Ad eos qui scandalizati sunt
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
Καὶ τοῖς μὲν οὖν εὐγνώμοσιν, ὅπερ ἔφην, ἀρκεῖ καὶ ταῦτα· ἀλλ' ἐπειδή τινές εἰσι πήλινοι καὶ δυσανάγωγοι καὶ δυσπειθεῖς καὶ αὐτόσαρκες, φέρε δὴ καὶ διὰ τῶν ἔργων αὐτῶν ἀποδείξωμεν αὐτοῦ τὴν πρόνοιαν, καθ' ὅσον ἡμῖν οἷόν τε. Ἅπασαν γὰρ αὐτήν, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν αὐτῆς μέρος παραστῆσαι ῥᾴδιον· οὕτως ἐστὶν ἄπειρος καὶ ἄφατος καὶ διὰ τῶν μικρῶν καὶ διὰ τῶν μεγάλων διαλάμπουσα καὶ τῶν ὁρωμένων καὶ τῶν οὐχ ὁρωμένων. Πλὴν ἀλλ' ἀπὸ τῶν ὁρωμένων τέως ποιησώμεθα τὴν ἀπόδειξιν.
7.2.1
Τὴν γὰρ θαυμασίαν ταύτην καὶ παναρμόνιον κτίσιν δι' οὐδένα ἕτερον ἐποίησεν ἢ διὰ σέ· καὶ καλὴν οὕτω καὶ μεγάλην οὕτω καὶ ποικίλην καὶ πολυτελῆ καὶ διαρκῆ καὶ χρησίμην καὶ πανταχόθεν κερδαλέαν καὶ πρὸς σώματος διατροφὴν καὶ σύστασιν καὶ πρὸς ψυχῆς φιλοσοφίαν καὶ πρὸς θεογνωσίας ὁδὸν ἐπιτηδείαν κατεσκεύασε διὰ σέ.
7.3.1
Οὐδὲ γὰρ ἄγγελοι ταύτης ἐδέοντο· πῶς γὰρ οἱ καὶ πρὶν ἢ γενέσθαι αὐτὴν ὄντες; Ὅτι γὰρ ἐκεῖνοι πολλῷ ταύτης πρεσβύτεροι, ἄκουε τί φησιν ὁ Θεὸς τῷ Ἰὼβ διαλεγόμενος· «Ὅτε ἐγένετο ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου καὶ ὕμνησαν φωνῇ μεγάλῃ»· τοῦτ' ἔστιν, ἐκπλαγέντες τὸ πλῆθος, τὸ κάλλος, τὴν θέσιν, τὴν χρείαν, τὴν ποικιλίαν, τὴν φαιδρότητα, τὴν λαμπηδόνα, τὴν ἁρμονίαν, τὰ ἄλλα πάντα ἅπερ ἀκριβέστερον ἡμῶν συνορῶσιν ἐκεῖνοι.
7.4.1
Οὐκ ἀστράσι δὲ ἐκαλλώπισε μόνον, ἀλλὰ καὶ ἡλίῳ καὶ σελήνῃ κατεκόσμησεν, ἐν ἑκατέρῳ τῷ καιρῷ πολλὴν μέν σοι τὴν ἡδονήν, πολλὴν δὲ παρέχων τὴν χρείαν. Τί γὰρ ὡραιότερον οὐρανοῦ, νῦν μὲν ὑπὸ τῆς ἀκτῖνος λαμπομένου, νῦν δέ, καθάπερ τισὶν ὀφθαλμῶν βολαῖς, τῷ ἀπείρῳ τῶν ἄστρων πλήθει καταυγάζοντος τὴν γῆν καὶ ναύταις καὶ ὁδοιπόροις ὁδηγούς τινας διδόντος καὶ χειραγωγούς;
7.5.1
Ὁ γὰρ τὸ πέλαγος τέμνων καὶ ἐπὶ τῶν οἰάκων καθήμενος καὶ κυμάτων ἐμβολαῖς καὶ ὑδάτων ἀτάκτων ῥύμῃ καὶ πνευμάτων βιαίων φορᾷ καὶ νυκτὸς ἀσελήνῳ σκότῳ ἐκδίδωσιν ἑαυτόν, τῇ παρὰ τούτου ὁδηγίᾳ θαρρῶν·
7.6.1
καὶ ὁ ἐν ὕψει κείμενος ἀστὴρ τὸν ἐκ τοσούτου καθήμενον διαστήματος, ὥσπερ ἐγγὺς καὶ πλησίον παρών, οὕτω μετὰ ἀκριβείας χειραγωγεῖ καὶ πρὸς λιμένας ὁρμίζει, φωνὴν μὲν οὐκ ἀφιείς, τῇ δὲ ὄψει δεικνὺς αὐτοῖς τὰς ὁδοὺς καὶ τὴν θάλασσαν τέμνειν αὐτοῖς χαριζόμενος μετ' ἀσφαλείας, καιροὺς ὑποδεικνύς, ὥστε νῦν μὲν εἴσω τοῦ λιμένος κατέχειν τὸ πλοῖον, νῦν δὲ θαρροῦντας εἰς τὸ πέλαγος ἐξάγειν καὶ μὴ διὰ τὴν τοῦ μέλλοντος ἀδηλίαν ἀπροόπτως εἰς χειμέριον ἐμπίπτοντας ἡμέραν ναυάγιον ὑπομένειν.
