶ γέγονε καὶ ἐπιδημῆσαι τοῖς ἐν τῷ Χλίατ· εἰ δέ τις ἀνάγκη κατεπείξει, ταχέως αὐτοὺς προσκαλέσασθαι, 145 πλησίον ἐσκηνωμένων τῶν στρατευμάτων· ἤκουε γὰρ τὸν σουλτάνον ἐπείγεσθαι κατ' αὐτοῦ. Καί γε ἦν οὐκ ἄλογος ἡ διαίρεσις τῶν στρατευμάτων καὶ λογισμῶν οὐκ ἄπο στρατηγικωτάτων, εἰ μὴ πεπρωμένη· μᾶλλον δὲ θεῖος χόλος ἢ λόγος ἡμῖν ἀπορρητότερος τὴν ἔκβασιν εἰς τοὐναντίον περιέτρεψε καὶ πρὸς τῷ τέλει τοῦ ἔργου καὶ τῇ αὐθημερινῇ τῶν στρατευμάτων ἑνώσει καὶ τὸν σουλτάνον ἀκηρυκτὶ τοῖς Τούρκοις ἐπέστησε καὶ τὰ δοκηθέντα τελεσθῆναι διακεκώλυκε. Παραλαβὼν γὰρ ὁ βασιλεὺς τὸ Μαντζικίερτ, καταπλαγέντων καὶ ὀρρωδησάντων τῶν Τούρκων τὴν αὐτοῦ ἐπέλευσιν καὶ πίστιν αἰτησαμένων καὶ λαβόντων, οὗ καὶ συνέβη ῥινοτμηθῆναι Ῥωμαῖόν τινα εὐορκίας χάριν ἧς ὀμωμόκει τούτοις ὁ βασιλεύς, ὀνάριον τουρκικὸν ὑφελόμενον, τὴν Θεοτόκον καὶ τὸν Χριστὸν καὶ τοὺς ἁγίους πάντας μεσίτας προβαλλόμενον. Ἐν ὅσῳ δὲ ταυτὶ τῷ βασιλεῖ διετάττετο, τοῖς εἰς τὴν λείαν ἐξελθοῦσι στρατιώταις Ῥωμαίοις πληθὺς τουρκικὴ ἐπιτίθεται. Οἰηθεὶς οὖν ὁ βασιλεὺς ἡγεμόνα τινὰ τοῦ σουλτάνου μετά τινος ἀφῖχθαι δυνάμεως καὶ διακλονεῖν τοὺς σποράδας τοῦ βασιλικοῦ στρατοῦ, ἀπέστειλεν ἐπ' αὐτοὺς Νικηφόρον μάγιστρον τὸν Βρυέννιον μετὰ τῆς ἀρκούσης δυνάμεως, ὃς καὶ συμβαλὼν αὐτοῖς οὐκ ἐνέδωκε μέν, ἐτραυματίσθησαν δὲ πολλοὶ τῶν σὺν αὐτῷ, οὐκ ὀλίγοι δὲ τούτων καὶ ἔπεσον, ῥωμαλεωτέρων φανέντων ἐκ τῆς συγκρίσεως τῶν πρώην ἐθάδων· θρασύτερον γὰρ προσρηγνύμενοι ἀγχεμάχοις ὅπλοις ἀντικαθίσαντο. Ὅθεν καὶ φόβῳ κατασεισθεὶς δύναμιν ἐζήτει παρὰ τοῦ βασιλέως. Ὁ δὲ καταγνοὺς αὐτοῦ δειλίαν– ἠγνόει γὰρ τὸ ἀληθές ἐκκλησίαν συστησάμενος ἐδημηγόρησε τὰ περὶ τοῦ πολέμου, ἐν δὲ τῷ μέσῳ καὶ τραχυτέρων ἥψατο λόγων. Καὶ ἐν τοσούτῳ ὁ ἱερεὺς ἐπεφώνησε τὴν τοῦ Εὐαγγελίου ἀνάγνωσιν. Εἶχε δὲ τὸ Εὐαγγέλιον, ἵνα τἆλλα παρῶ, εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἕως τοῦ δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ· ὃ καὶ ἐπισημηνάμενοι οἱ συνετώτεροι ἔδοξαν ἀψευδὲς τοῦτο καὶ θεοπρόπιον. Ζέοντος 146 δὲ τοῦ πολέμου ἐπαπέστειλεν ὁ βασιλεὺς καὶ Νικηφόρον μάγιστρον καὶ δοῦκα Θεοδοσιουπόλεως, τὸν Βασιλάκιον, μετὰ τῶν ἰθαγενῶν στρατιωτῶν. Προστεθέντος οὖν τῷ Βρυεννίῳ μέχρι τινὸς ἀκροβολισμοῖς ἰσοπαλὴς καὶ ἀμφήριστος ἦν ἡ μάχη. Συνθεμένων δὲ τῶν στρατιωτῶν ἀκολουθεῖν ὄπισθεν τῶν στρατηγῶν πρωταγωνιστεῖν αὐτὸς καθυπέσχετο, καὶ εὐθὺς ἐξορμήσας, νῶτα δεδωκότων τῶν ἐναντίων, ἐδίωκε. Τοῦ δὲ Βρυεννίου τοὺς ῥυτῆρας ἀνασχεῖν τοῖς περὶ αὐτὸν ἐγκελευσαμένου μόνος διώκων ὁ Βασιλάκιος ἦν ἀγνοίᾳ τοῦ πραχθέντος. Ἐπεὶ δὲ τῷ χάρακι τῶν ἐναντίων προσέμειξε, περιπαρέντος αὐτοῦ τοῦ ἵππου προσέσχε τῇ γῇ βάρος τῶν ὅπλων ἐπιφερόμενος. Διὸ καὶ περιχυθέντες οἱ πολέμιοι αἴρουσιν αὐτὸν ζωγρίαν καὶ πρὸς τὸν σουλτάνον ἀπάγουσι δέσμιον. Ὧ καὶ εἰς ὄψιν παραστὰς οὔτε ὡς δοῦλος ἤδη γεγονὼς οὔτε ὡς αἰχμάλωτος ἀπαχθεὶς τῷ σουλτάνῳ καθυπετάγη. Ἀλλ' οὔτε ὁ σουλτάνος εἴτε ὡς δούλῳ εἴτε ὡς αἰχμαλώτῳ προσηνέχθη αὐτῷ, συνεχῶς δὲ παριστῶν περὶ τοῦ βασιλέως τε ἐπηρώτα καὶ τὴν ἑαυτοῦ ἰσχὺν ἐπεδείκνυε καὶ εἰς ὀρρωδίαν καὶ πτοίαν ἐνέβαλλεν. Ὁ δὲ πάντα ἐπαινῶν καὶ μεγαλύνων τὰ αὐτοῦ τὸ ἀντιπαρατάξασθαι τῷ βασιλεῖ Ῥωμαίων ἀσύμφορον αὐτῷ συνεβούλευεν. Ἀλλ' οὕτω μὲν οὗτος· ὁ δὲ βασιλεὺς ἀναγκασθεὶς ἐξῄει μετὰ τῆς λοιπῆς πληθύος εἰς τὴν τῶν πραγμάτων θέαν. Μέχρι δὲ ἑσπέρας ἐπί τινων λόφων ἑστώς, ἐπείπερ οὐκ εἶδε τὸν ἀντικαθιστάμενον, ὑπέστρεψεν εἰς τὴν παρεμβολήν. Καὶ αὐτίκα περιχυθέντες οἱ Τοῦρκοι τόξων βολαῖς καὶ περιιππεύσεσι φόβον οὐ μικρὸν τῇ στρατιᾷ ἐνεποίησαν, ἐντὸς γενέσθαι τοῦ χάρακος βιαζόμενοι. Νὺξ ἦν ἀσέληνος, ὅτε ταῦτα ἐγίνετο, καὶ διάκρισις ὀθνείων τε καὶ γνωστῶν, φευγόντων τε καὶ διωκόντων οὐκ ἦν. Διὰ πάσης δὲ τῆς νυκτὸς περιηχοῦντες ἦσαν ὑλαγμοῖς ἀσήμοις τὸ στρατόπεδον, ὡς ἅπαντας διανυκτερεῦσαι ἠνεῳγμένοις καὶ ἀγρύπνοις τοῖς ὄμμασι. Πρωίας δὲ 147 γενομένης μοῖρά τις οὐζικὴ ἔξαρχον ἔχουσα Ταμῆν τινα Σκύθην οὕτως ὀνομαζόμενον, ὑπὸ Τορνικίῳ τῷ Κοτέρτζῃ ταττόμενον τοῖς ἐναντίοις προσερρύη· ὅπερ οὐκ εἰς μικρὰν ἀγωνίαν τοὺς Ῥωμαίους ἐνέβαλεν ὑποπτεύοντας καὶ τὸ λοιπὸν ἔθνος ὡς πολέμιον. Τινὲς δὲ τῶν πεζῶν ἐξιόντες Τούρκων ἀνεῖλον πολλοὺς βέλεσιν ἑκηβόλοις καὶ ἀγχεμάχοις ἀμυντηρίοις ὅπλοις, καὶ τῆς παρεμβολῆς ἐκστῆναι παρέπεισαν. Ὁ δὲ βασιλεὺς ταχυδρόμους ἀποστείλας εἰς τὸ Χλίατ τοὺς ἐκεῖσε ἡγεμόνας ἐκάλει μετὰ τῶν ὑπ' αὐτοῖς δυνάμεων, παραυτίκα θέλων ἀγχεμάχῳ πολέμῳ διακρῖναι τὰ πράγματα, καὶ ἀναμένων τὴν ἐξ αὐτῶν βοήθειαν τὸν καιρὸν τηνάλλως ἔτριβεν· ἦσαν γὰρ οἱ τῶν ἄλλων μάλιστα τὴν πυρρίχιον ἐκμεμελετηκότες ὄρχησιν. Ὡς δ' ἀπεγνώκει τὴν ἀπὸ τούτων βοήθειαν, κώλυμά τι εἶναι ὑποπτεύσας ἐσκέψατο μετὰ τῶν συνόντων εἰς τὴν ὑστεραίαν διαγωνίσασθαι. Ἠγνόει δὲ ἄρα ὡς ὁ Τραχανειώτης παραπείσας καὶ τὸν Ῥουσέλιον συνελθεῖν τῷ βασιλεῖ προθυμούμενον, μαθὼν τὴν τοῦ σουλτάνου ἄφιξιν καὶ τὴν αὐτοῦ κατὰ τοῦ βασιλέως ἐπέλευσιν, ἄρας τοὺς ἀμφ' αὐτὸν ἅπαντας διὰ τῆς Μεσοποταμίας φυγὰς ἀγεννῶς εἰς τὴν Ῥωμαίων ἐνέβαλε, μηδένα λόγον τοῦ δεσπότου μήτε μὴν τοῦ εἰκότος ὁ δείλαιος θέμενος. Ὁ γοῦν βασιλεὺς κατὰ τὸ συγκείμενον τὴν εἰς τὸν πόλεμον παρασκευὴν ἐς τὴν αὔριον ἐξαρτύσας τὰ κατ' αὐτὸν διετάττετο ἔτι τῆς βασιλείου σκηνῆς ἐντὸς καθιστάμενος, ὁπότε καὶ τὸ ἐκ τῶν συνόντων Σκυθῶν, τῶν Οὔζων φημί, δέος ἀφαιρούμενος ὅρκῳ συνήθει τῆς αὐτῶν θρησκείας αὐτοὺς κατησφαλίσατο. Ἐν ὅσῳ δὲ τὰ τοιαῦτα ἐπράττετο καὶ οἱ στρατιῶται κατὰ τάξεις καὶ λόχους ἐπὶ τῶν ἵππων ἐφίσταντο ἔνοπλοι, πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου τὴν εἰρήνην ἀμφοτέροις ἐπικηρυκευόμενοι. Ὁ δὲ βασιλεὺς ἐδέξατο μὲν αὐτοὺς καὶ λόγων αὐτοῖς κατὰ νόμον τῶν πρέσβεων μετέδωκεν, οὐ πάνυ δὲ τούτους φιλανθρώπως ἐδέξατο. Ὅμως δ' οὖν συνεπινεύσας καὶ σταυρὸν αὐτοῖς ἐπιδέδωκεν, ἵνα 148 τῇ ἐπιδείξει τούτου ἀβλαβεῖς πρὸς αὐτὸν ὑποστρέψωσι κομίζοντες ἀγγελίας, ἃς ἂν ἐκ τοῦ σουλτάνου πύθοιντο. Δεδήλωκε γὰρ τῷ ἀνελπίστῳ τοῦ μηνύματος ἐπαρθείς, ἵν' ὁ σουλτάνος καταλιπὼν τὸν τόπον τῆς ἰδίας παρεμβολῆς πορρωτέρω στρατοπεδεύσηται· ὁ δὲ βασιλεὺς ἐν ἐκείνῳ τῷ τόπῳ, ὃς τὸν σουλτάνον εἶχε πρότερον, ἐπικαταπήξει τὸν χάρακα καὶ τηνικαῦτα πρὸς συμβιβάσεις αὐτῷ χωρήσει. Ἔλαθε δὲ τὴν νίκην ὑπὸ ὑψηλοφροσύνης τοῖς ἐναντίοις καταπροέμενος, καθὼς οἱ τὰ τοιαῦτα διακριβοῦντες συμβάλλουσι, τὸ νικητικώτατον σύμβολον, τὸν σταυρόν, ἀποστείλας αὐτῷ. Οὔπω τέλος ἔσχεν οὐδ' ἀναμονὴν ἡ τῶν πρέσβεων ἄφιξις, καί τινες τῶν ἐγγυτάτων τῷ βασιλεῖ πείθουσιν αὐτὸν ἀποβαλέσθαι τὴν εἰρήνην ὡς ψευδομένην τὸ ἔργον καὶ ἀπατῶσαν μᾶλλον ἢ τὸ συμφέρον ἐθέλουσαν· δεδιέναι γὰρ ὑπελάμβανον τὸν σουλτάνον διὰ τὸ μὴ ἀξιόλογον ἔχειν δύναμιν καὶ περιμένειν τοὺς κατόπιν ἀφιξομένους καὶ τῷ προσχήματι τῆς εἰρήνης μετεωρίζειν τὸν χρόνον. Οἱ μὲν οὖν περὶ τὸν σουλτάνον κατὰ σφᾶς αὐτούς, ἐπανελθόντων τῶν πρέσβεων, τὰ περὶ τῆς εἰρήνης ὡμίλουν καὶ ταύτην ὁλοσχερῶς ἐπραγματεύοντο, ὁ δὲ βασιλεὺς ἀκηρυκτὶ σαλπίσας τὸ ἐνυάλιον τὸν μόθον παραλόγως ἐκρότησε. Καταλαβοῦσα δ' ἡ φήμη τοὺς ἐναντίους ἐξέπληξε. Τέως