Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Continuatio Scylitzae
Joannis ScylitzaeScyl 165 · pg-scrape-grcMore by Joannis Scylitzae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-scylitzae" aria-label="More works by Joannis Scylitzae"> —
⋯
More
Original / primary: Pg Scrape Grc
165.1
ρευσιν, τὸν Σαρωνίτην κατ' αὐτοῦ ἐξαπέστειλε, πρὶν ἐξαφθῇ τὸ κακὸν καὶ εἰς μεγάλην ἐξαρθῇ φλόγα κατασβέσαι τοῦτο κατεπειγόμενος. Συνεξαπέστειλε δ' αὐτῷ καὶ στράτευμα ἀξιόλογον, συγκείμενον ἔκ τε Μακεδόνων καὶ Ῥωμαίων καὶ Φράγκων. Ἀλλ' οὗτος μὲν πρὸς τὴν τῶν Σκοπίων πόλιν τὴν ὁρμὴν ποιούμενος τῶν ἐν τῷ Νίσῳ οὐδεμίαν φροντίδα ἐτίθετο. Παραγενόμενος οὖν καὶ τῷ πεπιστευμένῳ ταύτην Γεωργίῳ τῷ Βοϊτάχῳ λόγον δεδωκὼς ὡς οὐδὲν φλαῦρον ὑποστήσεται, τὴν πόλιν τῶν Σκοπίων αἱρεῖ κἀν ταύτῃ τὴν στρατοπεδείαν πήγνυσι καὶ περὶ τῶν ἐν τῷ Νίσῳ τὸ ποιητέον ἐσκόπει καὶ ἐμελέτα. Ἀλλ' ὁ Βοϊτάχος μεταμεληθεὶς ὅτι δὴ ποσῶς ἀγαθὸς γέγονε καὶ τὰ Ῥωμαίων ἐφρόνησε, λαθραίως τοῖς ἐν τῷ Νίσῳ ἐδήλου ἀφικέσθαι μὲν ἐν τάχει πρὸς αὐτόν, καὶ τοὺς περὶ τὸν Σαρωνίτην ῥαθυμότερον διάγοντας καὶ ἀμελέστερον ἀνοίκτως καὶ ὠμῶς ἡβηδὸν ἀποσφάξαι. Οἳ δὴ τὴν ἀγγελίαν δεξάμενοι, ἄραντες ἐκ τοῦ Νίσου πρὸς τὰ Σκόπια ἵεντο, χιόνι κεκαλυμμένης οὔσης τῆς γῆς· χειμὼν γὰρ ἦν Δεκεμβρίου ἐνισταμένου μηνός. Συναισθήσεως δὲ τοῖς περὶ τὸν Σαρωνίτην γενομένης ἔξεισιν ἐκεῖνος κατ' αὐτῶν παμπληθεί, καὶ καταλαβὼν αὐτοὺς κατὰ τὴν ὁδόν, ἐν τόπῳ τινὶ λεγομένῳ Ταωνίῳ, ἀναιρεῖ σχεδόν τι σύμπαντας· ἁλίσκεται δὲ καὶ ὁ Βοδῖνος, τοῦ Βαλανέως μάλιστα πάντων κατὰ χεῖρα καὶ θάρσος διενεγκόντος. Ὁ δὲ Λογγιβαρδόπουλος, ὡς εἴρηται, ἀχθεὶς πρὸς τὸν Μιχαηλᾶν καὶ λόγους δοὺς καὶ λαβὼν ζεύγνυται τῇ τούτου θυγατρὶ καὶ λαὸν ὅ τι πλεῖστον πιστεύεται ἀπὸ Λογγιβάρδων καὶ Σέρβων συγκείμενον, μεθ' οὗ καὶ πρὸς βοήθειαν τοῦ Βοδίνου ἀποσταλεὶς αὖθις τοῖς Ῥωμαίοις ἀποκαθίσταται. Ὁ δὲ Σαρωνίτης τὸν Βοδῖνον ἐξαπέστειλε πρὸς τὸν βασιλέα δέσμιον. Περιορισθεὶς δὲ ἐν τῇ τοῦ ἁγίου Σεργίου