Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad eos qui scandalizati sunt
John Chrysostomsunt 8 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
φυσικὸν καὶ γραπτὸν καὶ γενναίους ἄνδρας παρασκεύασαι διδασκάλους γενέσθαι διὰ μετοικεσίας τῶν ἀποδεχομένων ἐθνῶν καὶ τὸ μετὰ ταῦτα κεφάλαιον τῶν ἀγαθῶν χαρίσασθαι τοῦ Μονογενοῦς τὴν παρουσίαν Διὰ τοῦτο καὶ νόμον γράψας ἔδωκε δι' ἡμᾶς καὶ προφήτας ἀπέστειλε καὶ θαύματα εἰργάσατο καὶ πρὸ τούτων ἁπάντων ὁμοῦ πλάσας τὸν ἄνθρωπον, διδάσκαλον αὐτῷ τὸν ἔμφυτον ἐναπέθετο νόμον, ὥσπερ πλοίῳ κυβερνήτην καὶ ἡνίοχον ἵππῳ, τοῖς λογισμοῖς ἡμῶν ἐπιστήσας αὐτόν. Οὕτω γοῦν καὶ Ἄβελ αὐτὸν ἔγνω, οὐ γραμμάτων ὄντων, οὐ προφητῶν, οὐκ ἀποστόλων, οὐ νόμου γραπτοῦ τινος ἐνηχοῦντος, ἀλλὰ τὸν ἔμφυτον ἔχων νόμον.
8.2.1
Οὕτως ὁ Κάϊν· ἀμφότεροι γὰρ αὐτὸν ᾔδεσαν καὶ τὴν δεσποτείαν ἐπεγίνωσκον, ἀλλ' οὐκ ἀμφότεροι τὴν αὐτὴν ἦλθον ὁδόν· ἀλλ' ὁ μὲν τὴν τῆς κακίας, ὁ δὲ τὴν τῆς ἀρετῆς. Καὶ ὅμως οὐδὲ οὕτως αὐτὸν ἐγκατέλιπεν, ἀλλὰ καὶ πεσόντα καὶ ὑποσκελισθέντα ἐπηνώρθου καὶ ἐπιμελείας ἀπολαύειν ἐποίει· καὶ πρῶτον μὲν παραινῶν καὶ συμβουλεύων, ὕστερον δὲ τῷ φόβῳ, τῷ τρόμῳ νουθετῶν, παιδεύων, διδάσκων.
8.3.1
Ἐπειδὴ δὲ τοσοῦτον προὔδωκαν δῶρον οἱ πολλοὶ τῶν ἀνθρώπων, τὴν ἀπὸ τῆς φυσικῆς διδασκαλίας λέγω ὠφέλειαν, οὐδὲ οὕτως αὐτοὺς κατέλιπεν, οὐδὲ πανωλεθρίᾳ παρέδωκεν, ἀλλ' ἔμεινε διὰ πραγμάτων, δι' εὐεργεσιῶν, διὰ κολάσεων παιδεύων, νουθετῶν, διὰ τῆς κτίσεως αὐτῆς καθ' ἡμέραν ἐργαζομένης καὶ τὴν διακονίαν πληρούσης τὴν εἰωθυῖαν, διὰ τῶν παραδόξως παρὰ τὰ εἰωθότα γινομένων, διὰ τῶν ἐν ἀρχῇ δικαίων.
8.4.1
Καὶ γὰρ ἄνδρας θαυμαστοὺς καὶ φιλοσοφίας γέμοντας ἀπὸ τόπων εἰς τόπους μετήγαγε. Οἷον τὸν Ἀβραὰμ νῦν μὲν εἰς Παλαιστίνην, νῦν δὲ εἰς Αἴγυπτον παρεσκεύασεν ἀπελθεῖν καὶ τὸν Ἰακὼβ εἰς Συρίαν· Μωυσέα πάλιν εἰς Αἴγυπτον καὶ τοὺς τρεῖς παῖδας εἰς Βαβυλῶνα καὶ τὸν Δανιὴλ καὶ τὸν Ἰεζεκιήλ; τὸν δὲ Ἱερεμίαν εἰς Αἴγυπτον. Καὶ νόμον ἔδωκε καὶ προφήτας ἀπέστειλε καὶ ἔπληξε καὶ ἀνῆκε καὶ αἰχμαλωσίᾳ παρέδωκε καὶ ἐλευθερίας ἠξίωσε καὶ οὐ διέλιπεν ἐξ ἀρχῆς ἕως τέλους πάντα ποιῶν καὶ πραγματευόμενος ὑπὲρ τοῦ γένους τοῦ ἡμετέρου.