δ' οὖν καθοπλισάμενοι καὶ αὐτοὶ τὸ ἄχρηστον πλῆθος εἰς τοὐπίσω προσήλαυνον, αὐτοὶ δὲ κατόπιν ἐδίδουν φαντασίαν πολεμικῆς παρατάξεως· τὸ δὲ πλεῖον φυγή τις κατεῖχεν αὐτοὺς συντεταγμένας ἰδόντας τῶν Ῥωμαίων τὰς φάλαγγας ἐν τάξει καὶ κόσμῳ πολεμικῆς παρατάξεως. Καὶ οἱ μὲν προῄεσαν εἰς τοὐπίσω, ὁ δὲ βασιλεὺς πανστρατιᾷ κατόπιν αὐτῶν ἐπεδίωκεν, ἕως ἄρα καιρὸς δείλης ὀψίας κατέλαβεν. Ἐπεὶ δ' ὁ βασιλεὺς τοὺς ἀντιτεταγμένους οὐκ εἶχε καὶ ἀντιπολεμοῦντας, τὴν δὲ παρεμβολὴν ἐψιλωμένην στρατιωτῶν καὶ πεζοφυλάκων ἐγίνωσκε διὰ τὸ μηδ' εὐπορεῖν ἱκανοῦ πλήθους, ὥστε καὶ 149 παρατάξεις ἐν ταύτῃ καταλιπεῖν ἤδη προεξαντληθέντων τῶν ταγμάτων ὡς προδιείληπται ἔγνω μὴ πλεῖον ἐπιτεῖναι τὴν δίωξιν, ἵνα μὴ ταύτῃ ἀφυλάκτῳ οἱ Τοῦρκοι ἐπίθωνται, καὶ ἅμα διασκοπῶν ὡς, εἰ ἐπὶ πλεῖον ἐκμακρυνθείη, καταλήψεται αὐτὸν ἡ νύξ, καὶ τηνικαῦτα οἱ Τοῦρκοι παλίντροπον θήσουσι τὴν φυγὴν ἑκηβόλοι τυγχάνοντες. Διὰ δὴ ταῦτα καὶ τὴν βασιλικὴν σημαίαν ἐπιστρέψας νόστου ἐπιμνησθῆναι παρήγγειλεν. Οἱ δὲ πόρρω τὰς φάλαγγας ἔχοντες στρατιῶται, τὰς σημαίας ἰδόντες ὀπισθορμήτους ἧτταν εἶναι τὸ πρᾶγμα βασιλικὴν ὑπετόπασαν. Μᾶλλον δέ τις τῶν ἐφεδρευόντων αὐτῷ, Ἀνδρόνικος ὁ τοῦ καίσαρος μὲν υἱός, τῶν δὲ βασιλέων ἐξάδελφος, προβεβουλευμένην ἔχων τὴν ἐπιβουλὴν αὐτὸς δι' ἑαυτοῦ τὸν τοιοῦτον λόγον ὑπέσπειρε καὶ τοὺς περὶ αὐτὸν στρατιώτας ἀναλαβὼν ταχὺ τῇ παρεμβολῇ ἐπεφοίτησεν. Ὃν καὶ οἱ λοιποὶ μιμησάμενοι εἷς καθεὶς τὴν φυγὴν ἀμαχητὶ ἠσπάσαντο. Ὁ δὲ βασιλεὺς ἰδὼν τὸ παράλογον ἔστη τὴν τῶν οἰκείων φυγήν, ὡς ἔθος, ἀνακαλούμενος. Ἦν δὲ ὁ ἐπακούων οὐδείς. Τῶν δ' ἐναντίων οἱ ἐπὶ λόφων ἱστάμενοι τὸ παράλογον ἰδόντες ἐξαίφνης τῶν Ῥωμαίων ἀτύχημα τῷ σουλτάνῳ σπουδῇ ἀπαγγέλλουσι τὸ ὁρώμενον καὶ τὴν ἐπιστροφὴν αὐτῷ κατεπείγουσι, φεύγοντι καὶ αὐτῷ ἤδη καὶ μακρὰν τῆς οἰκείας γενομένῳ ἐπαύλεως. Εὐθὺς οὖν ἐπανελθόντος αὐτοῦ μάχη τις ἀθρόα τῷ βασιλεῖ προσρήγνυται. Κελεύσας δὲ τοὺς ἀμφ' αὐτὸν μὴ ἐνδοῦναι μηδὲ μαλακόν τι παθεῖν, ἀλλ' ἄνδρας ἀγαθοὺς φανῆναι, ἠμύνατο μὲν ἐρρωμένως μέχρι πολλοῦ Ἐν τοσούτῳ δὲ τῆς τῶν ἄλλων φυγῆς περιαντλησάσης ἔξω τὸν χάρακα λόγος σαφὴς οὐκ ἠκούετο, ἄλλων ἄλλοτε ἄλλα ἀφηγουμένων, τῶν μὲν τροπήν, τῶν δὲ νίκην ἀπαγγελλόντων καὶ καταλεγόντων ἄσημά τε καὶ ἀδιάγνωστα, ἕως καὶ τῶν Καππαδοκῶν τινες ἤρξαντο αὐτοῦ καὶ αὐτοὶ ἀποφοιτᾶν κατὰ φατρίας καὶ συμμορίας. Πολλοὶ δὲ καὶ τῶν βασιλικῶν 150 ἱπποκόμων σὺν τοῖς ἵπποις ὑπέστρεφον, μὴ ἰδεῖν τὸν βασιλέα διενιστάμενοι. Καὶ ἦν σεισμὸς οἷον καὶ ὀδυρμὸς καὶ φόβος ἀκίχητος, καὶ οἱ Τοῦρκοι πανταχόθεν ἐπιρρέοντες. Ὅθεν καὶ ἕκαστος, ὡς εἶχεν ὁρμῆς, ἑαυτῷ τὴν σωτηρίαν ἐπραγματεύετο. Ἐπιδιώκοντες δὲ οἱ ἐναντίοι οὓς μὲν ἀνῄρουν, οὓς δὲ ζωγρίᾳ εἷλον, ἑτέρους δὲ συνεπάτουν. Καὶ ἦν τὸ πρᾶγμα λίαν ἐπώδυνον καὶ πάντα θρῆνον ὑπερβάλλον καὶ κοπετόν. Τὸν δὲ βασιλέα περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ' ἅτε στρατιωτικῶν καὶ πολεμικῶν εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς καρτερῶς ἠμύνατο, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα, τοῦ τε ἵππου κατακοντισθέντος ἐκ ποδὸς ἱστάμενος διεμάχετο. Καμὼν δ' ὅμως πρὸς ἑσπέραν ἁλώσιμος φεῦ τοῦ πάθους καὶ αἰχμάλωτος ὁ περιώνυμος βασιλεὺς Ῥωμαίων γίνεται. Καὶ τῇ μὲν νυκτὶ ἐκείνῃ ἐπ' ἴσης τοῖς πολλοῖς ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδαρθε, μυρίοις περικλυζόμενος λυπηρῶν κύμασι. Τῇ δ' ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βασιλέως ἁλώσεως χαρά τις ἄπληστος καὶ ἀπιστία κατέσχεν αὐτὸν οἰόμενον, ὥσπερ καὶ ἦν, μετὰ νίκην τοσούτου καὶ τηλικούτου στρατοῦ καὶ αὐτὸν τὸν βασιλέα ἁλώσιμον λαβεῖν καὶ ὑποχείριον. Ἀνθρωπίνως δὲ ὅμως τὸ γεγονὸς λογισάμενος καὶ τὴν νίκην μετριοφρόνως ἐνεγκὼν καὶ τὸ γεγονὸς εὐτύχημα συστολὴν μᾶλλον καὶ ψυχῆς ἀγαθῆς ἔνδειξιν καὶ τρόπων καλοκαγαθίας μεστῶν θέμενος, Θεῷ τὸ πᾶν ἀνετίθει, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτοῦ ἰσχὺν ἀποτελέσας τρόπαιον. Διὰ τοῦτο καὶ προσαχθέντος τῷ σουλτάνῳ Ἀξὰν τοῦ βασιλέως Ῥωμαίων ἐν εὐτελεῖ καὶ στρατιωτικῇ ἀμπεχόνῃ διαπορῶν ἦν καὶ περὶ τούτου μαρτυρίαν ζητῶν. Ὡς δ' ἐπληροφορήθη παρὰ τῶν πρέσβεων καὶ τοῦ Βασιλακίου, πεσόντος μὲν πρὸ τῶν ποδῶν αὐτοῦ, οἰκτρὸν δέ τι καὶ γοερὸν ἀνοιμώξαντος, εὐθὺς ὥσπερ ἐμμανὴς ἀνέθορε τοῦ θρόνου καὶ ἔστη 151 ὀρθός. Τεθέντα τοῦν ὅμως πρὸ τῶν ποδῶν αὐτοῦ, πατήσας, ὥσπερ ἔθος, καὶ ἀναστήσας καὶ περιπτυξάμενος μὴ δέδιθι ἔφη ὦ βασιλεῦ, ἀλλ' εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομιλήσεις κινδύνῳ σωματικῷ, τιμηθήσῃ δ' ἀξίως τῆς τοῦ κράτους ὑπεροχῆς. Ἄφρων γὰρ ἐμοὶ λογίζεται ἐκεῖνος, ὁ μὴ τὰς ἀπροόπτους τύχας ἐξ ἀντεπιφορᾶς λογιζόμενός τε καὶ εὐλαβούμενος. Ἐπιτάξας οὖν αὐτῷ σκηνὴν ἀποταχθῆναι καὶ θεραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν τηνικαῦτα καὶ ὁμοδίαιτον ἀπειργάσατο, μὴ παρὰ μέρος καθίσας, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκκρίτου τάξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. Δὶς τῆς ἡμέρας συνερχόμενος αὐτῷ καὶ συλλαλῶν καὶ παρακλήσεσιν ἀνακτώμενος, μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων ἐκοινώνει αὐτῷ λόγων τε καὶ ἁλῶν μηδ' ἄχρι καὶ βραχυτάτου λόγου πρὸς τοῦτον πεπαρῳνηκώς, περί τινων δὲ δοκούντων σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας. Διερωτήσαντος δὲ μιᾷ τῶν ἡμερῶν τοῦ σουλτάνου τὸν βασιλέα τί ἂν ἔδρασας, εἰ ἔσχες ἐμὲ ὑποχείριον; ἀνυποκρίτως καὶ ἀθωπεύτως ὁ βασιλεὺς ἀπεκρίνατο ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπάνησα ἄν σου τὸ σῶμα γίνωσκε. Ἀλλ' ἐγὼ φησὶν ὁ σουλτάνος οὐ μιμήσομαί σου τὸ αὐστηρὸν καὶ ἀπότομον. Πλὴν ἀκούω ὅτι καὶ ὁ ὑμέτερος Χριστὸς εἰρήνην ὑμῖν νομοθετεῖ καὶ ἀμνηστίαν κακῶν καὶ τοῖς ὑπερηφάνοις ἀντικαθίσταται, τοῖς ταπεινοῖς δὲ δίδωσι χάριν. Μετὰ τοῦτο γοῦν σπονδὰς ποιησάμενοι καὶ συνθήκας εἰρηνικὰς διηνεκεῖς καὶ κῆδος ἐπὶ τοῖς παισὶ συστησάμενοι καὶ τὰ δίκαια ἑκάστης ἐπικρατείας, ἃ ἦν ἐξ ἀρχῆς, θέμενοι, φιλίως τε ἀλλήλοις προσμίγνυσθαι, μηκέτι δὲ λεηλασίας τῆς τῶν Ῥωμαίων ἐπικρατείας παρ' οὑτινοσοῦν τῶν Τούρκων γίνεσθαι ὑποστραφῆναί τε πάντας τοὺς ὅσοι ποτὲ κατὰ Ῥωμαίων ἐστάλησαν καὶ τὴν αἰχμαλωσίαν ἅπασαν καὶ μάλιστα τὸ προέχον τῶν Ῥωμαίων καὶ ἔκκριτον, δεξίωσιν ἁδρὰν τοῦ βασιλέως προσομολογήσαντος τῷ σουλτάνῳ. Ἐσφάγησαν δὲ τηνι 152 καῦτα Λέων ὁ ἐπὶ τῶν δεήσεων καὶ ὁ μάγιστρος Εὐστράτιος καὶ πρωτασηκρῆτις ὁ Χοιροσφάκτης, ἑάλω δὲ καὶ ὁ πρωτοβεστιάριος Βασίλειος ὁ Μαλέσης. Μετὰ δὲ τὸ ταῦτα οὕτω πραχθῆναί τε καὶ συμφωνηθῆναι ἀπέλυσεν ὁ σουλτάνος τὸν βασιλέα σὺν πολλῇ περιπλοκῇ καὶ συντακτηρίῳ τιμῇ προσεπιδοὺς καὶ τῶν οἰκείων πρέσβεις. Κατείχετο δὲ τὸ Μαντζικίερτ ὑπὸ Ῥωμαίων. Ὡς δ' ὁ βασιλεὺς ἀπολυθεὶς ἐπανῆλθε, δι' ἄλλης ὁδοῦ ἀφέντες ἐκεῖνοι νυκτὸς ἔφυγον, περιτυχόντες δὲ πολεμίοις ἐκινδύνευσαν. Ὁ δὲ βασιλεὺς κατηντηκὼς εἰς Θεοδοσιούπολιν μετὰ τουρκικῆς σουλτανικῆς στολῆς ὑπεδέχθη φιλοτίμως. Ἡμέρας δέ τινας ἐκεῖσε διεκαρτέρησε τὴν χεῖρα θεραπευόμενος καὶ ἑαυτὸν ἀνακτώμενος καὶ πάλιν μεθαρμόζων πρὸς τὸ ῥωμαϊκώτερον, ὡς ἐνῆν. Ἄρας δ' ἐκεῖθεν