Ad eos qui scandalizati sunt
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.1
σκανδαλίζει ἀλλὰ καὶ ὠφελεῖ τὰ τῶν πειρασμῶν, κἂν Ἕλληνες τύχωσιν ὄντες Καὶ γὰρ οἱ μηδέπω τῷ λόγῳ τοῦ Χριστιανισμοῦ προσελθόντες καὶ ἐντεῦθεν μειζόνως, ἐὰν νήφωσι, κερδαίνουσι. Καὶ γὰρ ὅταν ἴδωσιν ἀδικουμένους, λοιδορουμένους, δεσμωτήριον οἰκοῦντας, ἐπηρεαζομένους, ἐπιβουλευομένους, ἀποτεμνομένους, καιομένους, καταποντιζομένους καὶ μηδενὶ τῶν δεινῶν εἴκοντας, ἐννόησον ὅσον ἔχοντες θαῦμα τῶν παραδόξων τούτων ἀθλητῶν ἀπήρχοντο καὶ οἱ τότε καὶ οἱ νῦν, ὥστε οὐ μόνον οὐκ ἐργάζεται σκάνδαλον τὰ γεγενημένα τοῖς νήφουσιν, ἀλλὰ καὶ πλείονος διδασκαλίας ὑπόθεσις γίνεται.
22.2.1
Διὸ καὶ Παῦλος ἤκουσε ταῦτα, ὅτι· «Ἡ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Τοῦτο καὶ ἐπὶ τῆς Παλαιᾶς καὶ ἐπὶ τῆς Καινῆς ἔστιν εὑρεῖν. Ἐννόησον γὰρ τί πάσχειν εἰκὸς ἦν τὸν Ναβουχοδονόσορ ὑπὸ τριῶν παίδων, δούλων, αἰχμαλώτων, δεδεμένων, πυρπολουμένων, τοσούτου στρατοπέδου παρόντος ἡττώμενον καὶ μὴ δυνάμενον τριῶν περιγενέσθαι σωμάτων δεδουλωμένων, ὑποκειμένων, πατρίδος ἐκπεπτωκότων, ἐλευθερίας, τιμῆς, δυναστείας, χρημάτων, πόρρω τῶν οἰκείων ἀπῳκισμένων. Εἰ δὴ μὴ συνεχωρήθη ὁ ἐμπρησμὸς ἐκεῖνος, οὐκ ἂν οὕτω λαμπρὸν τὸ βραβεῖον ἐγένετο, οὐκ ἂν οὕτω φαιδρὸς ὁ στέφανος.
22.3.1
Ἐννόησον τί πάσχειν εἰκὸς ἦν τὸν Ἡρώδην ὑπὸ δεσμώτου ἐλεγχόμενον καὶ ὁρῶντα οὐδὲ ἀπὸ τῆς ἁλύσεως ἐνδιδόντα τῇ παρρησίᾳ, ἀλλ' αἱρούμενον σφαγῆναι μᾶλλον ἢ προέσθαι τὴν καλλίστην ἐλευθεροστομίαν ἐκείνην.
22.4.1
Ἐννόησον τίς ὁρῶν ταῦτα καὶ ἀκούων καὶ τῶν τότε ζώντων καὶ τῶν μετὰ ταῦτα γενομένων, κἂν σφόδρα ἀναπεπτωκὼς ᾖ, νοῦν δέ τινα ἔχων βραχύν, πῶς τὰ μέγιστα κερδάνας ἄπεισι. Μὴ γάρ μοι τὰ καθάρματα τῶν ἀνοήτων εἴπῃς, τοὺς βλᾶκας καὶ αὐτόσαρκας ὄντας καὶ φύλλων κουφοτέρους. Οὗτοι γὰρ οὐχὶ τούτοις μόνον, ἀλλὰ καὶ παντὶ σχεδὸν γενομένῳ προσπταίουσιν· ὡς καὶ ὁ Ἰουδαίων δῆμος καὶ μάννα ἐσθίων καὶ ἄρτον, ὁμοίως δυσάρεστος ἦν, καὶ ἐν Αἰγύπτῳ ὢν καὶ ἀπαλλαγεὶς Αἰγύπτου καὶ παρόντος Μωυσέως καὶ ἀπελθόντος.