μονῇ, μετὰ βραχὺ παραδοθεὶς τῶ Κομνηνῷ Ἰσαακίῳ, ἤδη προβεβλημένῳ Ἀντιοχείας δουκί, ἀπήχθη εἰς Ἀντιόχειαν. Ὅπερ ἀκούσας Μιχαηλᾶς ὁ τούτου πατήρ, μισθωσάμενος Βενετίκους τινὰς βαλαντίου ἁδροῦ, οἷς ἔργον θαλαττοπορεῖν, ἀπέ 166 κλεψε τοῦτον ἐκεῖθεν καὶ τῇ ἰδίᾳ ἀρχῇ ἀποκατέστησεν· ὃς καὶ μετὰ θάνατον τοῦ πατρὸς τὴν ἀρχὴν κἀν τοῖς ἡμετέροις χρόνοις διήνυσεν. Ὁ δὲ Βοϊτάχος ἐτασθεὶς σφοδρῶς ἐν τῷ ἀπάγεσθαι πρὸς τὸν βασιλέα τελευτᾷ, μὴ ἐξαρκέσας ταῖς ἐκ τῶν πληγῶν ὀδύναις. Οἵ γε μὴν Ἀλαμάνοι καὶ Βάραγγοι, γένη δὲ οὗτοι δυτικά, κατὰ τῆς χώρας ἀφεθέντες καθαιροῦσι μὲν τὰ ἐν τῇ Πρέσπᾳ τῶν Βουλγάρων ὑπολελειμμένα βασίλεια, σκυλεύουσι δὲ καὶ τὸν ἐκεῖσε ναόν, ὃς ἐπ' ὀνόματι τοῦ ἁγίου Ἀχιλλείου ἵδρυται, μηδενὸς τῶν ἐν ἐκείνῳ φεισάμενοι ἱερῶν, ὧν τινα μὲν αὖθις ἀνεσώθησαν, τὰ δὲ λοιπὰ ὁ στρατὸς διανειμάμενοι εἰς χρῆσιν ἰδίαν μετεσκεύασαν. Τῶν τις οὖν στρατιωτῶν, τῆς μακεδονικῆς φάλαγγος ὤν, ἀξιούμενος ἀποδοῦναι ὅπερ εἰλήφει ἱερόν, ἐπεὶ μὴ ἐπείσθη, ἀνθρακιάσας τοὺς ὤμους τελευτᾷ, τῆς δίκης μὴ ἀνασχομένης, ὡς ἔθος, ἀλλὰ μετελθούσης αὐτὸν εἰς ὑπόδειγμα τοῖς ὀψιγόνοις. Ἐν δὲ ταῖς παρακειμέναις τῇ ὄχθῃ τοῦ Ἴστρου πόλεσι τῶν στρατιωτῶν ἠμελημένων οἷα δὴ μηδὲν εἰς διοίκησιν λαμβανόντων, στέλλεται ὁ βεστάρχης Νέστωρ, δοῦλος γεγονὼς τοῦ πατρὸς τοῦ βασιλέως, δοὺξ τῶν Παριστρίων ὀνομασθείς, καὶ συμφωνήσας τῷ Τατοὺς ὡς ὁμογνώμονι, Πατζινάκοις πλείοσιν ὁπλισθέντες εἰς τὴν βασιλεύουσαν παραγίνονται. Καταθεῖναι δὲ τὰ ὅπλα ἐγκελευόμενος μὴ ἂν ἄλλως τοῦτο ποιῆσαι ἔλεγεν, εἰ μὴ τὸν λογοθέτην Νικηφόρον ἐκ μέσου ποιήσοιεν ὡς κοινὸν ἐχθρὸν καὶ πολέμιον κοσμικὸν καὶ αὐτὸν οὐκ ὀλίγα λυπήσαντα καὶ τὴν αὐτοῦ περιουσίαν δημεύσαντα. Ἀλλ' ὁ βασιλεὺς οὐκ ἐπείθετο ἅπαξ ἑαυτὸν ταῖς αὐτοῦ γοητείαις καὶ ἀπάταις ἐκδεδωκώς. Ὁ δὲ Νέστωρ ἐπιβουλευθεὶς ὑπὸ τῶν οἰκείων ἀπανίσταται μὲν ἐκεῖθεν, ληίζεται δὲ τήν τε Μακεδονίαν καὶ Θρᾴκην καὶ τὰ παρακείμενα τῆς Βουλγαρίας καὶ εἰς τὴν τῶν Πατζινάκων ὑποχωρεῖ. Μοῖρα δὲ στρατιωτῶν, μακεδονικῶν, στερουμένη