7.7.1
Καὶ οὐχ ὁλοκλήρων δὲ ἐνιαυτῶν μέτρα μόνον καὶ καιροὺς χαρακτηρίζουσιν οὗτοι, ἀλλὰ καὶ ἑκάστης νυκτὸς καὶ ὥραν καὶ ῥοπὴν μετὰ πολλῆς παριστῶσι τῆς ἀκριβείας καὶ ποιοῦσιν εἰδέναι τοὺς ὁρῶντας, πότε μὲν τὸ πλέον αὐτῆς παρῆλθε, πότε δὲ τὸ ἔλαττον ὑπολέλειπται καὶ αὖ τοὐναντίον πάλιν, ὅπερ οὐ ναύταις μόνον, ἀλλὰ καὶ ὁδοιπόροις χρήσιμον, ὥστε μὴ ἀωρὶ τῆς νυκτὸς τῆς ὁδοιπορίας ἅπτεσθαι, μήτε ἐν καιρῷ τῷ προσήκοντι οἴκοι καθῆσθαι. Τοῦτο μετὰ τῶν ἀστέρων καὶ οἱ σεληναῖοι δρόμοι μετὰ ἀκριβείας εἰσὶν ἐμπεπιστευμένοι.
7.8.1
Καθάπερ γὰρ ὁ ἥλιος τὰς ὥρας τῆς ἡμέρας, οὕτω καὶ ἡ σελήνη τὰς τῆς νυκτὸς κανονίζει καὶ πολλὴν ἑτέραν χρείαν παρέχει καὶ ἀέρος εὔκρατον χύσιν καὶ δρόσου γένεσιν πρὸς τὴν τῶν σπερμάτων βλάστην καὶ πολλὴν οἴκοθεν εἰς τὴν σύστασιν τῶν ἀνθρώπων παρεχομένη τὴν ὠφέλειαν καὶ μέση τοῦ χοροῦ τῶν ἀστέρων καὶ τῆς ἡλιακῆς ἱσταμένη λαμπηδόνος· τῆς μὲν γάρ ἐστιν ἐλάττων, τῶν δὲ ἀμείνων καὶ πολλῷ μείζων.
7.9.1
Οὐ μικρὰ δὲ καὶ ἐκ τῆς ποικιλίας ταύτης ἡδονὴ τοῖς θεαταῖς καὶ χρεία, ὥσπερ οὐδὲ τυχοῦσα ἡ ὄνησις ἡ ἀπὸ τῶν καιρῶν, ἡ ἀπὸ τῶν ὡρῶν, ἡ ἀπὸ τοῦ μέτρου, ἡ ἀπὸ τοῦ μεγέθους καὶ τῆς βραχύτητος, ἡ ἀπὸ τῆς διαφορᾶς τῆς ἀφάτου· τὸν μὲν γὰρ ἐλάττω, τὸν δὲ μείζω καὶ φαιδρότερον ἔστιν ἰδεῖν καὶ κατὰ διαφόρους καιροὺς φαινομένους αὐτῶν τινας.
