Ad eos qui scandalizati sunt
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
τοῦ σταυροῦ λέγω δι' οὗ ἡ οἰκουμένη ἐσώθη ἐσκανδαλίσθησαν Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ, ὁ τὴν οἰκουμένην ὀρθώσας, ὁ τὴν πλάνην λύσας, ὁ τὴν γῆν ποιήσας οὐρανόν, ὁ τοῦ θανάτου τὰ νεῦρα ἐκκόψας, ὁ τὸν ᾅδην ἄχρηστον ἐργασάμενος, ὁ τοῦ διαβόλου τὴν ἀκρόπολιν καταλύσας, ὁ τοὺς δαίμονας ἐπιστομίσας, ὁ τοὺς ἀνθρώπους ἀγγέλους ποιήσας, ὁ βωμοὺς καταλύσας καὶ ναοὺς ἀνατρέψας, ὁ τὴν καινὴν ταύτην καὶ ξένην φιλοσοφίαν εἰς τὴν γῆν καταφυτεύσας, ὁ μυρία ἐργασάμενος ἀγαθά, τὰ φρικώδη ταῦτα καὶ μεγάλα καὶ ὑψηλά, οὐχὶ σκάνδαλον πολλοῖς γέγονεν;
15.2.1
Οὐχὶ Παῦλος βοᾷ καθ' ἑκάστην ἡμέραν λέγων, καὶ οὐκ αἰσχύνεται; «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν;» Τί οὖν, εἰπέ μοι; οὐκ ἐχρῆν γενέσθαι τὸν σταυρόν, οὐδὲ τὴν φρικώδη ἐκείνην ἀνενεχθῆναι θυσίαν, οὐδὲ τοσαῦτα τελεσθῆναι κατορθώματα, ἐπειδὴ σκάνδαλον ἐγένετο τοῖς ἀπολλυμένοις τὸ πρᾶγμα καὶ τότε καὶ μετὰ ταῦτα καὶ παρὰ πάντα τὸν χρόνον;
15.3.1
Καὶ τίς οὕτω μαινόμενος, τίς οὕτως ἐξεστηκὼς ὡς τοῦτο εἰπεῖν; Ὥσπερ οὖν ἐνταῦθα οὐ τοὺς σκανδαλιζομένους δεῖ λογίζεσθαι, καίτοι τοσούτους ὄντας, ἀλλὰ τοὺς σωθέντας, τοὺς κατορθώσαντας, τοὺς ἀπολαύσαντας τῆς τοσαύτης σοφίας· καὶ οὐ χρὴ λέγειν «Τί δὲ πρὸς τοὺς σκανδαλισθέντας;» ἑαυτοῖς γὰρ ἂν εἶεν ἐκεῖνοι δίκαιοι λογίζεσθαι· οὕτω δὴ οὐδὲ νῦν.
15.4.1
Τὸ γὰρ σκάνδαλον οὐ παρὰ τὴν φύσιν τοῦ σταυροῦ γέγονεν, ἀλλὰ παρὰ τὴν ἄνοιαν τῶν σκανδαλιζομένων· διὸ καὶ ἐπάγει ὁ Παῦλος· «Αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν». Ἐπεὶ καὶ ὁ ἥλιος βλάπτει τοὺς ἀσθενεῖς τῶν ὀφθαλμῶν, τί οὖν; οὐκ ἔδει γενέσθαι τὸν ἥλιον; Καὶ τὸ μέλι πικρὸν τοῖς νοσοῦσι φαίνεται, τί οὖν; ἀφανισθῆναι ἔδει τοῦτο ἐκ τοῦ μέσου; Αὐτοὶ δὲ οἱ ἀπόστολοι, οὐχὶ τοῖς μὲν ὀσμὴ θανάτου εἰς θάνατον ἦσαν, τοῖς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν; Διὰ τοὺς ἀπολλυμένους οὖν οὐκ ἔδει τοὺς ζῶντας ἀπολαῦσαι τῆς τοσαύτης κηδεμονίας;
15.5.1
Αὕτη δὲ ἡ παρουσία τοῦ Χριστοῦ, ἡ σωτηρία ἡ ἡμετέρα, ἡ πηγὴ τῶν ἀγαθῶν, ἡ ζωή, τὰ μυρία καλά, πόσους ἐβάρησε, πόσους ἀπολογίας ἀπεστέρησε καὶ συγγνώμης; Οὐκ ἀκούεις τί φησι περὶ τῶν Ἰουδαίων ὁ Χριστός; «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.»
15.6.1
Τί οὖν; ἐπειδὴ ἀναπολόγητα αὐτοῖς γέγονε μετὰ τὴν παρουσίαν τὰ ἁμαρτήματα, οὐκ ἔδει αὐτὸν παραγενέσθαι δι' ἐκείνους τοὺς κακῶς τῷ καλῷ χρησαμένους; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐδεὶς οὐδὲ τῶν σφόδρα ἐξεστηκότων. Τί δαί, ἀπὸ τῶν Γραφῶν, εἰπέ μοι, πόσοι ἐσκανδαλίσθη σαν; πόσαι αἱρέσεις ἐντεῦθεν ἔτεκον ἑαυταῖς προφάσεις; Ἐξαλειφθῆναι οὖν ἔδει τὰς Γραφὰς διὰ τοὺς σκανδαλισθέντας ἢ μηδὲ τὴν ἀρχὴν δοθῆναι; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα δοθῆναι διὰ τοὺς μέλλοντας καρποῦσθαι τὴν ἀπ' αὐτῶν ὠφέλειαν.
15.7.1
Ἐκεῖνοι μὲν γάρ– πάλιν οὐ παύσομαι τὰ αὐτὰ λέγων– ἑαυτοῖς λογιζέσθωσαν τὰ σκάνδαλα· οἱ δὲ μέλλοντες ἐξ αὐτῶν τὰ μέγιστα ὠφελεῖσθαι, οὐ τὴν τυχοῦσαν ὑπέμειναν ἂν ζημίαν, εἰ διὰ τὴν ἑτέρων ἀγνωμοσύνην καὶ ῥᾳθυμίαν αὐτοὶ μέλλοντες κερδαίνειν τῷ λαβεῖν αὐτάς, ἀπεστερήθησαν τῆς τοιαύτης ὠφελείας. Μὴ τοίνυν μοι λέγε τοὺς ἀπολλυμένους· ὅπερ γὰρ καὶ ἐν τῷ ἔμπροσθεν εἶπον λόγῳ, οὐδεὶς τῶν ἑαυτοὺς μὴ ἀδικούντων παρ' ἑτέρων ἀδικεῖταί ποτε, κἂν εἰς αὐτὸ τὸ ζῆν κινδυνεύῃ.