Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Continuatio Scylitzae
Joannis ScylitzaeScyl 160 · pg-scrape-grcMore by Joannis Scylitzae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-scylitzae" aria-label="More works by Joannis Scylitzae"> —
⋯
More
Original / primary: Pg Scrape Grc
160.1
σούτου πλήθους ἑκηβόλοις τε βέλεσιν ἀποβαλόντες τοὺς ἵππους καὶ πεζοὶ ὑπολειφθέντες σύμπαντες οὐδ' οὕτως ἐνέδωκαν. Πίπτουσι δ' ὅμως πολλοὶ καὶ Τοῦρκοι δὲ δεκάκις τοσοῦτοι. Ἁλίσκεται δὲ ὅ τε καῖσαρ καὶ ὁ Ῥουσέλιος καὶ οἱ σὺν αὐτῷ. Οἱ δ' ὑπολειφθέντες τῶν Φράγκων εἰς τὸ τῆς Μεταβολῆς φρούριον συμφυγόντες μετὰ τῆς τοῦ Ῥουσελίου γυναικὸς δι' ἐπιμελείας ἐποιοῦντο τὴν τούτου φυλακὴν καὶ συντήρησιν. Οἱ δὲ Τοῦρκοι τὸν μὲν Ῥουσέλιον ποδοκάκῃ ἀσφαλισάμενοι, τὸν καίσαρα ἄνετον εἶχον καὶ ἐν τῇ ἰδίᾳ ἦγον τιμῇ. Τοῦ δὲ τιμήματος τῶν ἑαλωκότων ἐπιζητουμένου ἔσπευδε μὲν ὠνήσασθαι τούτους ὁ βασιλεύς· ἐπικατέλαβε γὰρ καὶ ὁ Μαλέσης, ἄρτι ἀπολυθεὶς παρὰ τοῦ καίσαρος, καὶ αὐτίκα εἰς ὑπερορίαν στέλλεται καὶ δημεύσει καθυποβάλλεται, αἰχμαλωσίας αἰχμαλωσίαν, τῆς σὺν τῷ Διογένει τὴν τοῦ Ῥουσελίου, καὶ δήμευσιν καὶ ἐξορίαν τούτων ἀνταλλαξάμενος. Ἀλλ' ἡ τοῦ Ῥουσελίου γυνὴ τὸν οἰκεῖον ἄνδρα σπουδῇ πολλῇ ἐλυτρώσατο. Ὅθεν οἱ παρὰ τοῦ βασιλέως σταλέντες τὸν καίσαρα μόνον λυτρωσάμενοι ἀνθυπέστρεψαν. Ἐν δὲ τῇ Προποντίδι γενόμενος, εὐλαβηθεὶς μή πως ὡς ὕποπτος καὶ ἀποστάτης νομισθεὶς πάθῃ τι φλαῦρον καὶ ἀνήκεστον, τὴν κοσμικὴν ἀποβαλλόμενος ἐσθῆτα τὴν τρίχα κείρεται καὶ τὰ μοναχῶν ἀμφιέννυται, καὶ οὕτως ἐν εὐτελεῖ τῷ σχήματι τοῖς βασιλείοις παρέβαλεν. Ἐξ ὧν ἁπάντων οἱ εὖ φρονοῦντες τὴν θεομηνίαν συνελογίζοντο, καὶ ὅπως αὐτοῖς τὸ θεῖον ἐκπεπολέμηται διὰ τὴν τῶν θείων ἐντολῶν καὶ ἐνταλμάτων παρόρασιν καὶ ἀθέτησιν, ἃς καίπερ ἑαυτοῖς συνεπιστάμενοι εἰς πολέμους μεγάλους καὶ κινδύνους, μὴ πρότερον τὸν Θεὸν ἱλεωσάμενοι, τὰς ῥωμαϊκὰς δυνάμεις