7.10.1
Ἡ γὰρ περιουσία τῆς εὐμηχάνου σοφίας πολλὴν πανταχοῦ τὴν ποικιλίαν ἐργάζεται, ὁμοῦ μὲν τῆς οἰκείας θαυματουργίας τὴν ἀπόδειξιν ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τῆς τῶν ὁρώντων προνοοῦσα χρείας καὶ πολλὴν καὶ ἄφατον τὴν ὠφέλειαν παρεχομένη καὶ μετὰ τούτων ἁπάντων καὶ τὴν ἡδονήν.
7.11.1
Τί γὰρ τερπνότερον οὐρανοῦ, νῦν μὲν ὡς σινδόνος καθαρᾶς καὶ διαυγοῦς ὑπὲρ κεφαλῆς ἡπλωμένου, νῦν δὲ ὡς λειμῶνος πολυανθοῦς ποικιλλομένου καὶ τὸν αὐτοῦ φαίνοντος στέφανον; Οὐδὲ γὰρ οὕτως ἡδὺ λειμῶνα ἰδεῖν ἐν ἡμέρᾳ ὡς ἡδὺ καὶ τερπνὸν οὐρανὸν ἰδεῖν ἐν νυκτὶ μυρίοις ἄνθεσι τοῖς τῶν ἀστέρων πανταχόθεν κατεστεμμένον, ἄνθεσιν οὐδέποτε μαραινομένοις, ἀλλ' ἀκραιφνὲς ἀεὶ τὸ οἰκεῖον κάλλος ἐπιδεικνυμένοις.
7.12.1
Τί δὲ αὐτοῦ ἡδύτερον, ὅταν τῆς νυκτὸς ἀπελθούσης καὶ μηδέπω τῆς ἀκτῖνος ἀνισχούσης, καθάπερ κροκωτῷ τινι πέπλῳ τοῖς προοιμίοις τῆς ἀνατολῆς τοῦ ἡλίου φοινισσόμενος καλλωπίζηται; τί δὲ ἡλίου γένοιτ' ἂν ὡραιότερον θέαμα ἀνίσχοντος ὑπὸ τὴν ἕω καὶ μικρᾷ καιροῦ ῥοπῇ πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλασσαν, πᾶν δὲ ὄρος καὶ νάπας καὶ βουνούς, πάντα δὲ τὸν οὐρανὸν ταῖς τῶν ἀκτίνων καταλάμποντος βολαῖς καὶ τῆς νυκτὸς τὸ περιβόλαιον ἀπαμφιεννύντος τῶν ὁρωμένων καὶ γυμνὰ πάντα πρὸ τῶν ὀφθαλμῶν δεικνύντος ἡμῖν;
7.13.1
Πῶς ἄν τις αὐτοῦ ἐκπλαγείη τοὺς δρόμους, τὴν εὐταξίαν, τὴν ἐν τοσαύταις ἐτῶν περιόδοις ἀπαράλλακτον καὶ ἀνεμπόδιστον διακονίαν, τὸ κάλλος αὐτοῦ τὸ διηνεκῶς ἀκμάζον, τὴν λαμπηδόνα, τὴν φαιδρότητα, τὴν καθαρότητα, τὴν τοσούτοις ὁμιλοῦσαν σώμασι καὶ μηδαμοῦ μολυνομένην; Πρὸς δὲ τούτοις, τὴν χρείαν τὴν ἄφατον, τὴν ἐν σπέρμασι, τὴν ἐν φυτοῖς καὶ ἐν σώμασιν ἀνθρώπων, τετραπόδων, ἰχθύων, ἀέρων, λίθων, βοτανῶν, τὴν ἐν γῇ, τὴν ἐν θαλάσσῃ, τὴν ἐν ἀέρι, τὴν ἐν πᾶσιν ἁπλῶς τοῖς ὁρωμένοις;
7.14.1
Πάντα γὰρ αὐτοῦ δεῖται καὶ ἀπολαύει τῆς χρείας καὶ ἀμείνω γίνεται ταύτης μετέχοντα, οὐ σώματα δὲ μόνον, οὐδὲ φυτά, ἀλλὰ καὶ ὕδατα, καὶ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις λεπτυνομένη καὶ καθαιρομένη καὶ διειδεστέρα γινομένη.