προσῆλθε τῷ βασιλεῖ τὴν στέρησιν ἀποκλαιομένη. Προστάξει οὖν βασιλικῇ τυφθέντες καὶ ὑβρισθέντες ἐδιώχθησαν, μηδεμιᾶς ἐπιστροφῆς αὐτῶν γενο 167 μένης. Ἀλλ' οἵ γε πρὸς τὰ οἰκεῖα λύπης οὐ μικρᾶς ὑποστραφέντες ἀνάμεστοι οὐκ ἤθελον μένειν ἔτι ἐπὶ τοῦ αὐτοῦ φρονήματος, ἀλλὰ τοὺς πολεμίους πᾶσι τρόποις ἀμύνασθαι διεσκέπτοντο. Ἀποστείλας δὲ τὸν Στραβορωμανὸν πρὸς τὸν τὴν Λογγιβαρδίαν κατέχοντα Φράγκον, Ῥουμπέρτον καλούμενον, τὴν αὐτοῦ θυγατέρα τῷ υἱῷ Κωνσταντίνῳ γυναῖκα ἠγάγετο, Ἑλένην μετονομασθεῖσαν. Κατεσχέθη δὲ ἡ Λογγιβαρδία πρὸς τοῦ Ῥουμπέρτου τοῦτον τὸν τρόπον. Γεώργιος ὁ Μανιάκης ἐπὶ καταστάσει τῶν ἐν Ἰταλίᾳ πραγμάτων ἀποσταλείς, παρὰ τῆς αὐγούστης Ζωῆς μάγιστρος τιμηθείς, προσηταιρίσατο μὲν Φράγκους πολλούς, καθημέρωσε δὲ καὶ τοὺς παρὰ τοῦ Δοκειανοῦ κακωθέντας καὶ ἡσυχίαν ἄγειν ἔν τισι θέμασι τῆς Ἰταλίας παρεσκεύασεν· ἐδεδίεσαν γὰρ αὐτὸν πεῖραν τῆς αὐτοῦ ἐν πολέμοις γενναιότητος ἔχοντες. Ἀντάραντος δὲ τῷ Μονομάχῳ καὶ κατηγωνισμένου, οἱ μὲν σὺν αὐτῷ περαιωθέντες τῷ βασιλεῖ δουλωθέντες Μανιακάτοι τε ἐπωνομάσθησαν καὶ τῇ Ῥωμαίων πολλοὶ ἐναπέμειναν, οἱ δὲ λοιποὶ ἐν Ἰταλίᾳ ὑπελείφθησαν. Ἦν δέ τις ἐν αὐτοῖς Ῥουμπέρτος τοὔνομα, ἀνεψιὸς Ἀρδουίνου τοῦὑπὸ τοῦ Δοκειανοῦ μαστιχθέντος, δεινὸς καὶ θυμοειδής, τυραννικὸν ἔχων τὸ φρόνημα, ὅστις φανερῶς μὲν ἐξελάσαι τῆς Ἰταλίας τοὺς Ῥωμαίους ἐμελέτα, ὤκνει δὲ ὅμως τὴν ἐγχείρησιν καὶ ἀνεβάλλετο ἀσθενῆ ἑαυτὸν ὁρῶν, καὶ πρὸς τὴν τοῦ βασιλέως ἰσχὺν ὠρρώδει ἑαυτὸν ἀντεξαγαγεῖν. Τῆς δὲ γυναικὸς αὐτοῦ, ἣν ἀπὸ Φραγκίας ἠγάγετο, τελευτησάσης ἑτέραν ἄγεται γυναῖκα, Γαΐταν μὲν καλουμένην, θυγατέρα δὲ οὖσαν τοῦ πρίγκιπος χώραν οὐκ ὀλίγην τὴν ὑφ' ἑαυτὸν ἔχοντος. Ἀγαγόμενος οὖν ταύτην κατῴκησεν ἐν ταῖς πόλεσι ταῖς διαφερούσαις τῇ αὑτοῦ γυναικί, ὧν ἡ πρώτη καὶ μεγίστη Σαλερνὸς ὀνομάζεται. Ἐκεῖθεν ὡς οἷα κλέπτης καὶ λῃστὴς ἐξιὼν τὰ τῇ Ῥωμανίᾳ ὑποκείμενα ἐληίζετο, τοῦτο μὲν Καλαβρίαν αἰχμαλωτίζων, τοῦτο δὲ τὴν Ἰταλίαν δουλούμενος.

Intertext edge

Open linked passage

Note