Continuatio Scylitzae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-scylitzae" aria-label="More works by Joannis Scylitzae">
—
⋯
Original / primary: Pg Scrape Grc
168.1
Τῶν δ' ἁλισκομένων αἰχμαλώτων ὧν μὲν χεῖρας ἀφῄρει, ὧν δὲ πόδας ἠκρωτηρίαζεν, ἄλλων δὲ ἀπέκοπτε καὶ ἀμφότερα, τινὰς δὲ καὶ ἀπημπόλει χρημάτων πολλῶν, δεδιττόμενος ὡς, εἰ μὴ προδοῖεν τὰς πόλεις καὶ ὑποκλιθεῖεν αὐτῷ, οὐ τοιαῦτα μόνον ἀλλὰ καὶ χείρονα πείσονται. Νοσούντων δὲ ἐν τοῖς βασιλείοις τῶν οἰκείων οὐδεμία τῶν γινομένων ἐν Ἰταλίᾳ ἐγίνετο ἐπιστροφή. Τοῦ γὰρ Μονομάχου μετὰ βραχὺ τελευτήσαντος, Θεοδώρας δὲ τῆς αὐγούστης ἐφ' ἕνα χρόνον τὴν βασιλείαν κατασχούσης, τοῦ τε Μιχαὴλ ἀναρρηθέντος καὶ τοῦ Κομνηνοῦ ἐπαναστάντος αὐτῷ καὶ τῶν στρατευμάτων ἀσχολουμένων τοῖς ἐμφυλίοις πολέμοις, μηδενός τε ὄντος τοῦ τὴν ὁρμὴν τοῦ Ῥουμπέρτου κωλύσαντος μέγας ἐκ τούτου καὶ περιβόητος γέγονε. Στρατόν τε γὰρ ἀξιόλογον συνεστήσατο καὶ ἵππων καὶ χρημάτων καὶ ἀρμάτων ἐγένετο κύριος, τῶν ἐν ταῖς πόλεσι στρατηγεῖν τεταγμένων πρὸς βασιλέως μὴ δυναμένων ἀντεξιέναι ὀλιγανδρίᾳ καὶ κακότητι τῶν σὺν αὐτοῖς. Τοῦ δὲ Κομνηνοῦ τῆς βασιλείας ἐγκρατοῦς γενομένου τὰ μὲν τῶν Τούρκων τὴν ἀνατολὴν ἔθλιβεν, οἱ δὲ Πατζινάκοι τὴν δύσιν ἐπίεζον. Ὑποχωρεῖ γοῦν τῆς Καλαβρίας ὁ Θρυμβός, ὃς ἐκεῖσε στρατηγῶν ἐτύγχανε, τὸ κατὰ τοὺς Σκρίβωνας ἄγος ἀνέδην τετολμηκώς· μὴ ἀρέσκον γὰρ τοῖς ἐγχωρίοις ὁρῶν τὸ πεπραγμένον φυγὰς εἰς βασιλέα γίνεται. Στέλλεται γοῦν δοὺξ Ἰταλίας ὁ Ἀμβουλχαρέ. Ὁ δὲ Ῥουμπέρτος τῇ τῶν Σκρβώνων ἀναιρέσει δεινοπαθοῦν τὸ γένος ὁρῶν τῶν Καλαβρῶν ἅμα κἀκ τῆς αἰτίας ταύτης ἀποστασίαν μελετῶν, οὐκέτι μὲν ὡς ὑποστρέψων ἔξεισι, σπουδῇ δὲ ἐλάσας αἱρεῖ τὸ Ῥήγιον, πόλιν μεγάλην καὶ ἐπιφανῆ, ἐν ᾧ συνήθως ὁ δοὺξ Ἰταλίας διέτριβεν· ἦσαν γὰρ ἐν τούτῳ οἰκήματά τε διαπρεπῆ καὶ τῶν ἐπιτηδείων ἀφθονία πολλή. Ὁ δ' Ἀμβουλχαρὲ τὸ Δυρράχιον καταλαβὼν ἐξ ἐκείνου τε εἰς τὴν Βάριν περαιωθείς, πυθόμενος ὅτι τὸ Ῥήγιον ἑάλω, ἔμεινεν αὐτὸς ἐν τῇ Βάρει κἀκεῖθεν, ὡς ἦν δυνατόν, τῶν ἔτι τὰ Ῥωμαίων φρονουσῶν ἀντείχετο πόλεων, στρατηγούς τε ἐφιστῶν καὶ στρατὸν ἐπιπέμπων εἰς φυλακήν· ἔτι γὰρ ἐφρόνουν τὰ Ῥωμαίων ἥ τε Βάρις καὶ ἡ Ὑδροῦς, ἡ Καλλίπολις, ὁ Τάρας, τὸ Βρενδήσιον καὶ αἱ 169 Ὧραι καὶ ἄλλα πολίχνια ἱκανὰ καὶ πᾶσα ἡ χώρα ἁπλῶς. Ἐν τῷ μεταξὺ δὲ προεβλήθη δοὺξ τῆς Ἰταλίας ὁ Περηνός, στρατηγὸς δὲ Βρενδησίου Νικηφόρος ὁ Καραντηνός. Ὁ μὲν οὖν Περηνὸς μὴ δυνηθεὶς εἰς Λογγιβαρδίαν περαιωθῆναι διὰ τὴν τοῦ Ῥουμπέρτου καταδυναστείαν, ἔμεινεν ἐν Δυρραχίῳ ὀνομασθεὶς τοῦ Δυρραχίου δούξ. Νικηφόρος δὲ ὁ Καραντηνὸς ἐκδρομὰς ποιουμένου τοῦ Ῥουμπέρτου καὶ κακώσεσι μυρίαις τοὺς Ἰταλοὺς κατατρύχοντος ἐδειλία μέν, ἔμενε δ' ὅμως τὴν ἐκ βασιλέως ἀναμένων ἐπικουρίαν. Πᾶσαι μὲν οὖν αἱ ἰταλικαὶ πόλεις προσεχώρησαν καὶ φρουρὰν παρεδέξαντο· τινὲς δὲ φρουρὰν μὴ παραδεξάμεναι ὑπόφοροι κατέστησαν. Τούτων δὲ οὕτω τελουμένων φυγεῖν μὲν ἔγνω καὶ ὁ Καραντηνὸς αὐξανομένους καθ' ἑκάστην ὁρῶν τοὺς Φράγκους, τὸ δὲ τῆς αἰσχύνης ἄδοξον λογιζόμενος ἔμενεν ἐπὶ χώρας, τὸ Βρενδήσιον συντηρῶν ἐν τῇ πρὸς τὸν βασιλέα πίστει τε καὶ δουλώσει. Ἀπάτῃ δὲ καὶ δόλῳ τοὺς προσοίκους Φράγκους ὑπέρχεται. Λαθραίως οὖν αὐτοῖς ἐντυχὼν καὶ περὶ τοῦ προδοῦναι τὴν πόλιν λόγους καὶ δοὺς καὶ λαβών, ἥκοντας τοὺς Φράγκους ἐδέξατο ἀνιόντας διὰ κλίμακος. Ἕνα καθένα γοῦν τῶν ἀνιόντων ἀποσφάξας, εἰς ἑκατὸν ἀριθμουμένους, τὰς κεφαλὰς αὐτῶν πλοίῳ ἐμβαλὼν περαιοῦται εἰς τὸ Δυρράχιον ἐκεῖθέν τε εἰς βασιλέα τῶν συμβεβηκότων ἄπεισιν ἄγγελος. Ὁ μὲν οὖν Περηνὸς ἐν τῷ Δυρραχίῳ ἔμενε, τὴν δὲ βασιλείαν τὰ οἴκοι ἀνιαρὰ ἔθλιβε, καὶ τὴν ἀνατολὴν τὰ ἐκ τῶν Τούρκων δεινὰ ἐπίεζον, αὐξανόμενα καθ' ἑκάστην καὶ μηδεμίαν λαμβάνοντα ἄνεσιν καὶ ἀνακωχήν. Τελευτήσαντος δὲ τοῦ Δούκα Κωνσταντίνου τοῦ βασιλέως, τῆς βασιλίδος δὲ Εὐδοκίας πρὸς βραχὺ τῆς βασιλείας ἀντισχούσης, ἐπεὶ εἰς Διογένην τὰ σκῆπτρα τῆς βασιλείας περιῆλθε, τῷ μὲν Ῥουμπέρτῳ καὶ τοῖς περὶ αὐτὸν δέος οὐ τὸ τυχὸν ἦν, μὴ καὶ τῶν οἰκείων ἐκπέσωσι πεῖραν τῆς αὐτοῦ γενναιότητος ἔχουσι, τῶν δέ γε τῇ Ῥωμανίᾳ διαφερόντων, χωρῶν τε καὶ πόλεων, πᾶσι τρόποις ἀπῆγον 170 ἑαυτοὺς καὶ ὑπέστελλον. Ταῖς δὲ κατὰ τῶν Τούρκων ἐκστρατείαις προσέχοντος καὶ αὐτοῦ καὶ τῷ πλέον θλίβοντι τὴν πᾶσαν σπουδὴν νέμοντος οὐκέτι μὲν ὡς δεσπόται, τρόπον δὲ κλεπτῶν καὶ λῃστῶν ἐπιόντες ὑπόφορα ἑαυτοῖς τὰ τῆς Ἰταλίας ἐποιήσαντο. Τῶν δὲ κατὰ τὸν Διογένην, ᾗπερ ἀνωτέρω διείληπται, οἰκονομηθέντων καὶ πραχθέντων, καὶ τοῦ Μιχαὴλ τὴν βασιλείαν ἀμελῶς καὶ παιδαριωδῶς διιθύνοντος ὡς δεσπόται βέβαιοι ἀπὸ θαλάσσης ἕως θαλάσσης τήν τε Λογγιβαρδίαν καὶ τὴν Καλαβρίαν ἑαυτοῖς ὑπεποιήσαντο, καὶ ταύτην διανειμάμενοι καὶ τὰ κάστρα διαμερισάμενοι ἑαυτοὺς μὲν κόμητας, τὸν δὲ Ῥουμπέρτον δοῦκα προσωνομάκασιν. Ὁ δὲ Μιχαὴλ οὐ μόνον οὐκ ἀντεποιήσατο τῆς διαφερούσης αὑτῷ χώρας, ὡς εἴρηται, ἀλλ' ὡς ἂν τοὺς Τούρκους τῆς ἀνατολῆς ἐξελάσειε, δέον ἐνόμισε σπείσασθαι αὐτῷ καὶ δι' αὐτῶν ἢ σὺν αὐτοῖς ἀποσοβῆσαι αὐτῶν τὴν ἄλογον κατὰ τῆς Ῥωμανίας ἐπέλευσιν. Ὅθεν καὶ κῆδος πρὸς τὸν Ῥουμπέρτον ποιεῖται καὶ τὴν αὐτοῦ θυγατέρα Ἑλένην καταμνᾶται τῷ ἑαυτοῦ υἱῷ Κωνσταντίνῳ. Ἠβούλετο μὲν ταῦτα ὁ βασιλεύς, πέρατι δὲ δοθῆναι παρὰ Θεοῦ κεκώλυται πάλαι καταψηφισαμένου τῆς ἀνατολῆς πανωλεθρίαν καὶ ἀναστάτωσιν. Ἐπὶ τούτοις ἐτέχθη ἐν Κωνσταντινουπόλει τρίπους ὄρνις καὶ παιδίον ἔχον κατὰ τὸ μέτωπον ἕνα ὀφθαλμόν, τραγοσκελὲς δὲ τοὺς πόδας. Δύο δὲ τῶν ἀθανάτων στρατιωτῶν γεγόνασι κεραυνόβλητοι. Τὸ δὲ τερατῶδες παιδίον ἐν τῇ τῶν Διακονίσσης δημοσίᾳ παρόδῳ κλαυθμὸν ἠφίει παιδικῷ προσεοικότα. Οὐ μὴν δὲ ἀλλὰ καὶ κομῆται παρετείνοντο πλεῖστοι καὶ συχνοί. 171 Ἐπεὶ δὲ καὶ οἱ βάρβαροι τὰ τῆς ἑῴας ἐληίζοντο, καὶ τὸ πλῆθος τὸ μὲν ἀνῃρεῖτο, τὸ δὲ φεῦγον τῇ Κωνσταντίνου προσέφευγεν, ἐδεῖτο μὲν ὁ καιρὸς οἰκονομικῆς καὶ πρεσβυτικῆς μεγαλοψύχου ρενός, ὁ δὲ τοσοῦτον ἦν φειδωλὸς καὶ μικρολόγος, ὥστε μηδ' ὀβολὸν προέσθαι θέλειν μηδὲ παρέχειν τινὶ τὸ οἱονοῦν ἢ πρόνοιαν γοῦν τροφῶν καὶ διὰ μετακομιδῆς γεννημάτων διὰ σιτηγῶν πλοίων ποιήσασθαι, ἀλλὰ τῇ ματαίᾳ καὶ ἀνονήτῳ περὶ λόγους σπουδῇ καὶ τῷ ἰαμβίζειν καὶ ἀναπαίστους συντιθέναι προσέχων διηνεκῶς, καίτοι μηδ' ἐν χρῷ τῆς τέχνης γευσάμενος, ἀλλ' ὑπὸ τοῦ τῶν φιλοσόφων ὑπάτου ἐξαπατώμενος καὶ ἀποβουκολούμενος τὸν κόσμον ὅλον διέφθειρεν, ὡς εἰπεῖν. Γίνεται γὰρ λιμὸς ἰσχυρός, ᾧ δὴ καὶ λοιμὸς ἐπακολουθεῖ καὶ θάνατοι, τὰ σύντροφα ταῦτα καὶ πρὸς ὄλεθρον ἀνθρώπων ἀδελφὰ καὶ ὁμότιμα. Καὶ ἔθνῃσκον καθ' ἑκάστην συχνοί, ὥστε μὴ δύνασθαι τοὺς ζῶντας ἐκφέρειν τοὺς νεκρούς, κἀν τοῖς λεγομένοις ἐμβόλοις κεῖσθαι ἀτημελήτους καὶ φοράδην κομίζεσθαι πολλούς, πολλάκις ἐν μιᾷ κλίνῃ πέντε καὶ ἓξ τιθεμένων νεκρῶν, καὶ πάντοθεν ἐπιρρέειν τὰ σκυθρωπὰ καὶ πάσης ατηφείας πληροῦσθαι τὴν βασιλεύουσαν. Τῶν δὲ καθημερινῶν ἀδικημάτων καὶ τῶν παρανόμων κριμάτων καὶ εἰσπράξεων οὐδεμία τις ἀναστολὴ τοῖς κρατοῦσιν ἐπενοεῖτο, ἀλλ', ὥσπερ μηδενὸς τὸ παράπαν ἐνοχλοῦντος τοῖς Ῥωμαίοις ἀλλοφύλου πολέμου ἢ θείας ὀργῆς ἢ τοὺς ἀνθρώπους κατατρυχούσης ἐνδείας καὶ βίας βιοτικῆς, οὕτως ἀδεῶς ἔπραττον τὰ θεομισῆ καὶ τυραννικά. Καὶ πᾶν προβούλευμα βασιλικὸν καὶ ἐννόημα εἰς τὸ τοὺς οἰκείους ἀδικεῖν καὶ κατασοφίζεσθαι καὶ θηρεύειν τοὺς βίους αὐτῶν καὶ τὴν ἀφορμὴν τῆς ζωῆς κατεγίνετο, ὡς καὶ ἄχρι τῶν θείων σηκῶν ἐπεκταθῆναι τὴν πλεονεξίαν αὐτῶν καὶ τὰ ἱερὰ τούτων κειμήλια καὶ ἔπιπλα ἀφελέσθαι. Οὕτω δὲ τῶν πραγμάτων διοικουμένων καὶ οὕτω τῶν τε ἐκτὸς καὶ τῶν ἐντὸς λεηλατουμένων καὶ κεραϊζομένων δυσβουλίᾳ καὶ κακότητι τῶν 172 κρατούντων, οἱ ἐν τῇ ἀνατολῇ προέχοντες, Ἀλέξανδρός τε ὁ Καβάσιλας, ὁ Στραβορωμανός, οἱ Συναδηνοί, ὁ Γουδέλιος καὶ ἡ λοιπὴ τῶν συγκλητικῶν ἀρχόντων λογάς, ἣν ἐκ πολλοῦ ἀποστασίαν ὠδίνησαν εἰς ἔργον ἐξάγουσι νῦν καὶ τὸν κουροπαλάτην Νικηφόρον τὸν Βοτανειάτην συνελθόντες βασιλέα ἀναγορεύουσιν, Ὀκτωβρίου μηνὸς ἱσταμένου τῆς πρώτης ἐπινεμήσεως. Ὅπερ εἰς ὦτα τῷ βασιλεῖ πεσὸν οὐ μετρίως αὐτὸν διετάραξεν· ἦν γὰρ ὑπὸ πολλῶν προλεγόμενον ὡς ἔσται ποτὲ ὅτε ὑπερτερήσει τὸ Ν τοῦ Μ. Καὶ αὐτίκα τοῖς Τούρκοις ὡς οἰκείοις καὶ γνησίοις ἔγραψεν ὑπισχνούμενος καὶ δῶρα δοῦναι, εἰ μόνον συλλαβόντες αὐτόν τε καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἐξαποστείλωσιν. Ἦν δὲ ὁ Βοτανειάτης τῶν εὐπατριδῶν, ἐκ τοῦ Φωκᾶ τὸ γένος πολυπλόκως μὲν ἀλλ' ὅμως κατάγων καὶ τῶν περιωνύμων Φλαβίων, οἳ τὸ γένος ἀπὸ τῆς περιδόξου καὶ πρεσβυτέρας Ῥώμης κατῆγον, καθὼς ἡ ἀνέκαθεν παράδοσις κρατεῖ περὶ αὐτοῦ. Τρίτην δὲ ἄγοντος τοῦ Ὀκτωβρίου μηνός, μέλλοντος ἤδη τὴν βασιλικὴν πήξασθαι σκηνὴν φῶς ἀθρόον περὶ τὸν ἀέρα διεφάνη περὶ πρώτας νυκτὸς φυλακὰς μέχρι Χαλκηδόνος καὶ Χρυσοπόλεως καὶ τῶν ἐν Βλαχέρναις ἀνακτόρων· ὃ καὶ οἰωνὸς ἀγαθὸς πᾶσιν ἔδοξεν, ὡς ἐπιφοιβάζειν τινὰς ἀπὸ Λάμπης λαμπτῆρα φωσφόρον ἐπιδημῆσαι τοῖς βασιλείοις. Ὡρμημένου δὲ ἤδη πρὸς τὸ Βυζάντιον ἀποστατικὴ ἑτέρα κακόνοια τὴν δύσιν περιεκλόνησε. Νικηφόρος γὰρ πρόεδρος ὁ Βρυέννιος τὴν τοῦ Δυρραχίου δουκικὴν διέπων ἀρχὴν καὶ ταύτης παραλυθεὶς βασιλέως ἑαυτῷ περιέθηκεν ὄνομα, καὶ τοῖς ἐκεῖσε στρατιώταις ὀπαδοῖς καὶ συνεργοῖς χρησάμενος ἔξεισι μὲν ἐκεῖθεν, ἐπείγεται δὲ πρὸς Ἀδριανούπολιν. Ὁ γὰρ αὐτάδελφος αὐτοῦ Ἰωάννης τινὰς τῶν ἑσπερίωνδυνάμεων εἰς τὴν προσδοκωμένην ἐπιβουλὴν καταρτύσας, μετὰ Βαράγγων καὶ Φράγκων πλήθους πολλοῦ, τῷ ἀδελφῷ συνθέσθαι παρεσκεύασε, 173 σὺν αὐτοῖς δὲ καὶ τὸν κατεπάνω τῆς αὐτῆς