7.15.1
Διὰ δὴ τοῦτο καὶ ὁ ψαλμῳδὸς τὸ κάλλος αὐτοῦ παραδηλῶσαι βουλόμενος, τὸ διηνεκῶς φαιδρόν, τὴν ἀκμάζουσαν ὥραν, τὸ μηδέποτε διαπῖπτον ἄνθος, τὴν εὐπρέπειαν, τὴν εὐμορφίαν, τὴν ἀπαραπόδιστον διακονίαν, οὕτω πως ἔλεγεν· «Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ», τοῦτ' ἔστιν, ἐν αὐτοῖς τοῖς οὐρανοῖς· τοῦτο, σκήνωμα Θεοῦ λέγων, αἰνίττεται. «Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ.»
7.16.1
Εἶτα καὶ τὸ εὔκολον τῆς διακονίας αὐτοῦ δηλῶν ἐπήγαγεν· «Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.» Εἶτα τὸ διαρκὲς καὶ ἀποχρῶν τῇ οἰκουμένῃ πάσῃ· «Ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ.» Εἶτα τὸ πᾶσι χρήσιμον καὶ ὠφέλιμον· «Καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.»
7.17.1
Ἔξεστιν, εἰ μὴ ἀπέκαμες, μαθεῖν αὐτοῦ τὴν πρόνοιαν καὶ ἑτέρωθεν· ἀπὸ τῶν νεφῶν, ἀπὸ τῶν ὡρῶν, ἀπὸ τῶν ῥοπῶν, ἀπὸ τῶν ἀνέμων, ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἐν αὐτῇ ποικίλων γενῶν, ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ τετραπόδων, ἑρπετῶν, πτηνῶν τῶν ἀεροπόρων, τῶν χερσαίων, ἀπὸ τῶν ἀμφιβίων τῶν ἐν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς, ἀπὸ τῆς οἰκουμένης, ἀπὸ τῆς ἀοικήτου, ἀπὸ τῶν φυομένων σπερμάτων, δένδρων, βοτανῶν, φυτῶν ἐν ταῖς ἐρήμοις, ἐν ταῖς οὐκ ἐρήμοις,
7.18.1
ἀπὸ τῶν βλαστανόντων ἐν πεδίοις, ἐν φάραγξιν, ἐν ὄρεσιν, ἐν νάπαις, ἀπὸ τῶν αὐτομάτως φυομένων, ἀπὸ τῶν μετὰ πόνου καὶ γεωργίας, ἀπὸ τῶν ζῴων τῶν ἡμέρων, τῶν ἀνημέρων, τῶν ἀγρίων, τῶν χειροήθων, τῶν μικρῶν, τῶν μεγάλων, ἀπὸ τῶν ἐν χειμῶνι, τῶν ἐν θέρει, τῶν ἐν μετοπώρῳ φαινομένων ὀρνίθων καὶ τετραπόδων, καὶ ἰχθύων καὶ φυτῶν καὶ βοτανῶν, ἀπὸ τῶν ἐν νυκτὶ γινομένων, ἀπὸ τῶν ἐν ἡμέρᾳ, ἀπὸ τῶν ὑετῶν, ἀπὸ τοῦ μέτρου τῶν ἐνιαυτῶν, ἀπὸ θανάτου,
7.19.1
ἀπὸ ζωῆς, ἀπὸ τοῦ πόνου τοῦ συγκεκληρωμένου ἡμῖν, ἀπὸ ἀθυμίας, ἀπὸ ἀνέσεως, ἀπὸ σίτων καὶ ποτῶν τῶν δεδομένων ἡμῖν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τεχνῶν, ἀπὸ ξύλων, ἀπὸ λίθων, ἀπὸ τῶν μεταλλικῶν ὀρῶν, ἀπὸ τῆς πλεομένης θαλάττης, ἀπὸ τῆς ἀπλώτου, ἀπὸ τῶν νήσων, ἀπὸ τῶν ὅρμων, ἀπὸ τῶν ἀκτῶν, ἀπὸ τῆς ἐπιφανείας τοῦ πελάγους, ἀπὸ τοῦ βάθους τῶν ὑδάτων, ἀπὸ τῆς φύσεως τῶν στοιχείων ἀφ' ὧν ὁ κόσμος ἡμῖν συνέστηκεν, ἀπὸ τῆς διατάξεως τῶν καιρῶν, ἀπὸ τῆς διαφορᾶς τοῦ μέτρου τῆς ἡμέρας καὶ τῆς νυκτός,
7.20.1
ἀπὸ νόσου καὶ ὑγιείας, ἀπὸ τῶν μελῶν τῶν ἡμετέρων, ἀπὸ τῆς κατασκευῆς τῆς ψυχῆς, ἀπὸ τῶν τεχνῶν καὶ τῆς σοφίας τῆς ἐν αὐταῖς παρασχεθείσης τῷ τῶν ἀνθρώπων γένει, ἀπὸ τῆς χρείας τῶν ὑπηρετουμένων ἡμῖν ἀλόγων καὶ φυτῶν καὶ ἑτέρων κτισμάτων, ἀπὸ τῶν μικροτάτων καὶ εὐτελεστάτων ζῴων. Τί γὰρ μελίττης βραχύτερον καὶ εἰδεχθέστερον; τί δὲ μυρμήκων καὶ τεττίγων εὐτελέστερον; Ἀλλ' ὅμως καὶ ταῦτα λαμπρὰν ἀφίησι φωνὴν ὑπὲρ τῆς τοῦ Θεοῦ προνοίας καὶ δυνάμεως καὶ σοφίας.