8.5.1
Οὐδὲ γὰρ ἠρκέσθη τῇ ἀπὸ τῆς κτίσεως διδασκαλίᾳ πρὸς θεογνωσίαν φερούσῃ μόνον, ἀλλ' ἐπειδὴ πολλοὶ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην οὐδὲν ἐντεῦθεν ἀπώναντο καὶ ἑτέρας ἔτεμεν ὁδοὺς διδασκαλίας καὶ τέλος τὸ κεφάλαιον τῶν ἀγαθῶν εἰργάσατο καὶ τὸν Υἱὸν ἀπέστειλε τὸν ἑαυτοῦ.
8.6.1
Καὶ ὁ τῆς αὐτῆς φύσεως ὢν αὐτῷ, γίνεται ὅπερ ἐγὼ καὶ ἐπὶ γῆς βαδίζων τοῖς ἀνθρώποις συνανεστρέφετο δι' ὧν ἐθαυματούργει, δι' ὧν ἐπηγγέλλετο, δι' ὧν ἐδίδου. Καὶ γὰρ τὰ μὲν ἐντεῦθεν ἤδη παρέσχε, τὰ δὲ πρὸς τὸ μέλλον ἐταμιεύσατο, ἃ καὶ ὅτι δώσει καὶ δι' ὧν ἔτι περιὼν ἐπὶ γῆς θαυμάτων εἰργάσατο, δῆλον ἐποίησε καὶ διὰ τῆς μετὰ ταῦτα ὧν προεῖπε πάντων ἐκβάσεως· «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Τίς οὐκ ἂν ἐκσταίη, τίς οὐκ ἂν φρίξειε τὴν ἄφατον αὐτοῦ κηδεμονίαν, ἐννοῶν πῶς ὑπὲρ τῶν ἀγνωμόνων οἰκετῶν τὸν μονογενῆ Υἱὸν εἰς θάνατον ἐκδέδωκε, θάνατον τὸν ἐπάρατον, τὸν ἐπονείδιστον, θάνατον τὸν τῶν καταδίκων; τοῦ ἰκρίου ἀνεσκολοπίζετο καὶ
8.7.1
Καὶ ἐφ' ὑψηλοῦ ἐνεπτύετο καὶ ἐρραπίζετο καὶ ἐπὶ κόρρης ἐτύπτετο καὶ ἐκωμῳδεῖτο καὶ ἐν μέρει χάριτος ἐθάπτετο καὶ σήμαντρα αὐτοῦ τῷ μνήματι ἐπετίθετο· καὶ ταῦτα ἅπαντα ὑφίστατο διὰ σὲ καὶ τὴν κηδεμονίαν τὴν σήν, ἵνα τῆς ἁμαρτίας ἡ τυραννὶς ἀναιρεθῇ, ἵνα καθαιρεθῇ τοῦ διαβόλου ἡ ἀκρόπολις, ἵνα τμηθῇ τοῦ θανάτου τὰ νεῦρα, ἵνα ἀνοιγῶσιν ἡμῖν αἱ τοῦ οὐρανοῦ πύλαι, ἵνα ἀφανισθῇ ἡ ἀρά, ἵνα ἡ προτέρα καταδίκη λυθῇ, ἵνα μαθῇς ὑπομονήν, ἵνα παιδευθῇς καρτερίαν, ἵνα μηδέν σε τῶν τοῦ παρόντος βίου λυπῇ, μὴ θάνατος, μὴ ὕβρις, μὴ λοιδορίαι, μὴ σκώμματα, μὴ μάστιγες, μὴ ἐχθρῶν ἐπιβουλαί, μὴ ἐπήρειαι, μὴ ἔφοδοι, μὴ συκοφαντίαι, μὴ ὑπολήψεις πονηραί, μὴ ἄλλο τῶν τοιούτων μηδέν.