πόλεως, συγγενέα τούτου τυγχάνοντα. Καὶ πρὸ τοῦ καταλαβεῖν δὲ εἰς Ἀδριανούπολιν τὴν εὐφημίαν αὐτοῦ καὶ τὴν ἀνάρρησιν προδιεγράψαντο. Ὁ δὲ βασιλεὺς μαλθακώτερον πρὸς τὰ πράγματα διακείμενος ἦν· εἰ μὴ γὰρ ἦν τούτου, εὐκόλως ἂν τὸν Βρυέννιον κατηγωνίσατο, στρατόν τε ἰδιαίτατον ἔχων, οὓς ὀνομάζουσιν ἀθανάτους, καὶ ἕτερον οὐκ ἀγεννῆ ἀπὸ συγκλύδων ἀνδρῶν συγκείμενον, καὶ διὰ πάντων εὐχερῶς εἶχεν ἐπιθέσθαι τοῖς ἐν Ἀδριανουπόλει μὲν πρότερον, εἶτα δὲ καὶ τῷ Βρυεννίῳ αὐτῷ. Ἀλλ', ὡς εἴρηται, ῥαθυμότερον σχὼν ἐκεῖνόν τε ὕψωσε καὶ ἐκ μικροῦ μέγαν ἐποίησε καὶ ἑαυτῷ παρέσχε πράγματα. Καὶ Νικηφόρος γὰρ πρόεδρος ὁ Βασιλάκιος διάδοχος αὐτοῦ σταλείς, ἐν Θεσσαλονίκῃ συναντήσας αὐτῷ εἴ γε δεξιῶς ἐχρήσατο τοῖς πράγμασιν, εὐκόλως ἂν αὐτὸν ἐν ἀρχῇ τῆς ἀποστασίας κατηγωνίσατο. Καταλαβὼν δὲ εἰς Τραϊανούπολιν ἐκεῖσε τῷ τε ἀδελφῷ συνήντησεν Ἰωάννῃ καὶ τοῖς ἐξ Ἀδριανουπόλεως Φράγκοις τε καὶ Μακεδόσι καὶ τῷ λοιπῷ τὰ αὐτοῦ φρονοῦντι στρατεύματι· ἔνθα καὶ τὰ βασιλικὰ παράσημα περιβάλλεται. Κατασφαλισάμενός τε πάντας ὅρκοις καὶ συνθήκαις φρικταῖς οὕτω τὴν εὐφημίαν ἀπειλήφει μετ' εὐφημίας καὶ δορυφορίας πολλῆς, καὶ οἷα βασιλεὺς τῶν πραγμάτων ἀπάρχεται καὶ τῆς Ἀδριανουπόλεως ἐπιβαίνει σὺν πολλῇ τιμῇ καὶ σεβάσματι, ἐξαισίαν ὑπάντησιν ποιησαμένων αὐτῷ τῶν πολιτῶν διὰ τὸ οἰκείως ἔχειν πρὸς αὐτὸν καὶ θεραπευτικῶς. Ἀντεπεξελθὼν δέ τισιν ὁ πρόεδρος Κωνσταντῖνος ὁ Θεοδωροκάνος τῶν τοῦ Βρυεννίου ἁλίσκεται καὶ πρὸς αὐτὸν αἰχμάλωτος ἄγεται, ἀνὴρ ἔνδοξος καὶ γένους ἐπισημότητι καὶ βίου λαμπρότητι καταφανὴς γινωσκόμενος. Παρωράθη δὲ ὡς εἷς τῶν ἀτίμων καὶ ἀγεννῶν· οὐ μὴν δὲ σωματικὴν τιμωρίαν ὑπέστη, καίτοι γε ἐπίδοξος ἦν ταύτην παθεῖν διὰ προηγησαμένας ἔχθρας καὶ μάχας κεφαλικάς· 174 φυγαδευθεὶς δὲ πρός τινα τῶν μακεδονικῶν πόλεων, μετ' οὐ πολὺ τῷ χρεὼν ἐλειτούργησε. Τὸ δὲ τὰ βασιλικὰ παράσημα