7.21.1
Διὰ τοῦτο καὶ ὁ προφήτης, ὁ τοσούτου Πνεύματος ἠξιωμένος, ἐπιὼν τῆς κτίσεως τὸ σῶμα καὶ ὀλίγα ἄττα διεξελθὼν, ἀνεβόησε μετ' ἐκπλήξεως πολλῆς τὴν θαυμασίαν ἐκείνην φωνήν· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας.»
7.22.1
Καὶ ταῦτα πάντα, ἄνθρωπε, διὰ σέ. Καὶ γὰρ καὶ ἄνεμοι διὰ σὲ– ἐπὶ γὰρ τὴν ἀρχὴν τὸν λόγον ἐπανάξομεν πάλιν– ἵνα τὰ σώματα πεπονηκότα ῥιπίζωσιν, ἵνα τὸν ἀπὸ τοῦ βορβόρου μολυσμὸν καὶ τὴν γινομένην βαρύτητα ἀπὸ τοῦ καπνοῦ καὶ τῶν καμίνων καὶ ἑτέρων ἀναθυμιάσεων διακαθαίρωσιν, ἵνα τὴν ἐκ τῆς ἀκτῖνος θερμότητα παραμυθῶνται, ἵνα κοῦφον ποιῶσι τὸ πνῖγος, ἵνα τὰ σπέρματα τρέφωσιν, ἵνα τὰ φυτὰ αὔξωσιν, ἵνα σοι καὶ ἐν θαλάσσῃ συνοδοιπορῶσι καὶ ἐν γῇ τῆς γεωργίας ὑπηρέται γένωνται, ἐκεῖ μὲν βέλους ὀξύτερον τὰ πλοῖα παραπέμποντες, οὕτω τὸν πλοῦν κοῦφον καὶ εὐμαρῆ κατασκευάζοντες,
7.23.1
ἐνταῦθα δὲ μετὰ σοῦ τὰς ἅλωνας ἀνακαθαίροντες καὶ τὰ ἄχυρα τοῦ καρποῦ διαχωρίζοντες καὶ τὴν ἐκ τῆς ἐργασίας ταλαιπωρίαν ἐπικουφίζοντες, ἵνα σοι τὸν ἀέρα κοῦφον καὶ προσηνῆ κατασκευάσωσιν, ἵνα σε καὶ ἑτέρωθεν τέρπωσι, νῦν μὲν γλυκὺ καὶ προσηνὲς συρίζοντες, νῦν δὲ ἠρέμα φυτοῖς προσβάλλοντες καὶ πέταλα δένδρων σείοντες,
7.24.1
ἵνα σοι τὸν ὕπνον καὶ θέρους καὶ ἔαρος ὥρᾳ ἡδίω καὶ μέλιτος γλυκύτερον ἐργάσωνται, ἵν', ὅπερ ἐπὶ τῶν δένδρων ποιοῦσι, τοῦτο καὶ ἐπὶ τῶν θαλαττίων νώτων ἐργαζόμενοι, ἐπί τε τῶν ποταμίων ναμάτων καὶ τὴν ἐπιφάνειαν αὐτῶν μετεωρίζοντες, πολλήν σοι ἐντεῦθεν παρέχωσι τὴν ἀπὸ τῆς θέας τέρψιν καὶ πρὸ τῆς τέρψεως δὲ ταύτης καὶ ὠφέλειαν μεγίστην.
