Continuatio Scylitzae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/joannis-scylitzae" aria-label="More works by Joannis Scylitzae">
—
⋯
Original / primary: Pg Scrape Grc
176.1
παρασκευάσας αὐτοὺς ἠργυρολόγει τοὺς ἰδίους, παντὶ τρόπῳ τοῦ κατὰ σκοπὸν μὴ διαμαρτεῖν προθυμούμενος. Ἀποσταλεὶς δὲ ὁ ἀδελφὸς αὐτοῦ Ἰωάννης εἰς τὴν τῆς Κυζίκου χερρόνησον ἐπειρᾶτο τοὺς ἐγχωρίους ὑπαγαγέσθαι. Ἐντυχὼν δὲ αὐτῷ ὁ Ῥουσέλιος κατὰ κράτος αὐτὸν ἐτροπώσατο, ἐνισταμένου Μαρτίου μηνὸς τῆς πρώτης ἰνδικτιῶνος. Τοῦ δὲ πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου κοιμηθέντος καὶ πρὸς τὴν ἀγήρω λῆξιν μεταθεμένου ὁ βασιλεὺς ἕτερον προεχειρίσατο, οὐ τῶν τῆς συγκλήτου τινά, οὐ τῶν τῆς Ἐκκλησίας, οὐκ ἄλλον οὐδένα τῶν Βυζαντίων τῶν ἔκ τε λόγου καὶ πράξεως ὀνομαστῶν καὶ περιωνύμων, Κοσμᾶν δέ τινα μοναχὸν τῆς ἁγίας μὲν πόλεως ἀφιγμένον, μεγίστῃ δὲ τιμῇ παρὰ βασιλέως τιμώμενον διὰ τὴν ἐπιπρέπουσαν αὐτῷ ἀρετήν· εἰ γὰρ καὶ τῆς θύραθεν σοφίας ἄγευστος ἦν καὶ ἀμύητος, ἀλλ' ἀρεταῖς ποικίλαις ἐνωραΐζετο. Διὸ καὶ πάντων ὑπεριδὼν αὐτὸν ἐπὶ τῶν οἰάκων καθίζει τῆς Ἐκκλησίας. Ὁ δὲ Βοτανειάτης τὰ καθ' ἑαυτὸν εὖ διαθέμενος καὶ πρὸς τὸ προκείμενον ἔργον, ὃ ἀνερρίψατο, ἑτοιμαζόμενος, πάντας ὅσοι ποτὲ στρατείας μετεποιήσαντο προσκαλεσάμενος, τάγματα ἐκ τούτων συνεστήσατο, οἷς καὶ χρημάτων διανομῇ καὶ ἀξιωμάτων περιωπῇ τὸ ἀμέριμνον περιεποιήσατο καὶ πρὸς τὸ προκείμενον ἐπέρρωσε τὸ πρόθυμον. Ὧν ἀκούσαντες καὶ οἱ τὴν Νίκαιαν τηρεῖν πρὸς βασιλέως ἐσταλμένοι παμπληθεὶ αὐτῷ προσεφοίτησαν αὐτόμολοι καὶ τὴν πόλιν ἀμαχητὶ προδεδώκασι. Συνεστήσατο δὲ καὶ τουρκικὸν στρατὸν ἀξιόλογον, οὗ καθηγεῖτο Κουτλουμοὺς ἐκεῖνος ὁ περιβόητος σὺν υἱέσι πέντε τούτους προσεταιρισάμενος, προσγενεῖς μὲν τῷ σουλτάνῳ τυγχάνοντας καὶ ἀντιποιουμένους τῆς περσικῆς ἁπάσης ἐπικρατείας, ἀδυνατήσαντας δὲ πρὸς ἐκεῖνον μαχέσασθαι, καὶ διὰ τοῦτο τῇ Ῥωμανίᾳ ἐπιδημήσαντας κράτος ἐκείνῳ ἀντίθετον κατακτήσασθαι, μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, μάχην συστησα 177 μένους πρὸς τὸν σουλτάνον καὶ περὶ τῆς ὅλης ζυγομαχοῦντας ἀρχῆς κατὰ τὸν τόπον ὃς καλεῖται Ῥέ. Καὶ ἤδη συρρήγνυσθαι μελλόντων τῶν στρατευμάτων εἰς ὦτα πίπτει τὸ πρᾶγμα τῷ χαλιφᾷ, ὃς παρ' αὐτοῖς ἐν ἰσοθέῳ τιμᾶται τιμῇ. Κἀκεῖνος αὐτίκα καταφρονήσας παντὸς ὄγκου καὶ ἔθουςοὐ γὰρ ἐφεῖται αὐτῷ προβαίνειν τῆς ἰδίας καταγωγῆς ἐκτὸς ταχὺς ἐλάσας εἰς τὸ Ῥὲ παραγίνεται καὶ τὰς παρατάξεις εὗρεν μελλούσας ἤδη συρρήγνυσθαι. Μέσος