εἰσάγουσι, καὶ πάσχοντες κακῶς καὶ ἡττώμενοι ἀφειδῶς αἴσθησιν οὐ λαμβάνουσι τῆς τοῦ θείου νεμέσεως. Οἱ δὲ πάλαι Ῥωμαῖοι οὐχ οὕτω ποιοῦντες τὰς φοβερὰς ἐκείνας καὶ ᾀδομένας στρατηγίας κατώρθουν, ἀρετῆς δὲ καὶ 161 δικαιοσύνης καὶ ἀγάπης καὶ ἀληθείας ἀντιποιούμενοι καὶ ἁπλῶς πᾶν καλὸν καὶ ἀγαθόν, ὡς δυνατόν, μετερχόμενοι· διὸ καὶ τὸ θεῖον συμπαρῆν αὐτοῖς, καὶ παντὶ τρόπῳ τοὺς ἐναντίους κατηγωνίζοντο. Εἰσελθόντος δὲ τοῦ καίσαρος ἔδοξε μὲν ὁ κρατῶν ἠνυκέναι τὸ πᾶν, ἠνιᾶτο δὲ τῇ τοῦ Ῥουσελίου ἀστοχίᾳ· τὴν γὰρ τῶν ὁμογενῶν ἀπώλειαν καὶ τὴν ὑφαίρεσιν τῆς ἀρχῆς καὶ τὸ σφάττεσθαι τοὺς χριστιανοὺς καὶ δῃοῦσθαι τὰς κώμας καὶ τὰς χώρας ἀφανίζεσθαι καὶ ἀναστατοῦσθαι ἐν δευτέρῳ ἐτίθετο. Ὁ δέ γε Ῥουσέλιος ἄρας ἐκ τοῦ τῆς Μεταβολῆς φρουρίου μετὰ τῶν ὑπολελειμμένων Φράγκων στρατιωτῶν καὶ τῆς συνεύνου καὶ τῶν παίδων καὶ τῶν ὑπαρχόντων αὑτῷ διὰ μέσης τῆς χώρας ἀτρέστως ἐβάδιζε, καὶ τὸ θέμα τῶν Ἀρμενιακῶν καταλαβὼν τοῖς προτέροις αὑτοῦ κάστροις ἀποκατέστη, κἀκεῖθεν ἐκδρομὰς κατὰ τῶν Τούρκων ποιούμενος ἀπεῖρξεν αὐτοὺς τῶν κατὰ τοῦ τοιούτου θέματος ἐφόδων. Ὁ δὲ βασιλεὺς ἐνωτιζόμενος ταῦτα μᾶλλον ἐνόμιζε συμφέρον τοὺς Τούρκους ἔχειν τὰ Ῥωμαίων ἢ τὸν Ῥουσέλιον χωρεῖσθαι ἐν τόπῳ ἑνί, παρὰ τοῦ Νικηφόρου πρὸς τοῦτο νυττόμενος καὶ διεγειρόμενος. Στέλλει τοίνυν τινὰ τῶν εὐπατριδῶν, τὴν μὲν ἡλικίαν νέον, δραστήριον δὲ καὶ ἄλλως ἐχέφρονα, τὸν πρόεδρον Ἀλέξιον τὸν Κομνηνόν, ὃς ἐν τῷ ἄστει τῆς Ἀμασείας γενόμενος ἐκαραδόκει τὸ μέλλον. Ὁ δὲ Ῥουσέλιος συνθήκας καὶ φιλίας μετὰ τοῦ τῶν Τούρκων ἐξάρχοντος θέμενος συνῆλθε τούτοις ἐψιλωμένος στρατιωτῶν ὡς ἤδη συνήθης καὶ ἐθάς. Ἐν μιᾷ δὲ συνδειπνῶν αὐτοῖς ἁλίσκεται καὶ δεσμώτης ἀποδείκνυται· ἀπατᾶν γὰρ Ῥωμαίους ἐνωμότως παρὰ τοῖς Τούρκοις καὶ λόγος ἐνδόσιμος καὶ ἀλογοθέτητος. Τοῦτον χρημάτων πολλῶν ὁ πρόεδρος Ἀλέξιος ὠνησάμενος εἰς βασιλέα ἀπάγει δέσμιον. Παραδοὺς οὖν ὁ βασιλεὺς τοῖς βασανισταῖς ξεσμοῖς ἀνηκέστοις διὰ βουνεύρων ὥς τινα δοῦλον δραπέτην ᾐκίσατο, καὶ εἰς ἕνα τῶν ζοφωδεστάτων ἐγκλείσας πύργων ἀτημέλητον εἶχεν ἁλύσεσι δέσμιον. 