7.25.1
Καὶ γὰρ καὶ τοῖς ὕδασιν οὗτοι καὶ ἄλλως χρήσιμοι, οὐκ ἀφιέντες διηνεκῶς ἑστῶτα τὰ ὕδατα κατασήπεσθαι, ἀλλὰ τῷ συνεχῶς αὐτὰ κινεῖν καὶ ἀναρριπίζειν νεαρὰ καὶ ἀκμάζοντα καθιστῶντες καὶ πρὸς τροφὴν τῶν ἐν αὐτοῖς νηχομένων ζῴων ἐπιτηδειότερα.
7.26.1
Εἰ δὲ καὶ αὐτὴν βουληθείης περιεργάζεσθαι τὴν νύκτα, ὄψει καὶ ἐντεῦθεν πολλὴν τοῦ ποιητοῦ τὴν πρόνοιαν. Καὶ γὰρ ἀναπαύει σοι τὸ σῶμα πεπονηκὸς καὶ τὰ μέλη σοι κατατεινόμενα τοῖς μεθημερινοῖς πόνοις ἀνίησι καὶ χαλᾷ, ἀλλοιοῦσα καὶ πρὸς ἀκμὴν διὰ τῆς ἡσυχίας ἐπανάγουσα πάλιν·
7.27.1
οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν μεθημερινῶν σε ἀπαλλάττει λυπῶν καὶ τῶν ἀκαίρων ἀνίησι φροντίδων· πολλάκις δὲ καὶ νοσοῦντος πυρετὸν ἔσβεσεν, ἀντιφάρμακον ὕπνον ἐπάξασα καὶ τὴν τῶν ἰατρῶν ἀπορουμένην τέχνην εἰς εὔδιον ὁρμίσασα λιμένα καὶ πολλῶν ἀπαλλάξασα πόνων. Καὶ τοσαύτη αὐτῆς ἡ χρεία, τηλικαύτη ἡ ὠφέλεια ὡς καὶ τὴν ἡμέραν πολλάκις παραπόλλυσθαι τοῖς ἐν αὐτῇ σχολάζειν ἀποστερηθεῖσιν.
7.28.1
Εἰ γάρ τις ἀνέλοι τῷ λόγῳ τὴν τῆς νυκτὸς ἡσυχίαν καὶ τὴν ἄνεσιν καὶ τὴν ἀνακωχήν, δι' ἧς ἅπαντα ἀναπαύονται καὶ ψυχὴ πεπονηκυῖα καὶ σῶμα ταλαιπωρηθὲν ἀκμαζούσῃ τῇ διανοίᾳ τῆς μεθ' ἡμέραν ἐργασίας ἅπτεσθαι παρασκευάζει, ἄχρηστον ὄψεται τὸ ζῷον τοῦτο γινόμενον.
7.29.1
Εἰ δέ τις προσθείη τὰς νύκτας ταῖς ἡμέραις ἐγρηγορὼς καὶ ἐργαζόμενος ἢ καὶ ἀργῶν καὶ ἐπὶ πλέον τοῦτο ποιήσειεν, ἀποθανεῖται εὐθέως ἤ, εἰ μὴ τοῦτο, νόσῳ πάντως μακρᾷ παραδοθείς, οὐδὲν ἀπὸ τῆς ἡμέρας καρπώσεται εἰς τὴν τῆς οἰκείας χρείας ἐνέργειαν, τῆς δυνάμεως αὐτῷ κατασβεσθείσης.