στὰς τὰ πρὸς εἰρήνην αὐτοῖς διῄτησεν ἐπὶ συμφέροντι μὲν τῶν Περσῶν καὶ τῆς αὐτῶν ἀρχῆς, ἐπὶ κακῷ δὲ τῆς τῶν Ῥωμαίων ἐπικρατείας καὶ ἐξουσίας. Λόγων γὰρ διαφόρων κινηθέντων καὶ λεχθέντων τελευταῖον κρατεῖ τὸ δόξαν αὐτῷ κοινῇ λυσιτελές, ὥστε τὸν μὲν σουλτάνον ἄρχειν τῆς Περσίδος, ᾗπερ καὶ ὁ πατὴρ αὐτοῦ, τοὺς δὲ περὶ τὸν Κουτλουμοὺς λαβόντας δύναμιν παρὰ τοῦ σουλτάνου καὶ συγχέρειαν τὴν τῶν Ῥωμαίων χώραν ἑαυτοῖς περιποιήσασθαι καὶ ἔχειν εἰς ἰδίαν ἐξουσίαν καὶ βασιλείαν, ὥστε μηδόλως ἐπηρεάζειν ἀλλήλοις ἢ ἐνοχλεῖν. Καὶ ἐπὶ τῇ τοιαύτῃ ὑποθήκῃ καὶ διαιτήσει τοῦ χαλιφᾶ διαλύεται μὲν ἡ μάχη καὶ ὁ στρατὸς ὑποχωρεῖ καὶ πᾶσα ἡ ἔρις ἀποδιοπομπεῖται, καὶ τὰ τῶν Ῥωμαίων καταδουλοῦν ἑαυτοῖς ἀπήρξαντο. Τούτους οὖν προσεταιρισάμενος μετὰ στρατιᾶς ἀξιολόγου καὶ ἱκανῆς ἐπὶ συνθήκαις ῥηταῖς μεθ' ἑαυτοῦ συνεπήγετο, καὶ τῆς ὁδοῦ ἀρξάμενος ἐχώρει ἐπὶ τὴν Νίκαιαν. Πολὺ δὲ πλῆθος ἐκ τῆς μεγαλοπόλεως ἑκάστοτε συνέρρεον πρὸς αὐτόν· καὶ τὸ δὴ παράδοξον, ὅτι οὐδὲ οἱ Τοῦρκοι αὐτῷ ἐμποδὼν καθίσταντο, προέπεμπον δὲ μᾶλλον σὺν αἰδοῖ καὶ σεβάσματι. Καὶ ἡ βασιλὶς δὲ τῶν πόλεων καὶ πᾶν τὸ ἐν αὐτῇ ἐξαίρετον, ὅσον τε ἐν ἄρχουσι καὶ ὅσον ἐν ἀστικοῖς καὶ δημοτικοῖς, ἀλλὰ μὴν καὶ τὸ τῆς Ἐκκλησίας ἔκκριτον, κοινῇ συνελθόντες εἰς τὸν περίπυστον τῆς τοῦ Θεοῦ Λόγου Σοφίας νεών, ἄρτι τῶν τοῦ Εὐαγγελισμοῦ τῆς Θεομήτορος ἐπιβατηρίων ἐφισταμένων, ἀναγορεύουσι 178 τὸν Βοτανειάτην αὐτοκράτορα, προεξάρχοντος τούτων τοῦ πατριάρχου Θεουπόλεως μεγάλης Ἀντιοχείας, τοῦ ὀνομαζομένου Αἰμιλιανοῦ, καὶ τοῦ μητροπολίτου Ἰκονίου. Συννεύει τε πᾶς ὁ κλῆρος αὐτῷ καὶ ἡ σύγκλητος καὶ ἡ πόλις σχεδὸν ἅπασα. Καὶ διαιρεθέντες κατὰ φατρίας οἱ τῆς πολιτείας ἐπώνυμοι συνταγματάρχας τε προβάλλονται καὶ λόχους ἐπιφανεῖς συνεστήσαντο· κυριεύουσι δὲ καὶ τῶν ἀνακτόρων ἐξ ἐφόδου καὶ στρατιώτας ἐφιστῶσι, τοὺς τοῦ βασιλέως Μιχαὴλ ἐκδιώξαντες πολέμῳ τε τὸ μισθοφορικὸν καταγωνισάμενοι. Καθαιροῦσι δὲ καὶ τὸν βασιλεύοντα Μιχαήλ, φυγόντα εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα σὺν τῇ αὐγούστῃ Μαρίᾳ τῇ ἐξ Ἀλανῶν καὶ τῷ τούτου παιδὶ Κωνσταντίνῳ τῷ πορφυρογεννήτῳ, καὶ πρὸς τὸν μονήρη μεταλλάττουσι βίον τῇ μονῇ τοῦ Στουδίου μετ' εὐτελοῦς τοῦ ὑποζυγίου παραπέμψαντες, μοναρχήσαντα χρόνους ἓξ πρὸς μησὶν ἕξ, ἐν αὐτῷ τῷ Σαββάτῳ καθ' ὃ ἡ ἐπὶ Λαζάρῳ θαυματουργία παρὰ τῶν πιστῶν ἑορτάζεται· καὶ προϊστῶσιν ἀρχὰς τάς τε ἐπὶ ξηρᾶς, ἀλλὰ μὴν καὶ τῆς θαλάσσης, δρουγγάριον τοῦ στόλου προβαλλόμενοι. Οὕτω δὲ τῶν κατὰ τὴν πόλιν πραγμάτων φερομένων παρὰ πᾶσαν προσδοκίαν τοῦ τε βασιλέως καθαιρεθέντος ὁ Βοτανειάτης πεποιθὼς ἐχώρει πρὸς τὸ Βυζάντιον, ἀναίμακτον ὥσπερ ἀπολαμβάνων τὴν ἀρχὴν τῆς αὐτοκρατορίας, εἰ καὶ αὐτὸς πρὸς μάχας καὶ πολέμους διεσκευάζετο καὶ τὸ ὑπ' αὐτὸν συνεκρότει στρατιωτικόν. Ὁ δὲ λογοθέτης Νικηφόρος καὶ ὁ τούτου ὁμοιότροπος Δαβὶδ πρὸς ἑσπέραν ἐξώρμησαν, καὶ καταλαμβάνουσι τὸν Ῥουσέλιον ἐν Ἡρακλείᾳ αὐλιζόμενον καὶ τὰ κατὰ τῆς τῶν ἀντιπάλων νίκης τῷ Θεῷ χαριστήρια θύοντα. Οἱ δὲ τῆς πόλεως, ἐπὶ τρισὶν ἡμέραις τὰ ἀνάκτορα ἄτερ βασιλέως συντηρήσαντες, 179 γράμμασι τὸν Βοτανειάτην διαναστῆναι καὶ ἐλθεῖν ταχινώτερον ἐπέσπευδον. Σπουδῇ δὲ εἰς Πραίνετον ἀφικόμενος, ἕνα τῶν σὺν αὐτῷ ἄνδρα γενναῖον καὶ δραστήριον ἀποστείλας, Βορίλον τὸν ἑαυτοῦ δοῦλον, κρατεῖ τὰ ἀνάκτορα. Μετ' ὀλίγον δὲ καὶ αὐτὸς εἴσεισι κατ' αὐτὴν τὴν Μεγάλην Τρίτην καὶ ταῖς τοῦ πατριάρχου χερσὶ τῷ βασιλικῷ ταινιοῦται διαδήματι. Φιλοτιμησάμενος δὲ πάντας τοὺς σὺν αὐτῷ ἔν τε δώροις καὶ κτήμασι καὶ ἀξιώμασι, καὶ τοὺς Τούρκους δὲ ἐσκηνωμένους κατὰ τὴν Χρυσόπολιν φιλοφρονησάμενος, τῶν ἄλλων πραγμάτων τῆς βασιλείας ἐφήψατο. Πάσας δὲ τὰς δημοσιακὰς ὀφειλὰς ῥιζόθεν ἀπέτεμεν οὐ μετὰ προσδιορισμοῦ, ἀλλὰ συλλήβδην πάντων τῶν χρόνων ὁμοῦ, ὡς μηδ' ὄνομα τούτων ἢ μνήμην εὑρίσκεσθαι. Ἐπεὶ δὲ ὁ Βρυέννιος ἐκτὸς ὢν τὰ τῆς ἑσπέρας ἐκύκα καὶ συνεκλόνει, στέλλεται πρὸς αὐτὸν πρεσβεία βασιλικὴ ἀπαγγέλλουσα μεταθέσθαι μὲν τὴν ἄλογον ὄρεξιν, τὴν δὲ τοῦ καίσαρος λαβόντα τύχην στῆσαι τὴν ἔφεσιν. Ἐπεκύρου δὲ καὶ τὰς τιμὰς τοῖς αὐτῷ συναποστατήσασιν. Ὁ δὲ ἄτεγκτος ἦν καὶ ἀτεράμων καὶ ὑπερήφανος καὶ τῆς βασιλείας μὴ ἐξιστάμενος μηδὲ τῶν πρωτείων παραχωρῶν, ὧν οὐκ ἦν κύριος. Στέλλεται καὶ δευτέρα πρεσβεία πρὸς αὐτὸν καὶ γέγονεν ἄπρακτος. Ἐπὶ ταύτῃ δὲ καὶ τρίτη πρεσβεία φοιτᾷ, σταλέντος Ῥωμανοῦ πρωτοπροέδρου καὶ μεγάλου ἑταιρειάρχου, τοῦ Στραβορωμανοῦ. Οὐδὲ κἀκείνην οὖν δέχεται, μᾶλλον μὲν οὖν καὶ τὸν ἄνδρα ἀτίμως προσήκατο καὶ οὐδ' ὡς ἐκ βασιλέως, ἀλλ' ὡς ἐξ ὑποστρατήγου τινὸς ἀποσταλέντα· καίτοι ἱερὸν εἶναι σῶμα ὁ πρέσβυς λελόγισται καὶ παρὰ τοῖς ἀπίστοις αὐτοῖς, ὡς εἰρήνης μεσίτης καὶ τῶν μαχομένων διαλλακτὴς καὶ πολεμικὰς περιστάσεις ἀποσοβῶν. Ἔπεσε δὲ τηνικαῦτα αὐτομάτως ἡ τοῦ 180 Βρυεννίου σκηνή, τοῦ ὀρόφου ταύτης παραλυθέντος ἀοράτοις χερσί. Γέγονε δὲ καὶ ἔκλειψις τῆς σελήνης, ἥτις εἰς αὐτὸν ἀπέσκηψεν, ἐπεὶ καὶ πεφύκασιν ὡς ἐπίπαν τὰ τοιαῦτα τυραννούντων καθαίρεσιν δηλοῦν, καθὼς οἱ περὶ τὴν τῶν ἀστέρων ἀδόλεσχον ματαιότητα διαγινόμενοι τερατεύονται. Ἐπανελθόντος οὖν τοῦ Στραβορωμανοῦ καὶ τῆς πρεσβείας ἀπράκτου μεινάσης ἔργων πολεμικῶν ὁ βασιλεὺς εἴχετο καὶ ἐπ' αὐτὸν συνετάττετο στράτευμα καὶ θαρσῶν τὴν αὐτοῦ κατάλυσιν προηγόρευε· τὸ γὰρ ᾀδόμενον στοιχεῖον τοῦ Ν ἁπλοῦν μόνον καὶ οὐ διπλοῦν τοῖς ταῦτα σκοποῦσιν ἐφοιβάζετο. Καὶ δὴ στρατηγὸν ἐπιστήσας ἕνα τῶν εὐπατριδῶν, τὸν νωβελίσσιμον Ἀλέξιον τὸν Κομνηνὸν μέγαν αὐτὸν δομέστικον προβαλλόμενος, ὃς τὸν Ῥουσέλιον τὸ πρὶν εὐμηχάνως ἐχειρώσατο, κατὰ τοῦ Βρυεννίου ἀφίησι, φρονήσει καὶ διανοίας σταθηρότητι γεραρὸν καὶ πρὸς μάχας καὶ κινδύνους πολεμικοὺς ἑδραῖόν τε καὶ ἀπερικτύπητον. Ὃς δὴ τὰς δυνάμεις ἀνειληφὼς κατὰ τοῦ Βρυεννίου ἐβάδιζε, καὶ πρὸς τόπον Καλαβρύην ἐπονομαζόμενον διαναπαύων τὸν στρατὸν ἔμαθε παρὰ τῶν σκοπῶν ὡς ὁ Βρυέννιος ἐγγίζει πανστρατιᾷ τῆς Μεσήνης ἀπαναστάς. Καὶ αὐτίκα ὁ νωβελίσσιμος Τούρκους τῶν ἑαυτοῦ ἀπολεξάμενος ἀφικέσθαι μὲν ἄχρι τοῦ Βρυεννίου ἐκέλευσεν, ἐπίδειξιν δὲ πολέμου ποιησαμένους μόνην πάλιν ἐπαναστρέψαι πρὸς αὐτόν. Αὐτὸς δὲ λόχους ἐν ἐπικαίροις θέμενος καὶ τὰ κατὰ τὸν στρατόν, ὡς ἄριστον ἐδόκει, διαταξάμενος ἔμενε τὴν τοῦ Βρυεννίου ἐπέλευσιν. Φανέντων δὲ τῶν σημείων τῶν στρατευμάτων ἀμφοῖν καὶ ἀλαλαξάντων ἑκατέρων τὸ ἐνυάλιον πόλεμος συνέστη καρτερός. Ὡς δὲ ἑώρα ὁ Βρυέννιος τῶν ἑαυτοῦ ταγμάτων τὴν ἧτταν καὶ τὸ τεθορυβημένον καὶ σφαλερόν, τὰς κρατίστας τῶν σὺν αὐτῷ δυνάμεων συνηλικὼς αὐτὸς δι' ἑαυτοῦ τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα ἐκρότησεν. Ἀπεκρούσαντο δὲ τὴν τούτου ὁρμὴν οἱ τοῦ βασιλέως. Φιλοτιμουμένων δὲ ἀμφοτέρων περὶ τῆς νίκης καταπληκτική τις καὶ φόβου πλήρης 181 ἡ μάχη γέγονεν. Ὁ δὲ Κομνηνὸς σύνθημα δοὺς τοῖς ἐν τοῖς λόχοις διαναστῆναι καὶ τοῖς ἐναντίοις μεθ' ὁρμῆς βιαίας εἰσβαλεῖν τροπὴν τῶν τοῦ Βρυεννίου εἰργάσαντο καρτεράν. Ἑάλω μὲν οὖν ὁ Βρυέννιος ζῶν, ἔπεσον δὲ καὶ συχνοὶ τῶν αὐτοῦ, ἑάλωσαν δὲ οὐχ ἥττους καὶ μᾶλλον οἱ τῶν ἄλλων προέχοντες. Ὁ δὲ Βρυέννιος ληφθεὶς τῆς τοσαύτης ἀπονοίας πρόστιμον τὴν τῶν ὀφθαλμῶν ὑφίσταται πήρωσιν, πολλὰ μετακλαυσάμενος τῆς δυσβουλίας ἑαυτόν. Ὁ δὲ βασιλεὺς τὴν ἀγγελίαν δεξάμενος τῷ Θεῷ καὶ τῇ αὐτοῦ Μητρὶ τὰς εὐχαριστίας ἀνέθετο. Ἀναιρεῖται δὲ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ Βυζαντίῳ παρὰ τῶν Βαράγγων. Τοῦ γὰρ Βρυεννίου ἀποστατήσαντος καὶ τῶν ἐκτὸς Βαράγγων ὁμοφρονησάντων αὐτῷ οἱ ἐν τῷ παλατίῳ Βάραγγοι ἕνα τινὰ ἑαυτῶν ἐπιλεξάμενοι πρὸς τοὺς