22.5.1
Ἀλλ' ἐκείνους εἰς μέσον ἄγε μοι, τοὺς νήφοντας, τοὺς ἐγρηγορότας καὶ λογίζου πόσην εἰκὸς αὐτοὺς ἐντεῦθεν καρπώσασθαι τὴν ὠφέλειαν, ὁρῶντας ψυχὴν ἀπερίτρεπτον, φρόνημα ἀδούλωτον, γλῶτταν παρρησίας γέμουσαν, ἄνθρωπον ἐρημοπολίτην βασιλέως περιγενόμενον, δεσμούμενον καὶ οὐκ ἐνδιδόντα, ἀποτεμνόμενον καὶ οὐ σιωπῶντα· καὶ μηδὲ μέχρι τούτων στῇς, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα ἐξέταζε.
22.6.1
Ἀπέτεμεν ὁ Ἡρώδης, ἀπετμήθη ὁ Ἰωάννης. Τίς οὖνἐστιν ἐν τοῖς ἁπάντων μακαρισμοῖς; τίς ζηλωτός; τίς ἀνακηρύττεται; τίς στεφανοῦται; τίς ἐγκωμιάζεται; τίς ἐπαινεῖται; τίς θαυμάζεται; τίς μέχρι σήμερον ἐλέγχει;
22.7.1
Οὐ καθ' ἑκάστην Ἐκκλησίαν ὁ μὲν βοᾷ· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου·» ὁ δὲ στηλιτεύεται καὶ μετὰ τελευτὴν ἐπὶ τῇ μοιχείᾳ καὶ τῇ παρανομίᾳ καὶ τῇ θρασύτητι; Σκόπει δὲ μετὰ τῶν εἰρημένων, ὅση τοῦ δεσμώτου ἡ δύναμις καὶ τοῦ τυράννου ἡ ἀσθένεια.
22.8.1
Ὁ μὲν γὰρ οὐκ ἴσχυσε μίαν ἐπιστομίσαι γλῶτταν, ἀλλ' ἀνελὼν αὐτήν, μυρία ἀντ' ἐκείνης καὶ μετ' ἐκείνης ἠνέῳξε στόματα· ὁ δὲ καὶ τότε αὐτὸν εὐθέως ἐφόβησε μετὰ τὴν σφαγήν– οὕτω γὰρ αὐτοῦ τὸ συνειδὸς κατέσειεν ὁ φόβος, ὡς νομίζειν αὐτὸν τότε καὶ ἐκ νεκρῶν ἀναστάντα θαυματουργεῖν–, καὶ νῦν δὲ καὶ ἐξ ἐκείνου διὰ παντὸς τοῦ χρόνου κατὰ πᾶσαν αὐτὸν ἐλέγχει τὴν οἰκουμένην καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων.
22.9.1
Ἕκαστος γὰρ τὸ Εὐαγγέλιον ἀναγινώσκων τοῦτο, λέγει· «Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου»· καὶ τοῦ Εὐαγγελίου χωρὶς ἐν συλλόγοις καὶ συνουσίαις, ταῖς οἴκοι, ταῖς ἐν ἀγορᾷ, ταῖς ἁπανταχοῦ, κἂν εἰς τὴν Περσῶν χώραν ἀπέλθῃς, κἂν εἰς τὴν Ἰνδῶν, κἂν εἰς τὴν Μαύρων, κἂν ὅσην ἥλιος ἐφορᾷ γῆν καὶ πρὸς αὐτὰς τὰς ἐσχατιάς, ταύτης ἀκούσῃς τῆς φωνῆς καὶ ὄψει τὸν δίκαιον ἐκεῖνον ἔτι καὶ νῦν βοῶντα, ἐνηχοῦντα καὶ τὴν κακίαν ἐλέγχοντα τοῦ τυράννου καὶ οὐδέποτε σιγῶντα, οὐδὲ τῷ πλήθει τοῦ χρόνου τὸν ἔλεγχον μαραινόμενον.
22.10.1
Τί τοίνυν ἀπὸ τῆς τελευτῆς παρεβλάβη ὁ δίκαιος ἐκεῖνος; τί δὲ ἀπὸ τοῦ βιαίου θανάτου; τί δὲ ἀπὸ τῆς ἁλύσεως; τί δὲ ἀπὸ τοῦ δεσμωτηρίου; Τίνας δὲ οὐκ ὤρθωσε τῶν νοῦν ἐχόντων, ἀφ' ὧν εἶπεν, ἀφ' ὧν ἔπαθεν, ἀφ' ὧν ἔτι καὶ νῦν κηρύττει τὰ αὐτὰ ἃ καὶ τότε ζῶν; Μὴ τοίνυν λέγε· «Διὰ τί συνεχωρήθη ἀποθανεῖν;» Οὐ γὰρ θάνατος ἦν, ἀλλὰ στέφανος τὸ γεγενημένον, οὐ τελευτή, ἀλλὰ μείζονος ζωῆς προοίμια. Μάθε φιλοσοφεῖν καὶ οὐ μόνον οὐδὲν ἐκ τῶν τοιούτων βλαβήσῃ, ἀλλὰ καὶ τὰ μέγιστα κερδανεῖς.
22.11.1
Τί δὲ ἡ Αἰγυπτία γυνή; Οὐ κατηγόρησεν; οὐκ ἐσυκοφάντησεν; οὐκ ἔδησε τὸν δίκαιον; οὐκ εἰς δεσμωτήριον ἐνέβαλεν; οὐ τὸν περὶ τῶν ἐσχάτων ἐπεκρέμασεν αὐτῷ κίνδυνον; οὐκ ἀνεῖλε, τό γε εἰς αὐτὴν ἦκον; οὐ πονηρὰν περιέθηκε δόξαν; Τί οὖν αὐτὸν παρέβλαψεν ἢ τότε, ἢ νῦν; Καθάπερ γὰρ πυρὸς ἄνθρακες ὑπὸ ἀχύρων καλυφθέντες, παρὰ μὲν τὴν ἀρχὴν σκιάζεσθαι δοκοῦσιν, ἀθρόον δὲ διαφαγόντες τὰ ἐπικείμενα, δι' αὐτῶν ἐκείνων τῶν ἀχύρων ὑψηλοτέραν ἀνάπτουσι τὴν φλόγα· οὕτω δὴ καὶ ἡ ἀρετή, κἂν ἐπηρεάζεσθαι δοκῇ, ὕστερον δὴ δι' αὐτῶν τῶν κωλυμάτων μειζόνως ἀνθεῖ καὶ εἰς αὐτὸν φθάνει τὸν οὐρανόν.
22.12.1
Τί γὰρ μακαριώτερον γένοιτ' ἂν τοῦ νεανίσκου ἐκείνου διὰ τὴν συκοφαντίαν, διὰ τὴν ἐπιβουλήν, οὐ διὰ τὸν θρόνον τὸν ἐν Αἰγύπτῳ, οὐδὲ διὰ τὴν ἐκεῖ βασιλείαν; Πανταχοῦ γὰρ τοῖς πάθεσιν αἱ δόξαι καὶ αἱ εὐδοκιμήσεις καὶ οἱ στέφανοί εἰσι συγκεκληρωμένοι. Οὐχὶ καὶ τοῦτον
22.13.1
πάντες πανταχοῦ τῆς οἰκουμένης ᾄδουσι;
22.14.1
Καὶ χρόνου τοσούτου πλῆθος οὐκ ἐμάρανεν αὐτοῦ τὴν μνήμην, ἀλλὰ τῶν βασιλικῶν εἰκόνων λαμπρότερόν τε καὶ διαρκέστερον αἱ τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης ἀνάκεινται εἰκόνες, ἐν τῇ Ῥωμαίων, ἐν τῇ βαρβάρων χώρᾳ, ἐν τῷ ἑκάστου συνειδότι, ἐν τῇ ἑκάστου
22.15.1
γλώττῃ .