162 Ὁ δὲ λογοθέτης μεγάλα δυνάμενος, ὡς εἴρηται, παρὰ τῷ βασιλεῖ, ἄγων τε καὶ φέρων τὰ πάντα οὗπερ ἐβούλετο, τὴν τοῦ Ἑβδόμου μονὴν διὰ δωρεᾶς ἐξαιτησάμενος πάντα τὰ κτήματα καὶ πᾶσαν σχεδὸν ὅσην ὁ ἥλιος ἐφορᾷ ἔσπευδε προσκυρῶσαι αὐτῇ καὶ προσόδοις ἀφθόνοις ἐμπλατῦναι, σκεπτόμενος ἐκ μοχθηρίας οἰκειοῦσθαι τὸν βασιλέα καὶ παρακερδαίνειν τὰ μέγιστα τῆς ἀβελτηρίας αὐτοῦ καὶ τῷ ὀνόματι τῆς μονῆς πλοῦτον ἐπικτᾶσθαι ὑπερφυῆ. Ποριμώτατος δὲ ὢν εἰς κακίαν, εἴπερ τις ἕτερος, καὶ τοῦ κερδαλέου χάριν μηδενὸς δυσφήμου ὀνόματος ἀπεχόμενος φούνδακα ἐν τῇ Ῥαιδεστῷ καὶ μονοπώλιον συνεστήσατο, κωλύσας καὶ ἀπείρξας τοὺς πωλοῦντας ἅπαντας, τὸ βασιλικὸν δὲ μόνον πρατήριον ἐμηχανήσατο, παρ' ὃ καὶ λιμὸν ἐπραγματεύσατο μέγιστον καὶ τῶν πώποτε μνημονευομένων ἀπανθρωπότατον, ὡς καὶ τῷ βασιλεῖ ἀντ' ἐπωνυμίας γενέσθαι αὐτὸν καὶ ἀπὸ τούτου μᾶλλον καὶ μὴ ἀπὸ τοῦ πατρῴου ἢ ἀπὸ τοῦ προγονικοῦ γινώσκεσθαι τοῖς μετέπειτα. Τὸν γὰρ Μιχαὴλ εἰπών τις, εἰ μὴ προσθείη καὶ τὸν Παραπινάκιον, οὐκ ἂν θεῖτο συντόμως γνώριμον τὸν δηλούμενον, διὰ τὸ τηνικαῦτα τὸν μόδιον παρὰ πινάκιον πιπράσκεσθαι τοῦ νομίσματος. Τῷ δὲ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἰνδικτιῶνος ιαʹ, τὸ τῶν Σέρβων ἔθνος, οὓς δὴ καὶ Χροβάτους καλοῦσι, τὴν Βουλγαρίαν ἐξῆλθε καταδουλωσόμενον. Τὸν δὲ τρόπον ἄνωθεν ἀναλαβὼν διηγήσομαι. Βασιλείου γὰρ τοῦ βασιλέως, ὁπηνίκα τὴν Βουλγαρίαν ὑπηγάγετο, μὴ θελήσαντός τι νεοχμῶσαι τῶν ἐθίμων αὐτούς, ἀλλ' ὑπὸ τοῖς σφετέροις ἄρχουσί τε καὶ ἔθεσι τὰ καθ' αὑτοὺς ὁρίσαντος διεξάγεσθαι, καθώς που καὶ ἐπὶ τοῦ Σαμουήλ, ὃς αὐτῶν ἀρχηγὸς ἐγένετο, ἤδη μὲν οὖν καὶ πρότερον τὸ ἔθνος τετάρακτο τὴν ἀπληστίαν μὴ φέρον τοῦ ὀρφανοτρόφου, ὅτε τὸν Δελεά 163 νον ἑαυτῶν βασιλέα ἐπευφήμησαν, περὶ ὧν κατὰ μέρος