Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad eos qui scandalizati sunt
John Chrysostomsunt 6 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
ὑπερβολῆς ὑπερβαινούσης Τοῖς μὲν οὖν εὐγνώμοσιν ἀρκεῖ καὶ πρὸ τῆς διὰ τῶν ἔργων ἀποδείξεως ἡ ἀπόφασις αὐτὴ μόνη τοῦ Θεοῦ, οὐχὶ τὴν πρόνοιαν αὐτοῦ δεικνῦσα μόνον, ἀλλὰ καὶ τὸν σφοδρὸν ἔρωτα τὸν περὶ ἡμᾶς. Οὐ γὰρ ἁπλῶς ἡμῶν προνοεῖ, ἀλλὰ καὶ ἐρῶν καὶ σφόδρα ἐρῶν ἔρωτά τινα ἀμήχανον, ἔρωτα ἀπαθῆ μέν, θερμότατον δὲ καὶ εὐτονώτατον καὶ γνήσιον καὶ ἀκατάλυτον καὶ σβεσθῆναι μὴ δυνάμενον.
6.2.1
Καὶ τοῦτον παραστῆσαι βουλομένη ἡ θεία Γραφή, παράγει μὲν εἰκόνας τὰς ἐν ἀνθρώποις, παράγει δὲ καὶ πολλὰ ἔρωτος ὑποδείγματα καὶ προνοίας καὶ κηδεμονίας. Οὐ μὴν μέχρι τούτων ἡμᾶς μόνον βούλεται ἑστάναι, ἀλλὰ καὶ ὑπερβαίνειν τὰ παραδείγματα τῷ λογισμῷ. Οὐδὲ ὡς ἀρκοῦντα δεῖξαι τὸ φίλτρον παράγει ταῦτα, ἀλλ' ὡς γνώριμα τοῖς ἀκούουσι καὶ τῶν ἄλλων μᾶλλον δυνάμενα δεῖξαι τοῦτο.
6.3.1
Οἷόν τι λέγω. Πρός τινας ὀδυρομένους καὶ πενθοῦντάς ποτε καὶ λέγοντας· «Ἐγκατέλιπέ με Κύριος καὶ ἐπελάθετό μου ὁ Θεὸς τοῦ Ἰσραήλ», τηνικαῦτα ἐπάγει λέγων ὁ προφήτης· «Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς ἢ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς;» τοῦτο λέγων ὅτι ὥσπερ ἐκείνη οὐκ ἂν ἐπιλάθοιτο τῶν παιδίων τῶν ἑαυτῆς, οὕτως οὐδὲ ὁ Θεὸς τοῦ γένους τῶν ἀνθρώπων.
6.4.1
Εἶτα ἵνα μάθῃς ὅτι τὴν εἰκόνα ταύτην παρήγαγεν ὁ προφήτης, οὐχὶ τοσοῦτον βουλόμενος δεῖξαι τὸ μέτρον τῆς ἀγάπης τοῦ Θεοῦ ὅση μητρός ἐστι περὶ τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς, ἀλλ' ἐπειδὴ τοῦτο μᾶλλον τῶν ἄλλων ἐξαίρετον μέτρον ἀγάπης γνώριμον εἶχε– τὸ μέντοι φίλτρον τοῦ Θεοῦ πολλῷ μεῖζον ἐκείνου–, ἐπήγαγεν· «Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος.»
6.5.1
Εἶδες πῶς ὑπερέβη τῆς μητρὸς τὸ μέτρον; Καὶ ἵνα μάθῃς ὅτι ἐκ πολλοῦ τοῦ περιόντος ὑπερέβη καὶ μητρὸς φιλοστοργίαν καὶ πατρὸς περὶ παῖδας πόθον, ὁ μὲν προφήτης φησί· «Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν.» Καὶ αὐτὸς δὲ πάλιν ταύτην εἰσάγει τὴν εἰκόνα τῆς ἀγάπης· ᾔδει γὰρ ταύτην τῶν ἄλλων ἔχουσάν τι ἐξαίρετον.
6.6.1
Ὁ δὲ καὶ προφητῶν καὶ πάντων Δεσπότης δηλῶν ὅτι καὶ ταύτης τὸ μέτρον ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνει τοῦ Θεοῦ ἡ κηδεμονία καὶ ὅσον τοῦ φωτὸς τὸ μέσον ἐστὶ πρὸς σκότος καὶ πονηρίας πρὸς ἀγαθότητα, τοσοῦτον τὸ μέτρον τῆς τοῦ Θεοῦ χρηστότητος καὶ προνοίας πρὸς
6.7.1
τὴν πατρικὴν φιλοστοργίαν, ἄκουε τί φησι·» Τίς ἐστιν ἐξ ὑμῶν, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πολλῷ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν», δεικνὺς ὅτι ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον ἡ τοῦ Θεοῦ ἀγαθότης τῆς τῶν πατέρων κηδεμονίας ἐστὶν ἀνωτέρα.
6.8.1
Ταῦτα δὲ εἶπον τὰ ὑποδείγματα ἵν', ὅταν ἑτέρας ἐπαγάγω φίλτρου εἰκόνας, μὴ μέχρι τοῦ μέτρου τοῦ λεγομένου παρὰ τῶν προφητῶν στήσῃς τὴν διάνοιαν, ἀλλ' ἔχων τὸν κανόνα τοῦτον ὑπερβῇς τῷ λογισμῷ περαιτέρω καὶ ἴδῃς τῆς ἀγάπης αὐτοῦ τὴν ἄφατον ὑπερβολήν. Οὐδὲ γὰρ ἀρκεῖται τοῖς τῆς φύσεως μέτροις, ἀλλ' ἀφεὶς αὐτὰ καὶ ὑπερακοντίσας καὶ ἕτερα πάλιν προστίθησιν ὑποδείγματα.
6.9.1
Τοιοῦτος γὰρ ὁ φιλῶν· διὰ πλειόνων βούλεται δεικνύναι τοῦτο τῷ φιλουμένῳ· ὃ δὴ καὶ αὐτὸς ποιεῖ εἰς τοπικῶν διαστημάτων μέγεθος ἐξάγων τὸν λόγον, οὐχ ἵνα πάλιν τοσοῦτον αὐτοῦ νομίσῃς τὸ φίλτρον, ἀλλ' ἐπειδὴ τοῦτο μόνον τὸ μέτρον τῶν διαστημάτων τῶν ἄλλων ἐξαίρετον καὶ γνώριμον ἦν τοῖς ἀκούουσι.
6.10.1
Καὶ διὰ μὲν τοῦ Δαυΐδ φησι· «Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν» καὶ· «Καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν», διὰ τοῦ Ἡσαΐου δέ· «Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὡς αἱ βουλαὶ ὑμῶν, οὐδὲ αἱ ὁδοί μου, ὡς αἱ ὁδοὶ ὑμῶν· ἀλλ' ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτον ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματά μου ἀπὸ τῶν διανοημάτων ὑμῶν.» Ταῦτα δὲ ἔλεγεν, ἀνωτέρω περὶ ἀφέσεως ἁμαρτημάτων διαλεχθεὶς καὶ εἰπών· «Ὅτι ἐπὶ πολὺ ἀφήσω τὰς ἀνομίας ὑμῶν.»
6.11.1
Εἶτα δεικνὺς πόσον, ἐπήγαγε τοῦτο τὸ ὑπόδειγμα· καὶ οὐδὲ τούτοις ἀρκεῖται μόνοις, ἀλλ' εἰς ἑτέραν παχυτέραν καταφέρει τὸν λόγον εἰκόνα. Ἐν γὰρ τῷ Ὠσηὲ ἔλεγε· «Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; ὩςἈδάμα θήσομαι σε καὶ ὡς Σεβοείμ. Μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ· συνεταράχθη ἡ μεταμέλειά μου.»
6.12.1
Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲ τὸ ῥῆμα ἤνεγκα τῆς ἀπειλῆς, φησί. Καὶ ἀνθρωπίνως μὲν διαλέγεται, οὐχ ἵνα τι ἀνθρώπινον ὑποπτεύσῃς, ἄπαγε, ἀλλ' ἵνα ἀπὸ τῆς παχυτάτης λέξεως θεοπρεπῆ τὴν ἀγάπην καὶ γνησίαν καὶ ἀκατάλυτον νοήσῃς.