8.8.1
Διὰ γὰρ πάντων καὶ αὐτὸς ἦλθε καὶ πάντων σοι τούτων ἐκοινώνησε καὶ διὰ πάντων μεθ' ὑπερβολῆς ἐκράτησε, παιδεύων σε καὶ διδάσκων μηδὲν τῶν τοιούτων δεδοικέναι. Καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἀνελθὼν εἰς οὐρανοὺς Πνεύματος ἁγίου ἐχαρίσατο χάριν ἄφατον καὶ ἀποστόλους ἔπεμψε τοὺς πρὸς τοῦτο διακονησομένους.
8.9.1
Καὶ ὁρῶν αὐτοὺς τοὺς τῆς ζωῆς κήρυκας τὰ μυρία πάσχοντας κακά, μαστιζομένους, ὑβριζομένους, καταποντιζομένους, κατατεινομένους λιμῷ καὶ δίψει, καθ' ἑκάστην ἡμέραν ἀγχομένους, θανάτοις συζῶντας καθημερινοῖς, ἠνείχετο διὰ σὲ καὶ τὴν κηδεμονίαν τὴν σήν. Διὰ σέ, ἄνθρωπε, καὶ βασιλείαν ἡτοίμασε, διὰ σὲ τὰ ἀγαθὰ τὰ ἀπόρρητα, τὴν λῆξιν ἐκείνην τὴν ἐν οὐρανοῖς, τὰς μονὰς τὰς διαφόρους καὶ ποικίλας, τὴν μακαριότητα, τὴν οὐδέποτε λόγῳ ἑρμηνευθῆναι δυναμένην.
8.10.1
Τοσαῦτα οὖν ἔχων δείγματα αὐτοῦ τῆς προνοίας, τὰ ἐν τῇ Καινῇ, τὰ ἐν τῇ Παλαιᾷ, τὰ ἐν τῷ παρόντι βίῳ, τὰ ἐν τῷ μέλλοντι, τὰ ἐσόμενα, τὰ γενόμενα, τὰ καθ' ἑκάστην ἐπιτελούμενα τὴν ἡμέραν, τὰ ἐξ ἀρχῆς, τὰ ἐν τῷ μέσῳ, τὰ ἐν τῷ τέλει, τὰ διηνεκῶς, τὰ περὶ σῶμα, τὰ περὶ ψυχὴν, καὶ νιφάδας ὁρῶν πάντοθεν φερομένας ἀποδείξεων, ἀνακηρυττούσας αὐτοῦ τὴν πρόνοιαν, ἀμφιβάλλεις ἔτι;
8.11.1
Ἀλλ' οὐκ ἀμφιβάλλεις, πιστεύεις δὲ ὅτι προνοεῖ καὶ πέπεικας σαυτὸν τοῦτο. Οὐκοῦν μηδὲν περιεργάζου πλέον, εἰδὼς τοῦτο σαφῶς ὅτι Δεσπότην ἔχεις πατρὸς φιλοστοργότερον καὶ μητρὸς κηδεμονικώτερον, νυμφίου καὶ νύμφης ἐρῶντα ἐρωτικώτερον, οἰκείαν ἀνάπαυσιν τὴν σὴν ἡγούμενον σωτηρίαν καὶ μᾶλλον ἐπὶ ταύτῃ χαίροντα ἢ σὺ ἐπὶ ἀπαλλαγῇ κινδύνων καὶ θανάτων– ὅπερ ἔδειξα διὰ τοῦ Ἰωνᾶ– καὶ πᾶν εἶδος ἀγάπης ἐπιδεικνύμενον,
8.12.1
ὃ πατὴρ περὶ παῖδας ἔχει ἢ μήτηρ περὶ ἔκγονα, ὁ ἀμπελουργὸς περὶ φυτά, ὁ οἰκοδόμος περὶ τέχνην, ὁ νυμφίος περὶ νύμφην, ὁ νεανίσκος περὶ παρθένον καὶ βουλόμενον ἀποστῆσαι σου τὰ κακά, ὅσον ἀφέστηκεν ἀνατολὴ τῆς δύσεως, ὅσον ὑψηλότερος τῆς γῆς ὁ οὐρανὸς– καὶ γὰρ καὶ τοῦτο ἀπεδείξαμεν,– μᾶλλον δὲ οὐ τοσοῦτον μόνον, ἀλλὰ καὶ πολλῷ πλέον· καθάπερ ἐδείξαμεν τὸν περὶ τούτων κινοῦντες λόγον καὶ παραινέσαντες μὴ μέχρι τῶν εἰκόνων ἑστάναι, ἀλλ' ὑπερβαίνειν τοῖς λογισμοῖς. Ἀνερμήνευτος γὰρ ἡ τοῦ Θεοῦ πρόνοια καὶ ἀκατάληπτος αὐτοῦ ἡ κηδεμονία, ἄρρητος ἡ ἀγαθότης καὶ ἀνεξιχνίαστος ἡ φιλανθρωπία.
