Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad eos qui scandalizati sunt
John Chrysostomsunt 3 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
ἀκατάληπτον τὸ θεῖον Ὅταν οὖν ἴδῃς τὰ σεραφεὶμ τὰ περιιπτάμενα τὸν θρόνον τὸν ὑψηλὸν ἐκεῖνον καὶ ἐπηρμένον, τῇ προβολῇ τῶν πτερύγων ἀποτειχίζοντα τὰς ἑαυτῶν ὄψεις καὶ τοὺς πόδας καλύπτοντα καὶ νῶτα καὶ πρόσωπα καὶ κραυγὴν ἀφιέντα ἐκπλήξεως γέμουσαν, μὴ πτερὰ νόμιζε καὶ πόδας καὶ πτέρυγας αὐτοῖς εἶναι·
3.2.1
ἀόρατοι γὰρ αἱ δυνάμεις ἐκεῖναι· ἀλλὰ διὰ τῶν εἰκόνων τούτων τὸ ἀπρόσιτον, τὸ ἀκατάληπτον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου λογίζου. Καὶ γὰρ καὶ ἐκείναις ἀκατάληπτος καὶ ἀπρόσιτός ἐστι, καίτοι συγκαταβαίνων· οὐδὲ γὰρ ὅπερ ἦν ἐφαίνετο τότε. Θεὸς γὰρ οὐ κάθηται, οὐδὲ θρόνῳ περιέχεται, οὐδὲ τόπῳ περιείληπται.
3.3.1
Εἰ δὲ καθήμενον καὶ ἐπὶ θρόνου ἱδρυμένον καὶ κυκλούμενον ὑπ' αὐτῶν– ἅπερ ἐστὶν ἅπαντα συγκαταβαίνοντος, οὐ καθημένου– οὐκ ἴσχυσαν ἰδεῖν, ἀλλὰ μὴ φέρουσαι τὴν ἐκεῖθεν ἐκπηδῶσαν ἀστραπήν, τῇ προβολῇ τῶν πτερύγων τὰς ὄψεις ἀπετείχιζον καὶ μόνον ἐδοξολόγουν, μόνον ὕμνουν μετὰ πολλῆς τῆς φρίκης τὸ μυστικὸν ἐκεῖνο τοῦ ἁγιασμοῦ ἀναφέρουσαι μέλος·
3.4.1
Οὐκ ἀπελθὼν κατορύξεις σεαυτὸν καὶ καταδύσεις, τῆς ἀρρήτου καὶ ἀφράστου καὶ ταῖς ἄνω δυνάμεσιν ἀκαταλήπτου Θεοῦ δυνάμεως τὴν πρόνοιαν μετὰ τοσαύτης περιεργάζεσθαι βουλόμενος τῆς ἰταμότητος;
3.5.1
Τὰ γὰρ ἐκείνου Υἱῷ καὶ Πνεύματι ἁγίῳ δῆλα μόνον ἅπαντα μετ' ἀκριβείας, ἑτέρῳ δὲ οὐδενί· καὶ τούτων τὸ μὲν Ἰωάννης ὁ εὐαγγελιστής, τὸ δὲ Παῦλος ὁ ἀπόστολος παρεδήλωσεν. Ὁ μὲν οὖν τῆς βροντῆς υἱὸς καὶ σφόδρα ἐπέραστος ὢν τῷ Χριστῷ καὶ τοῦτο παράσημον ἔχων, ὅπερ ἦν μεγίστης ἀρετῆς ἀπόδειξις καὶ τοσαύτης ἀπολαύων παρρησίας ὡς καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ κατακλίνεσθαι, οὕτω φησί· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε», ὅρασιν τὴν γνῶσιν λέγων·
3.6.1
«Ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο.» Τοῦτο καὶ ὁ Χριστὸς δηλοποιῶν δι' ἑαυτοῦ πάλαι τῷ δήμῳ τῶν Ἑβραίων διαλεγόμενός φησιν· «Οὐδεὶς ἑώρακε τὸν Πατέρα, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα.»
3.7.1
Τὸ δὲ σκεῦος τῆς ἐκλογῆς εἰς τὸν τῆς οἰκονομίας αὐτοῦ λόγον ἐμπεσὼν καὶ τὰ ἀπόρρητα, ἅπερ ἔμαθεν, ἅπαντα βουλόμενος εἰπεῖν, πῶς αὐτὰ ἔγνω, οὕτω λέγει· «Λαλοῦμεν δὲ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων, εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνω.
3.8.1
Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἀλλά, καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Πῶς οὖν αὐτὰ ἔγνωμεν ἡμεῖς, ὦ Παῦλε; τίς ὁ μηνύσας καὶ δῆλα καταστήσας αὐτὰ τὰ ἀθέατα, τὰ ἀνήκουστα, τὰ εἰς καρδίαν ἀνθρώπου μὴ ἀναβάντα;
3.9.1
Εἰπὲ καὶ δεῖξον τίς ὁ τοσαύτην ἡμῖν γνῶσιν κομίσας. «Ἡμῖν δὲ, φησίν, ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ.» Εἶτα ἵνα μή τις νομίσῃ ὅτι ταῦτα μόνον ἐπίσταται, ἅπερ ἀπεκάλυψεν ἡμῖν ὁ Θεὸς δι' αὐτοῦ, οὐχὶ δὲ καὶ πᾶσαν ἔχει τὴν γνῶσιν, ἐπήγαγε· «Τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὥσπερ ἄνθρωπος αὐτὸς οἶδε τὰ ἑαυτοῦ καὶ ἃ βουλεύεται καὶ ἐν διανοίᾳ ἔχει, μετὰ ἀκριβείας ἐπίσταται πάντα, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον μετὰ ἀκριβείας οἶδε τοῦ Θεοῦ τὴν ἀπόρρητον γνῶσιν ἅπασαν.
3.10.1
Εἰπὼν τοίνυν· «Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ» οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὴν ἄνω κτίσιν ἅπασαν τῆς ἀκριβοῦς ταύτης ἐξέβαλε γνώσεως. Διὸ καὶ σοφός τις παραινεῖ λόγος· «Χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.»
3.11.1
Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐδὲ ταῦτα ἅπερ ἔχεις, οἴκοθεν μαθὼν ἔχεις ἅπαντα, οὐδὲ ἤρκεσέ σοι ἡ φύσις πρὸς τὴν τῶν ἁπάντων εἴδησιν, ἀλλ' ἄνωθεν τῶν πλειόνων ἔλαβες τὴν γνῶσιν· πολλῷ γὰρ μείζονα ἦν ἢ ὥστε τῇ συνέσει καταληφθῆναι τῇ σῇ. Τί τοίνυν οἴκοθεν φιλονεικεῖς τὰ βαθύτερα ἐρευνᾶν, ὅταν καὶ αὐτῶν ὧν οἶδας πολλὰ ὑπερβαίνῃ σου τὴν φρόνησιν καὶ ταῦτα ἑτέρωθεν ἔχῃς;
3.12.1
Τοῦτο καὶ ὁ Παῦλος παραδηλῶν ἔλεγε· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Παῦσαι τοίνυν ὀψὲ γοῦν ποτε τῆς τοσαύτης φιλονεικίας καὶ ἀνέχου τῆς σοφωτάτης συμβουλῆς ἐκείνης τῆς λεγούσης· «Μὴ εἴπῃς· Τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται.»

Intertext edge

Open linked passage

Note