6.13.1
Ὥσπερ γάρ τις μανικῶς τινος ἐρῶν, οὐδὲ μέχρι ῥημάτων αἱρεῖται λυπῆσαι τὸν ἐρώμενον, οὕτω δὴ καὶ αὐτός φησιν· Ἐπειδὴ μόνον εἶπον, καὶ ἐλύπησα τῇ λέξει· «Μετεστράφη ἡ καρδία μου ἐν ταὐτῷ.» Οὐδὲ γὰρ τὰς βαρυτάτας ταύτας παραιτεῖται εἰκόνας παράγειν, ἵνα δείξῃ τὸ φίλτρον, ὅπερ μάλιστα ἐρῶντός ἐστι.
6.14.1
Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ περαιτέρω πρόεισι πάλιν, ἕτερον βαθύτερον ἐπάγων ὑπόδειγμα καὶ λέγων· «Ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί», ὅτι μάλιστα ἐν ἀρχῇ θερμότεροι οἱ ἐρῶντές εἰσιν. Οὕτω δὲ εἴρηται, οὐχ ἵνα τι ἀνθρώπινον ὑποπτεύσῃς– πάλιν γὰρ τὰ αὐτὰ λέγων οὐ παύσομαι– ἀλλ' ἵνα ἐκ τούτων τὸ θερμόν, τὸ γνήσιον, τὸ σφοδρόν, τὸ πεπυρωμένον τῆς ἀγάπης ἴδῃς.
6.15.1
Εἶτα εἰπὼν ὅτι ὡς πατὴρ φιλεῖ καὶ πλέον ἢ πατήρ, ὡς μήτηρ καὶ πλέον ἢ μήτηρ, ὡς νυμφίος καὶ πλέον ἢ νυμφίος, ὅτι τοσοῦτον ὅσον τὸ διάστημα τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς καὶ πλέον ἢ τοσοῦτον, ὅτι τηλικοῦτον ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν καὶ πλέον ἢ τηλικοῦτον, οὐδὲ ἐνταῦθα ἵσταται τῶν εἰκόνων, ἀλλὰ καὶ περαιτέρω πρόεισιν εἰς ἐπίδειξιν πολλῷ ταπεινοτέρου ὑποδείγματος.
6.16.1
Τοῦ γὰρ Ἰωνᾶ μετὰ τὴν φυγὴν καὶ τοῦ Θεοῦ τὴν καταλλαγὴν τὴν πρὸς Νινευΐτας ἐξαπορηθέντος, ὡς οὐκ ἐλθόντων εἰς ἔργον τῶν ἀπειληθέντων καὶ παθόντος τι ἀνθρώπινον πάθος καὶ σκυθρωπάσαντος, ἐπιτάξας τῇ ἀκτῖνι θερμοτέραν ἀφεῖναι τὴν φλόγα, εἶτα κελεύσας τῇ γῇ σχεδιάσαι αὐτῷ στέγην ἀπὸ λαχάνου καὶ θάλψας αὐτὸν μεθ' ὑπερβολῆς καὶ ἀναπαύσας, εἶτα λυπήσας τῷ ταύτην ἀφανίσαι τὴν στέγην, ἐπειδὴ τῷ μὲν εἶδεν ἀνεθέντα, τῷ δὲ κατατεινόμενον, ἄκουε τί φησι πρὸς αὐτόν·
6.17.1
«Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύντης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας· ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν ἐν αὐτῇ πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν.»
6.18.1
Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐχ οὕτως ἀνέπαυσέ σε ἡ σκιὰ τοῦ λαχάνου ὡς ἐμὲ εὔφρανεν ἡ σωτηρία τῶν Νινευϊτῶν· οὐδὲ οὕτως σε ἐλύπησεν ἡ ἀφαίρεσις αὐτοῦ ὡς ἐμὲ ὁ τούτων ὄλεθρος. Οὕτω παρὰ γνώμην μου ἡ ἀπώλεια αὐτῶν ἦν. Ὁρᾷς πῶς καὶ ἐνταῦθα ὑπερβαίνει τὴν εἰκόνα. Οὐ γὰρ εἶπε· «Σὺ μὲν ἐφείσω ὑπὲρ τῆς κολοκύντης», καὶ ἐσίγησεν, ἀλλ' ἐπήγαγεν· «Ἐφ' ᾗ οὐκ ἐκακοπάθησας, οὐδὲ ἐξέθρεψας αὐτήν.