ὁμοέθνους ἀποστέλλουσιν, ἀξιοῦντες ἀφεῖναι μὲν τὸν ἀποστάτην, φρονῆσαι δὲ τὰ τοῦ βασιλέως. Γνωσθεὶς δὲ καὶ κρατηθεὶς ἐτασθείς τε σφοδρῶς πᾶσαν ἀνεκάλυψε τῶν μηνυθέντων τὴν δήλωσιν, στερεῖται δὲ καὶ τῆς ῥινός, παρὰ τοῦ Ἰωάννου ταύτην λωβηθείς. Ὅθεν καὶ μὴ πράως ἐνεγκὼν τὴν ὕβριν ἣν πέπονθεν ὁ βάρβαρος, ἀναιρεῖ τὸν Ἰωάννην ἐξιόντα τοῦ παλατίου, μαχαίραις ἐθνικαῖς κατακόψας αὐτόν. Ἐπανέστησαν δὲ καὶ τῷ βασιλεῖ οἱ Βάραγγοι καὶ διαχειρίσασθαι αὐτὸν ἔσπευδον. Ἀντιταξαμένων δὲ τούτοις τῶν τοῦ βασιλέως εἰς ἱκετείας ἐτράποντο καὶ τὸν βασιλέα ἐξιλεωσάμενοι συγγνώμης ἔτυχον. Ὁ δὲ βασιλεὺς τῆς γυναικὸς αὐτοῦ τελευτησάσης τῆς Βεβδηνῆς, ἅμα τῇ ἀναρρήσει ἀναγορευθείσης καὶ αὐτῆς, ἑτέραν ἠγάγετο. Πολλαὶ μὲν γὰρ αὐτῷ ἐμνηστεύοντο, Ζωή τε γὰρ ἡ τοῦ βασιλέως τοῦ Δούκα θυγάτηρ, παρθένος οὖσα καὶ τῷ εἴδει εὐπρεπής, ἀλλὰ καὶ τῶν συγκλητικῶν θυγατέρες πολλαὶ ὥραν ἔχουσαι γάμου. Ὁ δὲ μίαν ᾑρεῖτο τῶν δύο, ἢ τὴν τοῦ Δούκα σύζυγον καὶ αὖθις τοῦ Διογένους Εὐδοκίαν ἢ τὴν τοῦ ἔναγχος βασιλεύσαντος Μιχαὴλ Μαρίαν τὴν ἐξ Ἀλανῶν. Στέλλει γοῦν 182 τὴν Εὐδοκίαν ληψόμενος, ἡ δὲ ἠκολούθει περιχαρῶς. Ὅπερ γνοὺς ὁ τηνικαῦτα ἐπ' ἀρετῇ διαβόητος μοναχός, ὃν δὴ καὶ Πανάρετον ἀντ' ἄλλου παντὸς ἐκάλουν ὀνόματος, παντὶ τρόπῳ διακωλῦσαι ἐσπούδασε τὸ ἀτόπημα, πολλῶν ὑπομνήσας αὐτὴν τῶν δυναμένων παραλῦσαι τῆς προθυμίας. Ἄγεται τοίνυν τὴν Μαρίαν ἀπηρυθριασμένως ὁ βασιλεὺς καὶ ἱερολογεῖται αὐτῇ, καὶ παραυτίκα καθαιρεῖται ὁ ἱερεὺς ὡς προφανῶς μοιχείας τετελεσμένης. Ὁ δὲ Μιχαὴλ τὴν τρίχα κειράμενος, ψήφῳ τοῦ πατριάρχου καὶ τῶν μητροπολιτῶν χειροτονεῖται Ἐφέσου ἀρχιερεύς. Ἅπαξ μέντοι ἐν ἐκείνῃ ἐφοίτησε, καὶ ὑποστρέψας ἔμεινεν ἐν τῇ τοῦ Μανουὴλ μονῇ, χερσὶν ἰδίαις ἐργαζόμενος. Ἐτιμήθη δὲ διαφερόντως ὑπὸ τοῦ μετὰ ταῦτα βασιλεύσαντος Ἀλεξίου τοῦ Κομνηνοῦ, ἐφ' οὗ δὴ καὶ ἐκοιμήθη, τὴν ἑαυτοῦ σύζυγον Μαρίαν, μετὰ τὴν τοῦ Βοτανειάτου καθαίρεσιν μοναχὴν γεγενημένην, συμπαθείας τῶν εἰς αὑτὸν ἐπταισμένων καταξιώσας ἐν τῇ τελευτῇ. Ὁ δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασιλάκιος τὸ Δυρράχιον καταλαβὼν στρατὸν ἤθροιζεν ἐκ πασῶν τῶν ἐκεῖσε χωρῶν, μετεπέμψατο δὲ καὶ Φράγκους ἐξ Ἰταλίας, διὰ τοῦ ἐπισκόπου Διαβόλεως Θεοδοσίου φιλοτίμοις ταῖς δεξιώσεσι, κατὰ τοῦ Βρυεννίου συσκευαζόμενος. Συναγηοχὼς δὲ στρατιὰν ἀξιόλογον ἔκ τε Φράγκων καὶ Βαράγγων, Ῥωμαίων τε καὶ Βουλγάρων καὶ Ἀρβανιτῶν, ἄρας ἐκεῖθεν πρὸς Θεσσαλονίκην ἠπείγετο. Ἀφιγμένος δὲ εἰς Ἀχρίδα ἠβούλετο μὲν ἐκεῖσε