διῄει τὰς ἰβηρικὰς κώμας· συνῆσαν δ' αὐτῷ καὶ οἱ ἐκ τοῦ σουλτάνου πρέσβεις. Κἀκεῖθεν προσελαύνει μέχρι Κολωνείας αὐτῆς. Γενομένου δὲ ἐν τῷ Μελισσοπετρίῳ Παῦλος πρόεδρος, ὁ τῆς Ἐδέσσης κατεπάνω, νύκτωρ αὐτὸν καταλιπὼν εἰς Κωνσταντινούπολιν ἀπέδρα, προμαθὼν τὰ ἐκεῖσε καττυόμενα. Ἰωάννης γὰρ ὁ καῖσαρ καὶ οἱ τούτου υἱεῖς καὶ τῆς συγκλήτου ὅσοι τὰ αὐτὰ ἐφρόνουν, τὴν μὲν βασιλίδα ὑπερόριον τίθενται εἰς τὸ παρ' αὐτῆς συστὰν φροντιστήριον, Πιπερούδιον οὕτω καλούμενον, ἀποκείραντες καὶ μὴ βουλομένην, τὸν δὲ Μιχαὴλ μόναρχον ἀναγορεύσαντες αὐτοκράτορα ἔγραψαν ἁπανταχοῦ ἐπανιόντα τὸν βασιλέα μὴ ὑποδέξασθαι μήτε ὡς βασιλέα τιμῆσαι. Ἤρξατο δὲ τῆς ἀποκηρύξεως πρῶτος ὁ τῶν φιλοσόφων ὕπατος, ὁ Ψελλός, καθὼς καὶ αὐτὸς ἔν τινι τῶν ἰδίων συγγραμμάτων μεγαλαυχεῖ. Λέγεται δὲ ὅτι καὶ αὐτὴ ἡ βασιλὶς τοῦ αὐτοῦ σκοποῦ ἦν, ὥστε μὴ προσδέξασθαι τὸν Διογένην ἐπανιόντα. Ἀπτέρῳ δὲ τάχει μαθὼν τοῦτο ὁ Διογένης, καὶ πληροφορηθεὶς ὅτι κοινῶς ἀποκεκήρυκται, φρούριόν τι κατασχών, Δόκειαν ὀνομαζόμενον, ἐκεῖσε ἐστρατοπεδεύσατο. Ὁ δὲ καῖσαρ τὰ τῆς βασιλείας, ὡς ἐδόκει, ἄριστα κρατυνόμενος, 153 τὸν πρόεδρον Κωνσταντῖνον, τὸν βραχύτερον τῶν υἱέων, μετὰ δυνάμεως ἁδρᾶς κατὰ τοῦ Διογένους ἀφίησιν, ὃς καὶ ἑνωθεὶς αὐτῷ ἐν τῇ Δοκείᾳ ἀπεδειλία τὸν πόλεμον. Ὁρῶν δὲ ὁ Διογένης ὑπερτεροῦντα τοῦ Κωνσταντίνου ἑαυτόν, ἄρας ἐκεῖθεν ἀφικνεῖται εἰς Καππαδοκίαν. Ἐν τοσούτῳ δὲ πλῆθος Φράγκων τῷ Κωνσταντίνῳ προσγίνεται, καὶ Κρισπῖνος αὐτὸς μετὰ τῶν ὁμογενῶν, ὃν ἀνιὼν ὁ Διογένης ἐν Ἀβύδῳ περιώρισε πρότερον. Θεόδωρον οὖν πρόεδρον τὸν Ἀλυάτην, ἄνδρα γενναῖον καὶ ἐπιφανῆ, μεγέθει τε καὶ θέᾳ θαυμασιώτατον, στέλλει κατ' αὐτῶν. Ἐρρωμένως δ' ἀντιταξαμένων τῶν περὶ τὸν Κωνσταντῖνον ἡττῶνται οἱ περὶ τὸν Ἀλυάτην, ἁλίσκεται δὲ καὶ αὐτὸς καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται σκηνικοῖς σιδήροις. Περιώδυνος δὲ ὁ Διογένης ἐπὶ τοῖς συμβεβηκόσι γεγονὼς εἰς τὴν Καππαδοκίαν ἐνέβαλε, πανταχόθεν τὸ στρατιωτικὸν προσκαλούμενος. Αὐτὸς δὲ διῆγεν ἐν τῷ Τυροποιῷ, φρούριον δὲ τοῦτο λίαν ἰσχυρὸν καὶ ἀπόκρημνον. Προσκαλεσάμενος οὖν ὁ Κωνσταντῖνος καὶ τὸν Ἀντιοχείας δοῦκα, τὸν Χατατούριον, σύμμαχον κατὰ τοῦ Διογένους οὐκ ἔσχεν ὑπακούοντα· προσέθετο γὰρ τῷ Διογένει. Καὶ τοῦτον παραλαβὼν παραγίνεται εἰς Κιλικίαν, ἔνθα καὶ προσεκαρτέρει τὴν ἀπὸ τοῦ σουλτάνου ἀναμένων βοήθειαν, ὁμοῦ δὲ καὶ διὰ τὸν χειμῶνα διάγων ἐκεῖσε, ἀλεεινοτέραν τὴν Κιλικίαν ἐπιστάμενος, καὶ πάλιν πρὸς συλλογὴν στρατοῦ ἑαυτὸν ἀπησχόλει. Ὁ δέ γε Κωνσταντῖνος μετὰ τὸ τὸν Διογένην ὑποχωρῆσαι ὑπέστρεψεν εἰς τὸ Βυζάντιον. Ἀντ' ἐκείνου δὲ στέλλεται κατὰ τοῦ Διογένους ὁ πρόεδρος Ἀνδρόνικος, ὁ τοῦ καίσαρος υἱός. Διανείμας δὲ τοῖς στρατιώταις σιτηρέσια, διὰ τῆς κλεισούρας τοῦ Ποδανδοῦ ἀφικνεῖται εἰς Κιλικίαν, ἔνθα συναντᾷ αὐτῷ ὁ Χατατούριος, ὃν καὶ πρὸς βραχὺ μαχεσάμενον ἀναιροῦσιν οἱ τοῦ Ἀνδρονίκου. Τῶν δὲ ἄλλων συμφυγόντων εἰς Ἄδαναν, ἔνθα καὶ ὁ Διογένης διέτριβε, πολιορκίᾳ τὴν πόλιν διέλαβεν ὁ Ἀνδρόνικος. Συνθηκῶν δὲ γενομένων ἐφ' ᾧ τὸν Διογένην ἀποθέσθαι τὴν βασιλείαν τὴν τρίχα τε καρέντα διάγειν ἰδιωτικῶς, ἔξεισι τοῦ κάστρου μελανειμο 154 νῶν καὶ τὰ καθ' ἑαυτὸν ἀποκλαιόμενος. Νόστου δὲ εὐθὺς μιμνήσκεται ὁ Ἀνδρόνικος καὶ τὸν Διογένην μεθ' ἑαυτοῦ ἐφελκόμενος μελανειμονοῦντα, ἐν εὐτελεῖ ὑποζυγίῳ ὀχούμενον δι' ἐκείνων τῶν κωμῶν καὶ τῶν χωρῶν αἷς τὸ πρὶν ἰσόθεος ἐγνωρίζετο. Μέχρι δὲ τοῦ Κοτυαείου τὴν ὁδοιπορίαν ὀδυνηρῶς ποιησάμενος ἦν γὰρ νοσηλευόμενος ἀπὸ κοιλιακῆς διαθέσεως ἐκ κωνείου προποθέντος