8.13.1
Ταῦτα οὖν ἅπαντα εἰδὼς καὶ δι' ὧν ἀπεφήνατο, καὶ δι' ὧν ἐποίησε καὶ δι' ὧν ποιήσει, μηδὲν περιεργάζου, μηδὲ πολυπραγμόνει, μηδὲ λέγε· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; Πῶς γὰρ οὐ μανικὸν καὶ ἐσχάτης ἀπονοίας καὶ παραπληξίας ἀνάμεστον, ἰατρὸν μὲν μηδέποτε πολυπραγμονεῖν τέμνοντα, καίοντα, πικρὰ ἐπιτιθέντα φάρμακα, κἂν οἰκέτης ᾖ, ἀλλὰ κεῖσθαι σιγῇ τὸν δεσπότην ταῦτα πάσχοντα καὶ χάριν εἰδέναι καὶ τῆς καύσεως αὐτῷ καὶ τῆς τομῆς καὶ τῶν φαρμάκων καὶ ταῦτα ἐπ' ἀδήλῳ τῷ μέλλοντι– πολλοὶ γὰρ πολλοὺς καὶ ἀπέκτειναν ταῦτα ποιήσαντες,– καὶ παραχωρεῖν αὐτῷ μετὰ πολλῆς τῆς ὑποταγῆς ταῦτα ποιοῦντι, καὶ ἐπὶ ναύτου δὲ τὸ αὐτὸ τοῦτο ποιεῖν καὶ οἰκοδόμου καὶ ἐπὶ τῶν τὰ ἄλλα ἐπιτηδεύματα μετιόντων.
8.14.1
Λέγω δὲ καταγέλαστον εἶναι νομίζειν, τὸ τὸν ἰδιώτην καὶ ἄπειρον ἀπαιτεῖν τὰς αἰτίας τῶν γινομένων ἁπάντων τὸν τεχνίτην, τὴν δὲ ἄφατον σοφίαν ἐκείνην, τὴν ἄφραστον, τὴν ἄρρητον, τὴν ἀκατάληπτον περιεργάζεσθαι καὶ ζητεῖν διὰ τί τὸ καὶ τὸ γέγονε καὶ ταῦτα εἰδότας σαφῶς, ὅτι ἀδιάπτωτος ἡ σοφία αὕτη, ὅτι πολλὴ ἀγαθότης αὐτοῦ, ὅτι ἄρρητος ἡ πρόνοια, ὅτι πάντα πρὸς τὸ τέλος ἀπαντᾷ χρηστὸν τὰ παρ' αὐτοῦ γινόμενα εἰς ἡμᾶς· μόνον εἰ μὴ τὰ ἡμέτερα διακόπτοιτο, ὅτι οὐδένα ἀπολέσθαι βούλεται, ἀλλὰ σῶσαι. Πῶς οὐχ ὑπερβαλλούσης μανίας, τὸν πάντας σῶσαι καὶ βουλόμενον καὶ δυνάμενον περιεργάζεσθαι ἐκ προοιμίων καὶ εὐθέως καὶ μηδὲ τὸ τέλος ἀναμένειν τῶν γινομένων;

Intertext edge

Open linked passage

Note