ἀναγορευθῆναι, σπουδῇ δὲ τοῦ ἐκεῖσε ἀρχιερατεύοντος ἐκωλύθη. Ἐν δὲ Θεσσαλονίκῃ γενόμενος ἐπληροφορήθη τὴν τοῦ Βοτανειάτου ἀναγόρευσιν καὶ δουλικὰ πρὸς αὐτὸν ἀπέστειλε γράμματα, ἐν τῷ λεληθότι δὲ τὰ τῆς ἀνταρσίας διεπράττετο συνεργὸν ἔχων πρὸς τοῦτο τόν τε λεγόμενον Γυμνὸν καὶ Γρηγόριον τὸν Μεσημέριον καὶ τὸν Τεσσαρακοντάπηχυν. Προσκαλεῖται δὲ καὶ τοὺς Πατζινάκους εἰς συμμαχίαν. Ὁ βασιλεὺς δ' ὡς ἔγνω τὸν τούτου σκοπὸν καὶ τὴν προαίρεσιν, χρυσοβούλλῳ γραφῇ τὸ ἀμέριμνον 183 αὐτῷ περιποιησάμενος, τινὰ τῶν οἰκείων πρὸς αὐτὸν ἐξαπέστειλε, παντὸς μὲν ἀπολύων δέους αὐτὸν καὶ νωβελισσίμου βραβεύων ἀξίωμα. Ὁ δὲ τὰς ἐν χερσὶν εὐεργεσίας περιφρονήσας ἀνόνητα μετεκλαύσατο ὕστερον. Διὸ καὶ στέλλεται κατ' αὐτοῦ ὁ νωβελίσσιμος Ἀλέξιος, τιμηθεὶς σεβαστός, μετὰ στρατιᾶς ἀξιολόγου καὶ ἱκανῆς. Φρουρὰν οὖν ἐν τῷ Περιθεωρίῳ τοῦ Βασιλακίου καταλαβών, στρατηγὸν ἔχουσαν τὸν Γυμνόν, πολέμῳ ταύτην ἀνήρπασε. Προβιβάζων δὲ τὴν στρατιὰν μέχρι Θεσσαλονίκης ἀπαθὴς διεσώθη κακῶν. Ἔκ τινος δὲ διαστήματος τὸν χάρακα θείς, πέραν τοῦ ποταμοῦ τοῦ λεγομένου Βαρδαρίου, ἐκεῖσε τὸν στρατὸν διαναπαῦσαι ἐσκόπησεν. Ὁ δὲ Βασιλάκιος τὴν νίκην κλέψαι ἀγωνιζόμενος ἐσκέψατο νυκτίλοχος ἐπιπεσεῖν αὐτῷ καὶ τοῦτον κατὰ κράτος ἑλεῖν καὶ ἀπωλείᾳ παραδοῦναι παντελεῖ. Τοῦ δὲ Γεμιστοῦ τὴν ἐπιβουλὴν καταμηνύσαντος τῷ σεβαστῷ ἐφυλάξατο ταύτην αὐτός τε καὶ οἱ περὶ αὐτόν. Ἐλάσας τοίνυν ὁ Βασιλάκιος δι' ὅλης τῆς νυκτὸς ἀπροόπτως τῷ δοκεῖν καὶ ἀδιαγνώστως πολέμῳ χαλεπῷ περιέπεσε. Κατὰ κράτος οὖν ἡττηθεὶς καὶ τῶν οἰκείων πλείστους ἀποβαλών, καὶ μᾶλλον τῶν Φράγκων, καὶ αὐτὸς δὲ τῷ δομεστίκῳ ἀντιταχθεὶς καὶ παρ' αὐτοῦ καταπονηθεὶς εἰς τὴν τῆς Θεσσαλονίκης ἀκρόπολιν καταπέφευγεν, οἰόμενος τῷ ὀχυρώματι ἀποσοβῆσαι τὴν τοῦ σεβαστοῦ ἐπέλευσιν. Ὁ δὲ σεβαστὸς μηδὲν μελλήσας τὴν ἅλωσιν τοῦ φρουρίου τοῖς ἀμφ' αὐτὸν προετρέψατο διὰ τάχους ποιήσασθαι· οἳ καὶ ἐνεργοὺς τὰς προσβολὰς ποιησάμενοι, τῶν Θεσσαλονικέων συμφρονησάντων αὐτοῖς, ταχὺ τούτου περιγίνονται καὶ τῆς ἀκροπόλεως ἐκυρίευσαν. Ἁλίσκεται δὲ καὶ αὐτὸς καὶ σιδηροῖς ἐμβάλλεται δεσμοῖς καὶ τῷ βασιλεῖ ἀποστέλλεται δέσμιος. Τῆς δ' ἀγγελίας καταλαβούσης τὸν βασιλέα προστάξει αὐτοῦ τοὺς ὀφθαλμοὺς ἐξορύττεται ἔγγιστα τῆς Χριστουπόλεως, καὶ ἔκτοτε ὁ τόπος ὠνόμασται ἡ βρύσις τοῦ Βασιλακίου. Τούτου δὲ γενομένου ἤχθη ἐφ' ἁμάξης φόρτος ἐλεεινὸς καὶ δυστυχὲς καταγώγιον. 