6.19.1
Ἐπειδὴ γὰρ ἐκεῖνα μάλιστα φιλοῦσι τῶν φυτῶν οἱ γηπόνοι περὶ ἃ πολὺν ἐπεδείξαντο πόνον, δεῖξαι θέλων ὅτι καὶ κατὰ τοῦτο φιλεῖ τὸ εἶδος τοῦ φίλτρου τοὺς ἀνθρώπους, τοῦτο προσέθηκεν· «Εἰ γὰρ σὺ τοῦ ἀλλοτρίου ἔργου οὕτως ἀντείχου, φησί, πολλῷ μᾶλλον ἐγὼ τοῦ οἰκείου καὶ οὗ ποιητής εἰμι». Εἶτα καὶ ὑποτέμνεταί τι τῆς κατηγορίας αὐτῶν λέγων ὅτι· «Οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν», ἀφελείᾳ μᾶλλον ἢ κακίᾳ πεπλημμεληκέναι αὐτοὺς ἀποφηνάμενος, ὃ καὶ ἔδειξε τὸ τῆς μετανοίας τέλος.
6.20.1
Καὶ ἑτέροις δὲ ἐπιτιμῶν θρηνοῦσιν ὡς ἐγκαταλειφθεῖσι, ταῦτα λέγει τὰ ῥήματα· «Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τίς πατέρα ἀναμιμνῄσκει καὶ παρακαλεῖ ὥστε προνοῆσαι παιδός; ἢ τεχνίτην καὶ δημιουργὸν ὥστε μὴ ἀφεῖναι διαπεσεῖν τὸ ἔργον; Εἶτα ἐπ' ἀνθρώπων μὲν ἀρκεῖσθε τῇ φύσει καὶ τῇ τέχνῃ εἰς ἀπόδειξιν τῆς κηδεμονίας, ἐμὲ δὲ οἴεσθε χρῄζειν τοῦ παρακαλοῦντός με, ἵνα τῶν τέκνων τῶν ἐμῶν καὶ τῶν ἔργων ἀντιλήψωμαι;
6.21.1
Ταῦτα δὲ ἔλεγεν, οὐχ ἵνα μὴ παρακαλῶσιν, ἀλλ' ἵνα εἰδέναι ἔχωσιν ὅτι καὶ πρὸ τῆς παρακλήσεως ὁ Θεὸς τὰ ἑαυτοῦ ποιεῖ, βούλεται δὲ καὶ παρακαλεῖσθαι, ἐπειδὴ μέγα οἶδε τοῖς παρακαλοῦσιν ἐντεῦθεν τὸ κέρδος. Εἶδες πῶς σαφέστερον καὶ ἡλίου φαιδρότερον διὰ τῶν ὑποδειγμάτων τούτων τῆς ἀφάτου προνοίας αὐτοῦ ἡ ὑπόδειξις διαλάμπει;
6.22.1
Σκόπει δέ. Παρήγαγεν εἰς μέσον τὸν πατέρα, τὴν μητέρα, τὸν νυμφίον, τὸ διάστημα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τὸ μέσον τῶν ἀνατολῶν πρὸς δυσμάς, τὸν φυτουργὸν καὶ περὶ λάχανα πονούμενον, τὸν οἰκοδόμον τῶν γενησομένων, τὸν σφοδρὸν ἐραστὴν τὸν ταραττόμενον, εἰ καὶ μέχρι ῥημάτων λυπήσειε τὸν ἐρώμενον· καὶ τοσοῦτον ἁπάντων ὑπερακοντίζειν διὰ πάντων τούτων ἔδειξε τὴν τοῦ Θεοῦ ἀγαθότητα, ὅσον πονηρίαν χρηστότητος.

Intertext edge

Open linked passage

Note