δεδήλωται ἄνωθεν, ἀπέβλεψε δὲ καὶ νῦν πρὸς ἀποστασίαν. Τὴν γὰρ τοῦ Νικηφόρου μὴ φέρον ἀπληστίαν καὶ ἃ κατὰ πάντων αὐτῷ μεμηχάνηται, οὐδενὸς ἐπιστρεφομένου τοῦ βασιλέως, ταῖς παιδαριώδεσι δὲ παιδιαῖς μόνον προσανέχοντος, οἱ κατὰ τὴν Βουλγαρίαν προέχοντες ἀξιοῦσι τὸν Μιχαηλᾶν, ἀρχηγὸν ὄντα τηνικαῦτα τῶν εἰρημένων Χροβάτων τὴν οἴκησίν τε ἐν Δεκατέροις καὶ Πραπράτοις ποιούμενον καὶ χώραν οὐκ ὀλίγην ὑφ' ἑαυτὸν ἔχοντα, ἐπαρῆξαι αὐτοῖς καὶ συνεργῆσαι δοῦναί τε αὐτοῖς τὸν υἱὸν αὑτοῦ, ὡς ἂν αὐτὸν βασιλέα Βουλγαρίας ἀνακηρύξωσι καὶ τῆς ἐκ τῶν Ῥωμαίων ἐλευθερωθεῖεν καταδυναστείας καὶ βαρύτητος. Ὁ δὲ ἀσμένως ὑπακούει αὐτῶν, τριακοσίους τε τῶν αὑτοῦ ἀπολεξάμενος καὶ τῷ οἰκείῳ αὐτοῦ υἱῷ Κωνσταντίνῳ, τῷ καὶ Βοδίνῳ ὀνομαζομένῳ, παραδοὺς εἰς Βουλγαρίαν ἐξαποστέλλει. Ἔξεισι γοῦν εἰς τὰ Πρισδρίανα, ἔνθα καὶ συναθροισθέντες οἱ ἐν τοῖς Σκοπίοις προέχοντες, ὧν ἔξαρχος ἦν Γεώργιος ὁ Βοϊτάχος, τοῦ τῶν Κοπχάνων γένους καταγόμενος, βασιλέα Βουλγάρων αὐτὸν ἀνεκήρυξαν, Πέτρον ἀντὶ Κωνσταντίνου μετονομάσαντες. Ὅπερ ἀκούσας ὁ ἐν Σκοπίοις διέπων τὴν ἀρχὴν τοῦ δουκὸς Νικηφόρος ὁ Καραντηνός, τοὺς ὑφ' ἑαυτὸν στρατηγοὺς παραλαβὼν ἄπεισιν εἰς τὰ Πρισδρίανα μετὰ τῶν βουλγαρικῶν δυνάμεων. Ἐν ὅσῳ δὲ οὗτος τὰ πρὸς τὸν πόλεμον ἐξήρτυεν, ἐπικατέλαβε διάδοχος αὐτοῦ Δαμιανὸς ὁ Δαλασσηνός. Ἑνωθεὶς τοίνυν μετὰ τοῦ Καραντηνοῦ πολλά τε κερτομήσας αὐτὸν καὶ ἐς ἕκαστον δὲ τῶν σὺν αὐτῷ στρατηγῶν ἐμπαροινήσας οὐκ ὀλίγα καὶ ὡς ἀνάνδρους μυκτηρίσας αὐτούς, συνταξάμενος συμβάλλει τοῖς Σέρβοις εὐθέως. Καὶ γίνεται μάχη φρικτὴ καὶ τροπὴ τῶν Ῥωμαίων φρικωδεστέρα. Πίπτουσι γὰρ πολλοὶ ἔκ τε Ῥωμαίων καὶ Βουλγάρων, ζωγροῦνται δὲ πλεῖστοι καὶ αὐτὸς ὁ δοὺξ Δαμιανὸς ὁ Δαλασσηνὸς ὅ τε λεγόμενος Προβατᾶς καὶ ὁ Λογγιβαρδόπουλος καὶ ἕτεροι συχνοὶ σὺν αὐτοῖς. Ἐλήφθη δὲ καὶ ἡ παρεμβολὴ ἅπασα καὶ τῶν ἐν αὐτῇ πάντων διασκύλευσις γίνεται. Ἐντεῦθεν ἀνέδην οἱ Βούλγαροι τὸν Βοδῖνον 