αὐτῷ ἐξ ἐπιβουλῆς ἐπιγενομένης– ἐκεῖσε κατεσχέθη, ἄχρις ἂν ἐκ βασιλέως τὸ ποιητέον αὐτῷ ὁρισθῇ. Ἀλλ' ἧκεν ἡμέραις ὕστερον ἡ κατὰ τοῦ μάτην δυστυχοῦντος ἀπόφασις διοριζομένη τοὺς ὀφθαλμοὺς αὐτοῦ διορυγῆναι. Οὓς καὶ παραυτίκα ἐξορύττεται τῶν ἀρχιερέων, τῶν ἐπὶ τῷ δοῦναι λόγον συμπαθείας ἐσταλμένων, μηδόλως ἐπαρηξάντων αὐτῷ· οἵτινες ἦσαν ὅ τε Χαλκηδόνος, ὁ Ἡρακλείας καὶ ὁ Κολωνείας Θεόφιλος, οὓς καὶ τῶν ὅρκων ὑπεμίμνησκε καὶ τῶν ἐκ τοῦ θείου νεμέσεων. Οἱ δέ, καίπερ βοηθῆσαι προαιρούμενοι, ἀσθενῶς εἶχον καὶ ἀδυνάτως ἀνδρῶν ὠμηστῶν καὶ ἀπηνῶν ἀναρπασάντων αὐτὸν καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξορυξάντων ἀνηλεῶς καὶ ἀφιλανθρώπως. Προσενεχθεὶς δὲ ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι τῆς Προποντίδος ὥσπερ πτῶμα σεσηπός, τοὺς ὀφθαλμοὺς ἔχων ἐξορωρυγμένους, τὴν δὲ κεφαλὴν καὶ τὸ πρόσωπον ἐξῳδηκός, σκωλήκων βρύον καὶ δυσωδίας, ἡμέρας ὀλίγας ἐπιβιοὺς ἐπωδύνως καὶ πρὸ τῆς τελευτῆς ὀδωδώς, ἀπολείπει τὸν βίον τῇ νήσῳ τῇ Πρώτῃ τὸν χοῦν ἀποθέμενος, ἔνθα νέον ἐκεῖνος ἐδείματο φροντιστήριον, κηδευθεὶς πολυτελῶς παρὰ τῆς ὁμευνέτιδος καὶ βασιλίδος Εὐδοκίας, μνήμην καταλιπὼν πειρασμῶν καὶ δυστυχημάτων ὑπερβαινόντων ἀκρόασιν. Ἐπὶ δὲ τοῖς τοσούτοις καὶ τηλικούτοις κακοῖς οὐδὲν βλάσφημον ἢ ἀπόφημον ἐφθέγξατο, εὐχαριστῶν δὲ διετέλει, φέρων εὐμαρῶς τὰ προσπίπτοντα. Λέγεται δὲ τὰ εἰς αὐτὸν πραχθέντα γνώμης 155 ἄτερ τοῦ βασιλέως γενέσθαι Μιχαήλ, ὡς ὕστερον αὐτὸς ἐνωμότως διισχυρίζετο, τοῦ καίσαρος ὑπὸ σκότῳ καὶ ἀφανείᾳ ταῦτα τελεσιουργοῦντος καὶ διαταττομένου. Οὗτος ὁ βασιλεὺς καὶ τὴν ἐπισκοπὴν Ναζιανζοῦ εἰς μητροπόλεως ἀνεβίβασε δίκαιον. Ἐβασίλευσε δὲ ἄχρι τῆς αἰχμαλωσίας αὐτοῦ ἔτη τρία καὶ μῆνας ὀκτώ. Τοῦτον δὲ τὸν τρόπον ὁ Μιχαὴλ τὴν βασιλείαν διαδεξάμενος ἐπιεικής τε ἐδόκει καὶ γέρων ἐν νέοις διὰ τὸ παρειμένον καὶ ἀναπεπτωκὸς καὶ ἁπαλόν. Προσελάβετο δὲ διὰ τοῦτο Ἰωάννην τὸν τῆς Σίδης μητροπολίτην εἰς τὸ τὰ κοινὰ διοικεῖν, εὐνοῦχον μὲν τὴν φύσιν, δραστήριον δὲ καὶ ἀμφιδέξιον, πρωτοπρόεδρον τῶν πρωτοσυγκέλλων τυγχάνοντα, ἄνδρα πᾶσι τοῖς ἀγαθοῖς σεμνυνόμενον. Ὅθεν τὸ τοῦ βασιλέως ἔκλυτον καὶ περὶ τὸ διοικεῖν τὰ κοινά, ὡς εἰπεῖν, θῆλυ καὶ ἀναπεπτωκὸς καὶ ἀδέξιον ὁ τούτου τρόπος καὶ ἡ περὶ ταῦτα ἐντρέχεια καὶ σπουδὴ ἐπεκόσμει τε καὶ κατήρτυε. Παρεμίγη δὲ τῷ σίτῳ τούτῳ καὶ ζιζάνιον. Ἦν γάρ τις εὐνοῦχος Νικηφόρος ὄνομα, ὃν ὑποκορίζοντες Νικηφορίτζην ὠνόμαζον, ἐκ Βουκελλαρίων ἕλκων τὸ γένος, δεινὸς ἐπινοῆσαι συγχύσεις καὶ ῥάψαι πράγματα καὶ τρικυμίας ἐγεῖραι καὶ ἀκαταστασίας ἐν γαλήνῃ καὶ καταστάσει ἐπενεγκεῖν. Ὃς εἰς τάξιν σεκρετικοῦ τῷ πατρὶ τοῦ Μιχαὴλ ὑπηρετησάμενος, ἐπεὶ σκαιὸς καὶ διαβολεὺς ἐφάνη καὶ σοφιστὴς τῶν κακῶν κερδαλέος καὶ τῷ βασιλεῖ κατὰ τῆς βασιλίδος μοιχείας ἔγκλημα ὑποψιθυρίσας φθόνῳ τοῦ συνεξυπηρετουμένου, δοὺξ δὲ Ἀντιοχείας ἀναδειχθεὶς καὶ ἅπαξ καὶ δεύτερον μυρίων ὀχλήσεων καὶ ταραχῶν τῇ Συρίᾳ γέγονεν αἴτιος. Ὅμως δ' οὖν κατηγορηθείς, συλληφθεὶς ἐκεῖσε τῇ τοῦ αἵματος φρουρᾷ παραδίδοται, καὶ ἦν ἔμφρουρος ἐπὶ χρόνον τινὰ ὁ πρὶν περίδοξος γνωριζόμενος. Ἀναρρυσθεὶς δὲ τῇ τοῦ Διογένους ἀναγορεύσει καὶ εἰς νῆσόν τινα ἐξορισθείς, ὑποσχέσει χρημάτων δικαστὴς Ἑλλάδος καὶ Πελοποννήσου προβέβληται 156 καὶ τὰ κατ' ἐκείνην ἦν διοικῶν. Τοῦτον ἐπὶ κακῷ τῆς τῶν Ῥωμαίων ἀρχῆς ὁ βασιλεὺς Μιχαὴλ μεταπεμψάμενος εἰς τὴν τῶν κοινῶν διοίκησιν κατεστήσατο, λογοθέτην αὐτὸν προβαλλόμενος. Γίνεται οὖν ὁ βασιλεὺς ἁλώσιμος ταῖς αὐτοῦ τερατείαις καὶ μαγγανείαις, οἷα μὴ εὐμοιρῶν φρονήματος ἀνδρείου καὶ σταθηροῦ. Διὸ καὶ ἐξωθεῖται μὲν ὁ Σίδης, πάντα δὲ αὐτὸς εἰς ἑαυτὸν ἀναδέχεται ἀθύρμασι τοῦ Μιχαὴλ καὶ παιδιαῖς παιδαριώδεσι προσκειμένου, τοῦ ὑπάτου τῶν φιλοσόφων, τοῦ Ψελλοῦ, πρὸς ἅπαν ἔργον ἀδέξιον καὶ ἄπρακτον αὐτὸν ἀπεργασαμένου. Παραγκωνίζεται δὲ καὶ τὸν τοῦ βασιλεύοντος θεῖον, Ἰωάννην τὸν καίσαρα, καὶ τῷ ἀνεψιῷ καὶ βασιλεῖ ὕποπτον ἀπεργάζεται. Καὶ πάντας ἁπλῶς τοὺς οἰκειοτάτους ὡς πολεμιωτάτους συκοφαντεῖ καὶ πάντων ἀποξενοῖ τὴν τοῦ βασιλέως διάθεσιν καὶ ὅλον τὸν μειρακίσκον ὑποποιεῖται ἄνακτα. Κἀκεῖνο πᾶσι βασιλικὸν ἐνομίζετο πρόσταγμα, ὃ τῷ μηχανορράφῳ τούτῳ ἐδόκει. Ἐντεῦθεν κατηγορίαι καὶ ἀπαιτήσεις ἀθῴων καὶ ἀκατακρίτων ἀνδρῶν, καὶ τίσεις ἀχρεωστήτων καὶ κρίσεις τῷ δημοσίῳ τὸ πλέον, οὐ τῷ δικαίῳ, βραβεύουσαι, ἀφ' ὧν δημεύσεις καθολικαί τε καὶ μερικαί, κατηγορίαι συχναὶ καὶ πίστις εὐθὺς ἀπαραλόγιστος, καὶ τῶν πασχόντων θρῆνος ἐλεεινὸς καὶ τῶν γυμνουμένων κωκυτὸς ἀφόρητος καὶ πολύδακρυς. Ἀλλὰ τούτων οὕτω γινομένων, θεήλατος ὀργὴ τὴν ἑῴαν κατειλήφει. Τῶν γὰρ πρὸς Διογένην εἰρηνικῶν συμφώνων ἀργῶν μεινάντων καὶ ἀπράκτων θυμῷ συνεχόμενοι οἱ Τοῦρκοι ἐφ' οἷς, ὃν αὐτοὶ ὡς ἐχθρὸν εἰληφότες καὶ ὑποχείριον πάσης κομιδῆς καὶ τιμῆς ἠξιώκασι καὶ τῇ ἰδίᾳ ἐπικρατείᾳ αὖθις ἀποκατέστησαν, τούτῳ οἱ οἰκεῖοι μανιωδῶς ὡς ἐχθρῷ προσενεχθέντες ἀσπόνδῳ, ἃ παρ' αὐτοῖς ἐχρῆν αὐτὸν παθεῖν, οἱ γνωστοὶ καὶ συγγενεῖς καὶ τοῖς τῆς εἰρήνης νόμοις ἀγόμενοι διαπεπράχασι καὶ οἰκτίστῳ καὶ ἐπωδύνῳ θανάτῳ παραδεδώκασιν ὑπερήλγουν γὰρ αὐτῷ καὶ οἱ ἀλλότριοι διὰ τὸ πλῆθος τῶν δεινῶν καὶ τὸ τῆς συμφορᾶς ἀπαρηγόρητον 157 ἄραντες ἐκ Περσίδος παμπληθεῖ, ὡς μηδενὸς ὄντος τοῦ κωλύοντος, τοῖς ῥωμαϊκοῖς ἐπιστρατεύουσι θέμασι καὶ ταῦτα κατελυμήναντο, οὐ σποράδες ἐπιφοιτῶντες ὡς τὸ πρὶν καὶ φυγάδες αὐτόχρημα, μᾶλλον δὲ ὡς δεσπόται τῶν προστυχόντων κατακυριεύοντες. Ταῦτα διενωτιζόμενος ὁ βασιλεύων, συναγείρας στρατόπεδον ἱκανὸν στρατηγὸν αὐτῷ ἐφίστησι τὸν Κομνηνὸν Ἰσαάκιον. Συνίστησι δ' αὐτῷ καὶ Ῥουσέλιον τὸν Λατῖνον μετὰ φραγκικοῦ συντάγματος εἰς τετρακοσίους Φράγκους ἀναβαίνοντος. Ἐν τῷ Ἰκονίῳ δὲ τοῦ στρατοπέδου γενομένου παντός, φιλονεικίας συμβάσης τινός, ἀποστατεῖ τηνικαῦτα ὁ Ῥουσέλιος προφανῶς καὶ τοὺς Φράγκους παραλαβὼν ἑτέραν ἐτράπετο καὶ τὰ καθ' ἑαυτὸν τῷ ἰδίῳ ἐπιτρέπει θελήματι. Ἀνελθὼν δὲ εἰς Μελιτηνήν, Τούρκοις περιτυχὼν ἀριστεύει ἐξ ἐφόδου τούτοις ἐπεισπεσών. Τὸ δὲ λοιπὸν στράτευμα τῇ Καισαρέων παραβάλλει. Σκεψάμενος δὲ ὁ Κομνηνὸς τοῖς ἐναντίοις ἐξ ἐφόδου προσβαλεῖν προῄει μὲν διὰ τῆς νυκτός, ὡς ἂν ἀπαρασκεύοις ἐμπέσῃ αὐτοῖς, τὸ δ' ἐναντίον πάσχει τῆς οἰκείας βουλῆς· ἐμπαρασκεύοις γὰρ καὶ ἡτοιμασμένοις ἐντυγχάνει αὐτοῖς. Συρρήγνυσι δὲ τούτοις καὶ μὴ βουλόμενος καὶ ἡττᾶται εὐθὺς καὶ αἰχμάλωτος αὐτίκα γίνεται. Ἁλίσκεται δὲ καὶ τὰ ἐν τῷ χάρακι ἅπαντα, πολλῶν μὲν Ῥωμαίων πεσόντων, ζωγρίᾳ δὲ ληφθέντων τινῶν, πλειόνων δὲ τὴν σωτηρίαν εὑραμένων φυγῇ. Τῆς δὲ φήμης τὸν βασιλέα καταλαβούσης ἔδοξε μέν τι σκυθρωπὸν παθεῖν, οὐ μὴν δὲ παντάπασι τῶν πολιτικῶν ἀδικημάτων καὶ τῶν κοσμικῶν ἀπέσχετο ταῖς τοῦ Νικηφόρου ὑποθημοσύναις· μὴ ἔχων γὰρ φύσιν διαγνωστικὴν καὶ ἕξιν διακριτικὴν καὶ ἐγρηγορυῖαν πᾶν τὸ προσταττόμενον παρὰ τοῦ Νικηφόρου ἐποίει ὥσπερ ἀνδράποδον. Ἔκτοτε οὖν ἀδείας λαβόμενοι οἱ τὴν ἑῴαν κατατρέχοντες Ἀγαρηνοὶ οὐκ ἐπαύοντο καθ' ἑκάστην 158 κεραΐζοντες ταύτην καὶ καταλυμαινόμενοι. Ἀλλαξαμένου δὲ τοῦ Ἰσαακίου τὴν αἰχμαλωσίαν χρημάτων πολλῶν καὶ βαλαντίου ἁδροῦ, αὖθις στρατηγὸς αὐτοκράτωρ ὁ καῖσαρ Ἰωάννης προχειρίζεται· ὃς διαπεραιωθεὶς καὶ μέχρι τοῦ Δορυλαίου προϊών, ἄρας ἐκεῖθεν πορρωτέρω πεπόρευται καὶ μέχρι τῆς γεφύρας τοῦ Τζούμπου κατέλαβε. Πρὸ δὲ τοῦ περαιωθῆναι τὸν Σαγγάριον ἀφικνεῖται ὁ Ῥουσέλιος ἐκ τοῦ Ἀρμενιακοῦ σπουδῇ πολλῇ καὶ στρατοπεδείαν ἐκεῖσε πήγνυσι. Πέμψας δ' ὁ καῖσαρ ὡσανεὶ προσκρούσαντι καὶ ἐξαμαρτόντι, εἰ γνωσιμαχήσειε καὶ τὸν οἰκεῖον ἐπιγνοίη δεσπότην, συμπάθειαν καὶ ἀμνηστίαν κακῶν ἐπηγγέλλετο. Φρυαξαμένου δὲ τοῦ βαρβάρου οἷα ἐπὶ ταῖς ἰδίαις χερσὶ καὶ τῷ πολέμῳ θαρροῦντος καὶ τῷ πλήθει τῶν σὺν αὐτῷ ἐρειδομένου ἄπρακτος ἡ πρεσβεία ἐδείχθη καὶ κενή· διὸ καὶ πολέμῳ κριθῆναι τὸ πᾶν ἔδοξε. Διαβὰς οὖν τὸν ποταμὸν ὁ καῖσαρ καὶ ὁ συστράτηγος αὐτοῦ Νικηφόρος ὁ Βοτανειάτης μετὰ τῆς λοιπῆς πληθύος αὐτίκα πρὸς πόλεμον τῷ Ῥουσελίῳ προσέβαλε. Μὴ ἐνεγκόντων δὲ τῶν Ῥωμαίων τὴν τῶν Φράγκων ἐπίθεσιν φυγὴ γίνεται παντὸς τοῦ στρατοῦ, καὶ ἁλώσιμος ὁ καῖσαρ τῷ Ῥουσελίῳ καθίσταται καὶ ἄλλοι πολλοί, τοῦ Βοτανειάτου μόνου φυγόντος σὺν ὀλίγοις τισίν. Ἐγεγόνει τοίνυν ὁ Ῥουσέλιος ἐκ τούτου μέγας καὶ διαβόητος τῷ μεγέθει τοῦ κατορθώματος. Χωρῶν δὲ κατευθὺ τοῦ Βυζαντίου τὸν καίσαρα εἶχε σιδηρόδετον καὶ πολλοῖς ἀνιαροῖς περιαντλούμενον καὶ λυπηρῶν κύμασιν ἀλλεπαλλήλοις βαλλόμενον. Ὡς δὲ προσηγγέλθη καὶ τοῦτο δὴ τὸ οἰκειακὸν ἀτύχημα τῷ βασιλεῖ καὶ ἡ τοῦ Φράγκου ἐπιδημία τοὺς πάντας ἐξέπληξε, πολλή τις ἀθυμία καὶ μέριμνα κατέσχεν αὐτόν τε καὶ τοὺς λοιποὺς ἅπαντας. Τὴν ἐξ ἐκείνου οὖν ὁδοιπορίαν διηνυκὼς ὁ Ῥουσέλιος, ἐπαγόμενος μεθ' ἑαυτοῦ τόν τε καίσαρα καὶ τὸν Μαλέσην Βασίλειον, ἄρτι τῆς σὺν τῷ Διογένει αἰχμαλωσίας ἀπολυθέντα, κατασκηνοῖ ἐν Χρυσοπόλει καὶ ταῖς ἐκεῖσε οἰκίαις ἐνῆκε τὸ πῦρ καὶ πολλὴν ἀνήγειρε τοῖς ἐποίκοις τὴν βοὴν καὶ τὸν κωκυτόν. Καταμαλάξαι δὲ σπεύδων ὁ βασιλεὺς τὴν τοῦ 159 βαρβάρου θρασύτητα ἀξίωμά τε ὑπισχνεῖται κουροπαλάτου δοῦναι αὐτῷ, προσεπιπέμπει δὲ καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα. Μεταπέμπεται δὲ καὶ Τούρκους κατ' αὐτοῦ λαθραίως, πολλαῖς ὑποσχέσεσι πείθων τὸν Ῥουσέλιον καταγωνίσασθαι. Ὁ δὲ ὁρῶν ἑαυτὸν ἀσθενῆ πρὸς τοσαύτην πληθύν, ἀπολύσας τῶν δεσμῶν τὸν καίσαρα ἀναγορεύει βασιλέα, εὐφημίαις μεγαλοπρεπέσι καὶ διατόροις τὸ κράτος αὐτῷ συγκαταστησάμενος. Μήπω δὲ τῆς φήμης ἁπλωθείσης μηδὲ πλατυνθείσης τῆς τοῦ καίσαρος ἀναρρήσεως, καὶ διὰ τοῦτο μήτε στρατιωτῶν προσχωρησάντων, ἐξαίφνης περὶ τὸ ὄρος τὸν Σόφωνα πληθὺς τουρκικὴ παραφαίνεται, πέντε ἢ καὶ ἓξ χιλιάσιν εἰκαζομένη. Καὶ αὐτίκα ὁ Ῥουσέλιος ἐξήρτυε τὰ πρὸς τὸν πόλεμον. Ἀνέστελλον δὲ τὴν ὁρμὴν αὐτοῦ ὅ τε καῖσαρ καί τινες τῶν ἐξοχωτέρων, ὡς ἂν διαγνοῖεν πρότερον τὴν πληθὺν ὁπόση τις εἴη τῶν ἐπιφανέντων. Μὴ ἐνεγκὼν δέ, ἀλλ' ἀδοξίαν ἄκραν ἡγούμενος εἰ πρὸς ἓξ ἢ δέκα χιλιάδας ἀμφιγνωμονεῖ ὁ Ῥουσέλιος, σὺν πολλῇ ῥύμῃ τοῖς ἐναντίοις ἐπῆλθε μετὰ τῶν Φράγκων. Ἔπεσον οὖν τῶν Τούρκων πολλοί, μηδενὸς τῶν Φράγκων κενὸν τὸ δόρυ ἐσχηκότος, οἱ δὲ λοιποὶ πρὸς φυγὴν ὥρμησαν. Τῆς διώξεως δὲ ἐπὶ πολὺ γενομένης παρὰ τὸ εἰθισμένον αὐτοῖς, καὶ ταῦτα δι' ὀρέων ἀβάτων καὶ δυσδιεξιτήτων, ἔλαθε τοὺς πλείστους τῶν σὺν αὐτῷ ἀπολιπὼν ὀπίσω, αὐτὸς δὲ μετὰ βραχέων τινῶν ἀπολειφθεὶς καὶ τοῦ καίσαρος ἐν ἵπποις κεκμηκόσι τῷ συνεχεῖ τῆς διώξεως καὶ ἐπιτεταμένῳ. Οὕτω δὲ ἔχοντι ἀνεφάνη πλῆθος ἕτερον Τούρκων ἄπειρον, εἰς ἑκατὸν χιλιάδας ποσοῦσθαι στοχαζόμενον. Περιστοιχηθεὶς οὖν πανταχόθεν, καὶ ἄκων αὐτοῖς προσρήγνυται μετ' ὀλίγων πάνυ τῶν περὶ αὐτόν. Ἀντέσχον μὲν οὖν οἱ Τοῦρκοι, ἔπεσον δὲ καὶ τότε πολλοί. Ὅμως κυκλωθέντες ὑπὸ το