7.30.1
Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ– καὶ γάρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς– τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι' ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν,
7.31.1
ἔτι τε τὰς διαφορὰς μόνον αὐτῶν εἰ καταμάθοιμεν καὶ ᾠδῆς καὶ τραπέζης καὶ διαγωγῆς καὶ τὰς διατριβὰς καὶ τὰ ἤθη καὶ τὰς χρείας καὶ τὰς διακονίας ἃς παρέχουσιν ἡμῖν πάσας ἐπέλθοιμεν καὶ τὰ μεγέθη καὶ τὴν βραχύτητα καὶ τὰς ὠδῖνας καὶ τὴν ἀνατροφὴν καὶ τὴν πολλὴν ἐν τούτοις καὶ ἄφατον ποικιλίαν καὶ τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ ἰχθύων ποιήσαιμεν καὶ ἐντεῦθεν ἔλθοιμεν καὶ ἐπὶ τὰς βοτάνας, τὰς πανταχοῦ τῆς γῆς φυομένας, ἑκάστου τε τούτων καὶ καρπὸν ἴδοιμεν καὶ χρείαν καὶ εὐωδίαν καὶ ὄψιν καὶ θέσιν καὶ φύλλα καὶ χρῶμα, καὶ σχῆμα καὶ μέγεθος καὶ μικρότητα καὶ ὠφέλειαν, καὶ ἐργασίας τρόπους,
7.32.1
καὶ φλοιῶν καὶ στελεχῶν καὶ κλάδων διαφορὰς καὶ λειμῶνας καὶ παραδείσους, εἶτα μετέλθοιμεν ἐπὶ τὰ ποικίλα ἀρώματα καὶ τοὺς παντοδαποὺς τόπους αὐτῶν περιεργασαίμεθα καὶ τοὺς τρόπους τῆς εὑρέσεως καὶ τῆς ἐπιμελείας καὶ τῆς γεωργίας καὶ ὅτι πρὸς ἰατρείαν ἡμῖν συντελεῖ· καὶ μετὰ τούτων πάλιν, εἰ ἐπὶ τὰ μεταλλικὰ ἔτι χωρήσαιμεν ὄρη, πολλὰ ὄντα κἀκεῖνα καὶ ὅσα ἕτερα πολλῷ πλείονα κατὰ τὴν κτίσιν διερευνήσαιμεν, ποῖος λόγος ἢ ποῖος ἡμῖν διαρκέσει χρόνος πρὸς τὴν τούτων ἀκριβῆ κατανόησιν;
7.33.1
Καὶ ταῦτα ἅπαντα, ἄνθρωπε, διὰ σὲ καὶ τέχναι διὰ σὲ καὶ ἐπιτηδεύματα καὶ πόλεις καὶ κῶμαι καὶ ὕπνος διὰ σὲ καὶ θάνατος διὰ σὲ καὶ ζωὴ διὰ σὲ καὶ αὔξησις καὶ φύσεως ἔργα τοσαῦτα καὶ τοιοῦτος ὁ κόσμος διὰ σὲ νῦν καὶ πάλιν ἀμείνων διὰ σέ. Ὅτι γὰρ ἀμείνων ἔσται καὶ τοῦτο διὰ σέ, ἄκουσον τί φησιν ὁ Παῦλος· «Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς» τοῦτ' ἔστιν, ἀπὸ τοῦ εἶναι φθαρτή. Καὶ πῶς καὶ τῆς τοσαύτης ἀπολαύσεται τιμῆς διὰ σὲ δηλῶν ἐπήγαγεν «Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ».
7.34.1
Εἰ δὲ μὴ μακρὸν σφόδρα καὶ ὑπὲρ τὸ μέτρον ἐποιούμην τὸν λόγον, πολλὰ ἂν καὶ περὶ θανάτου ἐφιλοσόφησα καὶ ἐν τούτῳ μάλιστα ἐδείκνυον τὴν σοφίαν τοῦ Θεοῦ καὶ τὴν πρόνοιαν καὶ πολλὰ περὶ φθορᾶς, περὶ ἰχῶρος, περὶ σκωλήκων καὶ περὶ τέφρας εἶπον ἄν, ἅπερ μάλιστα θρηνοῦσιν οἱ πολλοὶ καὶ ἀποδύρονται, ὅτι εἰς τέφραν, ὅτι εἰς κόνιν, ὅτι εἰς σκώληκας διαλυθήσεται ἡμῶν τὰ σώματα, κἀντεῦθεν ἐδείξαμεν τὴν ἄφατον αὐτοῦ πρόνοιαν καὶ κηδεμονίαν.