ἐν Τραϊανουπόλει περιβαλέσθαι τὸν Βρυέννιον καὶ τὴν εὐφημίαν καὶ τὴν ἀνάρρησιν δέξασθαι οὐκ ἀγαθὸν οἰωνὸν οἱ συνετώτεροι καὶ ἐχέφρονες ἐλογίζοντο. Ἡ γὰρ Τραϊανούπολις αὕτη οὐκ ἐπὶ τῷ ὀνόματι τοῦ βασιλέως Τραϊανοῦ ᾠκοδομήθη ὑπ' ἐκείνου μὲν γὰρ ἐκ καινῆς ᾠκοδόμηται ἐπ' ὀνόματι δὲ τῶν μεγιστάνων τινὸς Γότθου, Τραϊανοῦ καλουμένου, γενναίου τὸ τηνικαῦτα κατά τε χεῖρα καὶ κατὰ ψυχήν, ὃν διά τι πταῖσμα τῶν ὀφθαλμῶν ἐστέρησεν ὁ καῖσαρ Τραϊανός. Ἐπὶ Πέρσας δὲ διιὼν ἐνταῦθα τοῦτον ἐθεάσατο πρῶτον, καὶ περιώδυνος ἐπὶ τῇ θέᾳ γενόμενος, τῶν στρατηγημάτων καὶ τῆς ἀνδρείας ἀναμνησθείς, ἐν αὐτῷ τῷ τόπῳ πόλιν ἐκέλευσε πολίσαι εἰς μνήμην ἄληστον τοῦ ἀνδρός. Διὰ ταῦτα γοῦν οὐκ ἀγαθὸν οἰωνὸν τὸ γεγονὸς οἱ ἐχέφρονες ἐλογίζοντο. Ὅμως γοῦν τὸ ἀποτέλεσμα ὁ Βρυέννιος ἀγνοῶν– τυφλὸν γὰρ τοῦ μέλλοντος ἄνθρωπος– τῶν πραγμάτων ἀντείχετο. Ἐφρόνησε δὲ τὰ αὐτὰ καὶ ἡ Ῥαιδεστὸς συνεργίᾳ τῆς συγγενοῦς αὐτοῦ Βατατζίνης. Οἱ δὲ Ῥαιδεστηνοὶ καὶ κατὰ τοῦ Πανίου ἐξωρμηκότες ἐβιάσαντο καὶ αὐτοὺς ἀναγορεῦσαι τὸν Βρυέννιον. Τιμήσας δὲ τὸν ἑαυτοῦ ἀδελφὸν κουροπαλάτην καὶ τοὺς ἄλλους ἅπαντας ἀναλόγως καὶ ἀξίως τῆς ἰδίας καταστάσεως, φοβερὸς πρὸς τὴν βασιλίδα δι' ἀποστολῆς τοῦ ἰδίου ἀδελφοῦ φανῆναι ἐνόμισε. Παραδοὺς γὰρ αὐτῷ στρατὸν οὐκ ὀλίγον ἐν ἐλπίσιν ἦν ὡς, ἐπείπερ οἱ πολῖται τὸν βασιλέα καὶ τὸν λογοθέτην δι' ὀργῆς καὶ μίσους οὐκ ἀγεννῶς ἔχουσι, προσέξουσί τε αὐτῷ καὶ προσδέξονται σὺν ὁμολογίαις ἐντός, καὶ οὕτως ἀδεῶς ἐπιφοιτήσει καὶ αὐτὸς ἐν ἑτοιμασίᾳ βασιλικῇ. Ἀλλὰ πολὺ διήμαρτε τοῦ σκοποῦ. Εἰ γὰρ καὶ τὴν Ἡράκλειαν ἐδῄωσε καὶ πολλοὺς ἀνεῖλε τῶν ἐν αὐτῇ ὑποχωρήσαντος 175 ἔναγχος τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ, ὃς ἐν Σηλυβρίᾳ ἐφήδρευεν, ἀλλ' ὅμως οἱ τὴν βασιλίδα οἰκοῦντες οὐδαμῶς πρὸς τὴν ἐπιφοίτησιν τῆς τοῦ Βρυεννίου στρατιᾶς κατεπλάγησαν· παραγενόμενοι γὰρ ἠκροβολίσαντο κατὰ τὸ τεῖχος τῶν Βλαχερνῶν, καὶ ἀποκρουσθέντες ἐπεραιώθησαν τὴν τοῦ ἁγίου Παντελεήμονος γέφυραν καὶ τὰ ἐκεῖσε πάντα πυρὶ κατελυμήναντο, καὶ οὐδὲν ἄξιον λόγου πεπραχότες ὑπέστρεψαν ἐκεῖθεν. Αὐτὸς δὲ δύο τάγματα λαβὼν τῷ Ἀθύρᾳ ἐπιφοιτᾷ, τὴν δὲ λοιπὴν στρατιὰν εἰς παραχειμασίαν ἀπέστειλεν. Ἐν τοσούτῳ δὲ κακῶν γενόμενος ὁ βασιλεὺς μόλις εἰς μνήμην ἧκε τοῦ Ῥουσελίου, φυλακῇ καὶ δεσμοῖς καὶ ἔτι συνεχομένου καὶ τῷ Βοτανειάτῃ αὐτομολῆσαι ἐπιχειρήσαντος. Ἐξαγαγὼν οὖν αὐτὸν τῆς φυλακῆς καὶ πάσης ἀξιώσας τιμῆς καὶ ἀνέσεως, καὶ πολλοῖς ἐπαγωγοῖς καὶ θελκτηρίοις πρὸς αὐτὸν χρησάμενος ῥήμασιν, εἰς τὴν κατὰ τοῦ Βρυεννίου παράταξιν διηρέθισε καὶ ἀπὸ τῶν τειχῶν τοῖς σὺν τῷ Βρυεννίῳ Φράγκοις διαλεχθῆναι παρέπεισεν. Ὡς δ' οὐκ ἔπεισεν, ὁ Ῥουσέλιος ἐπιστρατεύει τῷ ἀδελφῷ τοῦ Βρυεννίου ἐν τῷ Ἀθύρᾳ διατρίβοντι στρατηγοῦντος τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ μετὰ τῶν ἐν τῇ βασιλίδι στρατιωτῶν ὅρκοις ἀσφαλέσι πρότερον τὰ πιστὰ δεδωκώς, συναποσταλέντων διὰ θαλάσσης καὶ ῥωσικῶν πλοίων κατ' αὐτῶν, αὐτῶν δὲ πεζῇ κατεπειξάντων πρὸς τὸν Ἀθύραν. Ἀλλ' ἔφθασαν προγνόντες διαφυγεῖν. Ἐπιδιῶξαι δὲ οἱ περὶ τὸν Ῥουσέλιον καὶ τὸν Κομνηνὸν βουλόμενοι καὶ τῶν ἐναντίων σφῆλαι πολλούς, οὐκ ἔσχον πειθομένους τοὺς στρατιώτας, δεδιότας τὸ ἐκβησόμενον. Ἔπεσον δὲ τῶν Μακεδόνων πολλοὶ καὶ ζῶντες οὐκ ὀλίγοι ἑάλωσαν, καὶ λαφυραγωγία ἐλήφθη πολλὴ καὶ τὰ πράσινα τοῦ κουροπαλάτου ὀχήματα, ὃς καὶ φεύγων ἀφικνεῖται εἰς Ῥαιδεστόν. Οἱ δὲ Πατζινάκοι μετὰ πλήθους οὐκ ἐλαχίστου τῇ Ἀδριανουπόλει ἐπεφάνησαν, καὶ ταύτην περικαθίσαντες τινὰς κατὰ τῆς χώρας ἀπέστειλαν καὶ τὰ ταύτης κάλλιστα ἐλωβήσαντο, φόνον μὲν ἀνδρῶν ποιησάμενοι, ζῴων δὲ ἀγέλας ἀπείρους ἐλάσαντες καὶ οὐδὲ ἓν εἶδος παραλιπόντες κακώσεως. Ὁ δὲ Βρυέννιος ἐπὶ συνθήκαις καὶ δόσει χρυσοῦ πρὸς δὲ καὶ ὑφασμάτων ὑποχωρῆσαι