22.16.1
Καὶ ὁρῶμεν αὐτὸν ἅπαντες κατεχόμενον, ἀρχόμενον, συμβουλεύοντα τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ πόρνῃ τὰ δέοντα καὶ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα εἰς τὴν ἐκείνης σωτηρίαν, ἐντρέποντα αὐτῆς τὴν ἀναισχυντίαν, σβεννύντα τὴν κάμινον, χειμῶνος ἐξαρπάσαι ἐπιχειροῦντα χαλεποῦ καὶ εἰς τὴν γαλήνην ὁρμίζοντα· εἶτα ἐπειδὴ τὸ κλυδώνιον ὑπερέσχε καὶ ὑπέραντλον τὸ πλοῖον γέγονε, ναυαγούσης ἐκείνης, φεύγοντα τὰ κύματα καὶ ἐπὶ τὴν στερεὰν τῆς σωφροσύνης πέτραν τρέχοντα καὶ τὰ ἱμάτια ἐν ταῖς ἐκείνης καταλιμπάνοντα χερσὶ καὶ τῶν τὰς πορφυρίδας περιβεβλημένων λαμπρότερον ἐν τῇ γυμνότητι φαινόμενον καὶ καθάπερ ἀριστέα τινὰ καὶ τροπαιοῦχον φαιδρόν, τὸ τρόπαιον ἱστῶντα τῆς σωφροσύνης.
22.17.1
Καὶ οὐδὲ ἐν τούτοις καταλύομεν τὴν μνήμην, ἀλλὰ περαιτέρω προϊόντες, ὁρῶμεν αὐτὸν πάλιν εἰς δεσμωτήριον ἀπαγόμενον, δεδεμένον, αὐχμῶντα, πολὺν ἐκεῖ τηκόμενον χρόνον. Καὶ διὰ ταῦτα μάλιστα θαυμάζομεν πάλιν αὐτόν, μακαρίζομεν, ἐκπληττόμεθα, ἐπαινοῦμεν. Κἂν σώφρων τις ᾖ, ἐννοῶν αὐτὸν σωφρονέστερος γίνεται· κἂν ἀκόλαστος, τάχιον τῷ διηγήματι πρὸς σωφροσύνην μεθίσταται καὶ ὑπὸ τῆς ἱστορίας ἀμείνων καθίσταται.
22.18.1
Ταῦτα τοίνυν ἅπαντα ἀναλέγοντες, μηδὲν θορυβεῖσθε, ἀλλὰ καὶ κερδαίνετε ἐκ τῶν γινομένων· καὶ ἡ τῶν ἀθλούντων ὑπομονὴ γινέσθω καρτερίας ὑμῖν διδάσκαλος καὶ πάντα τὸν βίον τῶν γενναίων καὶ ὑψηλῶν ἀνδρῶν ὁρῶντες διὰ τοιούτων ὑφαινόμενον, μὴ συγχεῖσθε, μηδὲ ταράττεσθε, μήτε τοῖς ἰδίοις, μήτε τοῖς κοινοῖς πειρασμοῖς· καὶ γὰρ καὶ ἡ Ἐκκλησία ἐξ ἀρχῆς οὕτως ἐτράφη, οὕτως ηὐξήθη. Μηδὲν οὖν ξενίζεσθε· οὐδὲν γὰρ ἀπεικὸς γέγονεν.
22.19.1
Ἀλλ' ὥσπερ ἐπὶ τῶν βιωτικῶν, οὐκ ἔνθα ἄχυρα καὶ χόρτος, οὐδὲ ἔνθα ἄμμος, ἀλλ' ἔνθα χρυσίον καὶ μαργαρῖται, ἐκεῖ πειραταὶ καὶ καταποντισταὶ καὶ λῃσταὶ καὶ τοιχωρύχοι συνεχῶς ἐνοχλοῦσι καὶ ἐπιβουλεύουσιν, οὕτω καὶ ὁ διάβολος ἔνθα ἂν ἴδῃ πλοῦτον συναγόμενον τὸν κατὰ ψυχὴν καὶ εὐπορίαν εὐσεβείας ἐπιτεινομένην, ἐκεῖ τὰ μηχανήματα ἵστησι καὶ προσάγει. Ἀλλ' ἐὰν οἱ ἐπιβουλευόμενοι νήφωσιν, οὐ μόνον οὐδὲν ἐλαττοῦνται ἐντεῦθεν, ἀλλὰ καὶ μείζονα τὸν πλοῦτον τῆς ἀρετῆς συνάγουσιν· ὃ δὴ καὶ νῦν γέγονε.