164 βασιλέα ἀναγορεύουσιν, ὡς εἴρηται, Πέτρον μετονομάσαντες διχῇ τε διαιρεθέντες, οἱ μὲν μετὰ τοῦ Βοδίνου εἰς τὸν Νίσον ἀπῄεσαν, οἱ δὲ Πετρίλον τινά, τὰ πρῶτα παρὰ τῷ Βοδίνῳ φέροντα, παραλαβόντες κατὰ τῶν ἐν Καστορίᾳ Ῥωμαίων ἀπίασιν· ἐκεῖσε γὰρ διὰ τὸ τετειχίσθαι τὴν πόλιν οἱ τὰ Ῥωμαίων φρονοῦντες ἠθροίζοντο. Ὁ μὲν οὖν Πετρίλος τῇ Ἀχρίδιπαραβαλὼν καὶ ταύτην ἐξ ἐφόδου ἑλών οὔπω γὰρ τετείχιστο, ἀλλ' ἐρείπιον ἔκειτο ἐξ ὅτου Βασίλειος ὁ βασιλεὺς κατηρείπωσε ταύτην, μέγα κέντρον ὑπειδόμενος πρὸς ἀποστασίαν τὰ ἐν αὐτῷ τῶν Βουλγάρων βασίλειαἔνθα καὶ ὑποδεχθεὶς φιλοτίμως τὸν ἑαυτοῦ τε κύριον ἀναγορεῦσαι παρεσκεύασε τοὺς ἐγχωρίους κἀν τῇ Διαβόλει δὲ ταὐτὸ πεποιηκὼς ἐπὶ Καστορίαν ἀπῄει σὺν πάσῃ σπουδῇ· ἐκεῖσε γὰρ ἠθροίζοντο οἱ τὰ Ῥωμαίων φρονοῦντες, ὡς εἴρηται, ὅ τε Ἀχρίδος στρατηγὸς Μαριανὸς καὶ ὁ τῆς Διαβόλεως, ὁ πατρίκιος καὶ ἀνθύπατος Θεόγνωστος ὁ Βούρτζης, σὺν αὐτοῖς δὲ καὶ ὁ ἐν Καστορίᾳ στρατηγῶν, μεθ' ὧν καὶ ὁ Βορίσης Δαβὶδ καὶ ἄλλοι πολλοί, οἵτινες δεδιότες τὴν ἐκ τῶν ἰθαγενῶν Βουλγάρων ἀπειλὴν ὡς εἰς κρησφύγετον τὴν Καστορίαν συνέφυγον. Καταλαβὼν οὖν ὁ Πετρίλος τὴν Καστορίαν μετὰ πλήθους στρατιωτῶν Βουλγάρων ἀμυθήτου τὰ πρὸς τὸν πόλεμον συνεσκευάζετο. Οἱ δὲ Ῥωμαῖοι καὶ αὐτοὶ συνταξάμενοι ἐξῆλθον κατ' αὐτῶν, καὶ μετὰ ῥύμης σφοδρᾶς συμβαλόντες αὐτοῖς τρέπουσι τὸν Πετρίλον καὶ φυγεῖν καταναγκάζουσι, δι' ὀρέων ἀβάτων πρὸς τὸν ἑαυτοῦ κύριον τὸν Μιχαηλᾶν ἀφικόμενον. Κτείνουσι δὲ καὶ τῶν Βουλγάρων πολλούς, αἱροῦσι δὲ καὶ τὸν μετὰ τὸν Πετρίλον ἐν Χροβάτοις τεταγμένον καὶ πρὸς τὸν βασιλέα δεσμώτην ἀπάγουσιν. Ὁ δὲ Βοδῖνος τὸν Νίσον καταλαβὼν ὡς ἤδη βασιλεὺς τῶν βουλγαρικῶν πραγμάτων ἀντείχετο, πᾶν τὸ προστυχὸν ληιζόμενος καὶ τοὺς μὴ δεχομένους μηδὲ δουλουμένους αὐτῷ κεραΐζων καὶ λυμαινόμενος. Ὅπερ ἀκηκοὼς ὁ βασιλεύς, τήν τε τοῦ δουκὸς ἧτταν δηλαδὴ καὶ τὴν αὐτοῦ ἀναγό

Intertext edge

Open linked passage

Note