184 Ἐν ὅσῳ δὲ τὰ στρατεύματα εἰς τὴν περὶ τὸν Βασιλάκιον ἠσχολοῦντο ἐκστρατείαν, Πατζινάκοι ἀναμὶξ Κομάνοις τῇ Ἀδριανουπόλει ἐπῆλθον, ὀργιζόμενοι κατὰ τοῦ Βρυεννίου διὰ τὸ παρ' αὐτοῦ ἀναιρεθῆναί τινας αὑτῶν. Πυρὰν οὖν ὑφάψαντες πολλὰ τῶν ἐκεῖσε οἰκημάτων κατέπρησαν καὶ μηδὲν ἄξιον λόγου πεπραχότες ὑπέστρεψαν. Ὡμολόγησε δὲ τούτῳ τῷ ἔτει καὶ Φιλάρετος κουροπαλάτης ὁ Βραχάμιος πίστιν τῷ βασιλεῖ καὶ δούλωσιν. Ἔν τισι γὰρ τόποις ὀχυροῖς, τείχεσι καὶ ξυναγκείαις περιειλημμένοις, τὴν οἴκησιν ποιούμενος, Ἀρμενίων τε πληθὺν καὶ συγκλύδων ἀνδρῶν συλλεξάμενος τῷ μὲν προβεβασιλευκότι Μιχαὴλ ἀκαταδούλωτος ἦν καὶ τὴν βασιλικὴν ἐπικράτειαν ἑαυτῷ οἰκειούμενος, τοῦ δὲ Βοτανειάτου περιζωσαμένου τὴν ἀρχὴν τῆς αὐτοκρατορίας δοῦλος αὐτεπάγγελτος γέγονε. Λέκας δέ τις ἀπὸ Παυλικιάνων Φιλιππουπόλεως ὡρμημένος ἐξ ἐπιγαμβρείας ηὐτομόλησε τοῖς Πατζινάκοις καὶ τούτοις συμφρονῶν τῇ Ῥωμαίων ἠπείλει τὰ φοβερώτατα, ἀλλὰ καὶ Δοβρομηρός τις τὰ ἐν Μεσημβρίᾳ διακυκῶν. Καὶ τῷ βασιλεῖ ἀντᾶραι μελετῶντες, δείσαντες καὶ τοῖς τῶν ἄλλων σωφρονισθέντες κακοῖς, πρὸ τῆς πείρας δουλικῷ ζυγῷ τοὺς αὐχένας ὑπέκλιναν καὶ προσῆλθον ἱκέται αὐτόμολοι. Τότε δὴ ὁ Λέκας τὸν ἐπίσκοπον Σαρδικῆς Μιχαήλ, τὰ τοῦ βασιλέως φρονοῦντα καὶ τὴν πόλιν αὐτὸ τοῦτο ποιεῖν παραινοῦντα, ἀνεῖλε τὴν θείαν καὶ ἱερατικὴν στολὴν ἀμπεχόμενον. Ἠξίωσε δὲ ὁ βασιλεὺς καὶ τὴν πρὸ τοῦ αὐγοῦσταν Εὐδοκίαν καὶ τοὺς παῖδας αὐτῆς προνοίας τε μεγάλης καὶ τιμῆς, καὶ τριῶν σεκρέτων κυρίαν ἀπέδειξεν· οὐ μὴν ἀλλὰ καὶ τὸν Βρυέννιον καὶ τὸν Βασιλάκιον προνοίας ἐνδεχομένης ἠξίωσεν. Ἄρτι δὲ τῶν Τούρκων τὴν ἑῴαν κατατρεχόντων στρατὸν 185 ἀξιόχρεων συνηλικὼς στρατηγὸν αὐτῷ ἐφίστησι Κωνστάντιον, τὸν υἱὸν Κωνσταντίνου τοῦ Δούκα. Καὶ αὐτίκα διαπεράσας νεωτερίζει κατὰ τοῦ βασιλέως, καὶ βασιλεὺς παραυτίκα ἀναγορεύεται παρὰ τοῦ ἐν Χρυσοπόλει συνόντος αὐτῷ στρατιωτικοῦ πλήθους. Ἀξιώσας δὲ περὶ τούτου ὁ βασιλεὺς καὶ μὴ εἰσακουσθείς, τοὺς μὲν δώροις καὶ ἀξιώμασι μειλιξάμενος, ἄλλους δὲ ἄλλον τρόπον μεταχειρισάμενος λαμβάνει τοῦτον ἀναιμωτί, αὐτῶν τῶν ἀναγορευσάντων προδόντων αὐτόν, καὶ ἀποκείρει μοναχὸν καὶ εἴς τινα νῆσον περιορίζει. Λέγεται δὲ ὅτι καὶ εἰς πρεσβυτέρου ἀνήχθη βαθμόν. Ὀκτωβρίῳ δὲ μηνί, ἰνδικτιῶνος γʹ, κεραυνὸς ἐνσκήψας ἐν τῷ τοῦ Μεγάλου Κωνσταντίνου κίονι, οὗ ἄνωθεν ἡ στήλη αὐτοῦ ἵστατο– Ἀπόλλωνος οὖσα ἀφίδρυμα πρότερον, εἰς ὄνομα δὲ αὐτοῦ μετονομασθεῖσαμέρος τε τούτου διέτεμε καὶ ζωστῆρας τρεῖς, σιδηροῦς μὲν τὰ ἔνδον, τὰ δὲ ἔξω χαλκοῦς, κατέκαυσε. Τοῦ δὲ ἀρχιερέως τῆς Βουλγαρίας Ἰωάννου τελευτήσαντος ἐν τῇ τοῦ Βασιλακίου διόδῳ ἕτερον ἀντ' αὐτοῦ ὁ βασιλεὺς προεβάλετο, Ἰωάννην καὶ αὐτὸν καλούμενον, Ἄοινον δὲ ὀνομαζόμενον διὰ τὸ μηδόλως μετέχειν αὐτὸν οἴνου. Ὡσαύτως δὲ καὶ τοῦ πατριάρχου Ἀντιοχείας κοιμηθέντος προεβάλετο ὁ βασιλεύς τινα Νικηφόρον, Μαῦρον τὴν ἐπωνυμίαν φέροντα. Σκοπίων δὲ δοὺξ προεβλήθη Ἀλέξανδρος ὁ Καβάσιλας. Λέων δὲ ὁ Διαβατηνὸς εἰς Μεσημβρίαν ἀποσταλεὶς τὰ ἐκεῖσε ἦν διοικῶν καὶ μετὰ τῶν Πατζινάκων καὶ τῶν Κομάνων συμβιβάσεις καὶ σπονδὰς ποιησάμενος. Δέδωκε δὲ καὶ τὴν ἀνεψιὰν αὑτοῦ ὁ βασιλεὺς τὴν Συναδηνήν, θυγατέρα οὖσαν Θεοδούλου τοῦ Συναδηνοῦ, τῷ κράλῃ Οὐγγρίας εἰς γυναῖκα, οὗ καὶ τελευτήσαντος αὖθις εἰς τὸ Βυζάντιον ὑπέστρεψε. Καὶ χειροτονίαι δὲ πολλαὶ μητροπολιτῶν τε καὶ τῶν ἄλλως ἱερωμένων γεγόνασιν ἐπὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔχουσαι τὸ ἀνεπίληπτον. Ὁ δὲ βασιλεὺς λιτότητι καὶ ἁπλότητι συνειθισμένος κατ' οὐδὲν τοῦ οἰκείου ἐξέστη τρόπου. Φιλοδωρότατος δὲ ἦν καὶ προετικὸς καὶ πᾶσιν ἑτοίμως ἐπικλινόμενος. Ἦσαν δὲ αὐτῷ δοῦλοι δύο, Βορίλος τε καὶ 186 Γερμανός, οὐ κατὰ δούλους αὐτῷ ὑπακούοντες, ἀλλὰ πᾶν τὸ αὑτοῖς βουλητὸν διαπραττόμενοι ἀνενδοιάστως· δι' οὓς καὶ φορτικὸς τοῖς ἐξοχωτέροις τῆς συγκλήτου ἐνομίζετο, δακνομένοις ἐφ' οἷς εἰς πάντας ἐπεδείκνυντο. Ἐπεὶ δέ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ λογοθέτης τῷ Ῥουσελίῳ προσέδραμε καὶ παρὰ τούτῳ διῆγε κατασχεθείς τε πρὸς αὐτοῦ ἐτηρεῖτο, τὸν μὲν Ῥουσέλιον φαρμάκῳ ἀναιρεῖ, παρὰ δὲ τῶν ἐπιτηδείων τοῦ Ῥουσελίου τῷ Βοτανειάτῃ προσαχθεὶς φρουρεῖται ἐν τῇ νήσῳ Πρώτῃ. Τῶν δὲ περὶ αὐτὸν εἰδότων ἀκριβῶς ὡς, εἰ μόνον ἴδοι αὐτόν, συμπαθείας τε τεύξεται καὶ εἰς τὸ τὰ κοινὰ διοικεῖν προσληφθήσεται ὡς πολύπειρος, ἀμβλύτερον πρὸς ταῦτα τοῦ βασιλέως ἔχοντος, ὅπερ μὴ συμφέρον αὑτοῖς οἱ περὶ τὸν βασιλέα λογιζόμενοι– ἔσεσθαι γὰρ αὐτὸν σκόλοπα ἑαυτοῖς ὑπελάμβανον ἀποστείλαντες τὸν μέγαν ἑταιρειάρχην τὸν Στραβορωμανὸν ἀναιροῦσιν αὐτόν, παρὰ μὲν τοῦ βασιλέως προστεταγμένον ὂν περὶ τῶν τῇ βασιλείᾳ διαφερόντων χρημάτων πυθέσθαι μόνον αὐτοῦ καὶ μὴ περαιτέρω ἐνοχλῆσαι αὐτόν. Ὁ δὲ ἅμα τῷ ἀφικέσθαι δεσμεῖ τε αὐτὸν καὶ ἐτάζει σφοδρῶς· ὃς δὴ καὶ ἐν τῷ ἐτάζεσθαι ἀφῆκε τὴν ψυχήν. Καίτοι γε ὑπισχνεῖτο, εἰ μὴ ἐτασθείη, ὁμολογῆσαι ταῦτα καὶ ἀναδοῦναι· ἀλλ', ὅπερ ἔφην, οὐ τοσοῦτον ἔμελεν αὐτοῖς τῶν βασιλικῶν θησαυρῶν, ὅσον ποιῆσαι αὐτὸν ἐκποδὼν πρὸ τοῦ εἰς ὄψιν ἐλθεῖν καὶ ὁμιλίαν τῷ βασιλεῖ. Καὶ τὰ μὲν κατὰ τὴν ἀναίρεσιν τοῦ λογοθέτου τοιοῦτον ἔσχε τέλος.