7.35.1
Ἀπὸ γὰρ τῆς αὐτῆς προνοίας, ἀπὸ τῆς αὐτῆς ἀγαθότητος ἀφ' ἧς οὐκ ὄντας ἐποίησεν, ἀπὸ τῆς αὐτῆς καὶ ἀποθνήσκειν ἐκέλευσε καὶ τοιοῦτον ἔχειν τὸ τέλος. Εἰ γὰρ καὶ διάφορα τὰ γινόμενα, ἀλλὰ μιᾶς εἰσιν ἀγαθότητος· ὅ τε γὰρ ἀπελθὼν οὐδὲν ἐντεῦθεν παραβλάπτεται, ὅ τε ζῶν τὰ μέγιστα ἐντεῦθεν κερδανεῖ, ἐν ἀλλοτρίῳ σώματι οἰκείαν καρπούμενος ὠφέλειαν.
7.36.1
Ὅταν γὰρ ἴδῃ τὸν χθὲς καὶ πρώην μετ' αὐτοῦ βαδίζοντα, τοῦτον εἰς σκώληκας διαλυόμενον καὶ εἰς ἰχῶρα καὶ τέφραν καὶ κόνιν, κἂν αὐτοῦ τοῦ διαβόλου τὴν ἀπόνοιαν ἔχῃ, καταπτήσσει, συστέλλεται, μετριάζει, φιλοσοφεῖν παιδεύεται καὶ τὴν μητέρα τῶν ἀγαθῶν τὴν ταπεινοφροσύνην εἰς τὴν διάνοιαν εἰσοικίζει.
7.37.1
Καὶ οὔτε ὁ ἀπελθών τι παρεβλάβη· ἀπολήψεται γὰρ τοῦτο τὸ σῶμα ἀκήρατον καὶ ἄφθαρτον· ὅ τε ἔτι ἐν τῷ σκάμματι ὤν, ἀφ' ὧν οὐδὲν ἕτερος ἐβλάβη, τὰ μέγιστα κερδανεῖ. Οὐχ ὁ τυχὼν διδάσκαλος φιλοσοφίας ὁ θάνατος εἰσηνέχθη εἰς τὸν ἡμέτερον βίον, παιδαγωγῶν τὴν διάνοιαν καὶ τὰ πάθη τῆς ψυχῆς χαλινῶν καὶ τὰ κύματα καταστέλλων καὶ γαλήνην ποιῶν.
7.38.1
Μαθὼν τοίνυν καὶ ἐκ τῶν εἰρημένων καὶ ἐξ ἑτέρων πλειόνων τοῦ φωτὸς τούτου φανερώτερον διαλάμπουσαν τὴν τοῦ Θεοῦ πρόνοιαν, μὴ περιεργάζου τὰ περιττά, μηδὲ ἀκίχητα δίωκε, τὰς αἰτίας πάντων ἐξετάζων. Καὶ γὰρ αὐτὸ τὸ εἶναι ἐξ ἀγαθότητος ἡμῖν παρέσχεν οὐ χρείαν ἔχων ἡμῶν τῆς διακονίας.
7.39.1
Καὶ χρὴ θαυμάζειν αὐτὸν καὶ προσκυνεῖν, οὐχ ὅτι ἐποίησε μόνον, οὐδ' ὅτι ψυχὴν ἐχαρίσατο ἀσώματον καὶ λογικήν, οὐδ' ὅτι τῶν ἄλλων ἁπάντων βελτίους εἰργάσατο, οὐδ' ὅτι τὴν βασιλείαν ἐνεχείρισε τῶν ὁρωμένων καὶ σκῆπτρα ἐπέτρεψεν, ἀλλ' ὅτι μηδὲν δεόμενος ἡμῶν. Τὸ γὰρ δὴ θαυμαστὸν τῆς ἀγαθότητος αὐτοῦ τοῦτό ἐστιν ὅτι οὐδὲν χρῄζων ἡμῶν τῆς διακονίας παρήγαγε. Καὶ γὰρ πρὶν γενέσθαι καὶ ἡμᾶς καὶ ἀγγέλους καὶ τὰς ἄνω δυνάμεις, ἦν τὴν οἰκείαν δόξαν ἔχων καὶ τὴν μακαριότητα· διὰ φιλανθρωπίαν δὲ μόνην ἡμᾶς παρήγαγε καὶ ἅπαντα ταῦτα ἐποίησε δι' ἡμᾶς καὶ ἔτι πολλῷ πλείονα τούτων.