Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Ad Theodorum lapsum i
John Chrysostomi 14 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Οὐχ ὁρᾷς καὶ ἐν τοῖς χαμαιτυπείοις τῶν γυναικῶν, ὅτι τὰς μὲν εἰδεχθεῖς καὶ ἀναισχύντους μονομάχοι καὶ θηριομάχοι καὶ δραπέται μόλις ἂν πρόσοιντο, εἰ δέ πού τις εὔμορφος καὶ εὐγενὴς καὶ αἰσχυντηλὴ κατά τινα περίστασιν εἰς ταύτην ἔλθοι τὴν ἀνάγκην, οὐδὲ τῶν σφόδρα λαμπρῶν καὶ μεγάλων ἀνδρῶν τὸν ἐκείνης τις γάμον ἐρυθριάσειεν; Εἰ δὲ παρὰ ἀνθρώποις τοσοῦτος ἔλεος καὶ τοσαύτη δόξης ὑπεροψία, ὥστε τὰς πολλάκις καταισχυνθείσας ἐπὶ τοῦ τέγους ἀπαλλάξαι τῆς δουλείας ἐκείνης καὶ ἐν τάξει ἔχειν γυναικῶν, πολλῷ μᾶλλον ἐπὶ τοῦ θεοῦ τοῦτο ἔσται, καὶ τῶν ψυχῶν τῶν ἀπὸ τῆς ἄνωθεν εὐγενείας κατὰ τὴν τοῦ διαβόλου τυραννίδα εἰς τὸ τοῦ παρόντος βίου χαμαιτυπεῖον καταπεσουσῶν. Καὶ τούτων εὑρήσεις τῶν παραδειγμάτων τοὺς προφήτας πεπληρωμένους, ὅταν διαλέγωνται τῇ Ἰερουσαλήμ. Καὶ γὰρ ἐκείνην εἰς πορνείαν ἐκπεσοῦσαν, πορνείαν τινὰ καινοτέραν, καθὼς καὶ ὁ Ἰεζεκιήλ φησιν· «Πάσαις πόρναις δίδοται μισθώματα, σὺ δὲ προσεδίδους μισθώματα, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ πάσας τὰς γυναῖκας.» Καὶ πάλιν ἕτερος· «Ἐκάθισας προσδοκῶσα αὐτοὺς ὡσεὶ κορώνη ἠρημωμένη.» Ταύτην οὖν τὴν οὕτω πορνεύσασαν ἀνακαλεῖται πάλιν ὁ θεός. Καὶ γὰρ ἡ αἰχμαλωσία ἡ γενομένη, οὐ τιμωρίας τοσοῦτον ἦν ὅσον ἐπιστροφῆς καὶ διορθώσεως· ἐπεί, εἰ κολάσαι αὐτοὺς καθάπαξ ἐβούλετο ὁ θεός, οὐκ ἂν πάλιν ἐπανήγαγεν οἴκαδε, οὐκ ἂν μείζονα καὶ λαμπροτέραν καὶ τὴν πόλιν καὶ τὸν ναὸν κατεσκεύασεν. «Ἔσται γάρ, φησίν, ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν ἔμπροσθεν.» Εἰ δὲ τὴν πολλάκις ἐκπορνεύσασαν οὐκ ἀπέκλεισεν τῆς μετανοίας ὁ θεός, πολλῷ μᾶλλον τῆς σῆς ἀνθέξεται ψυχῆς, τοῦτο πρῶτον πεσούσης τὸ πτῶμα. Οὐδεὶς γάρ, οὐδεὶς σωμάτων ἐραστής, κἂν σφόδρα ᾖ μανικός, οὕτω τῆς ἐρωμένης περικάεται τῆς αὐτοῦ, ὡς ὁ θεὸς τῆς σωτηρίας τῶν ἡμετέρων ἐφίεται ψυχῶν· καὶ τοῦτο ἔνεστι μὲν καὶ ἐκ τῶν καθ' ἑκάστην ἡμέραν γινομένων ἰδεῖν ἔνεστι δὲ καὶ ἀπὸ τῶν θείων Γραφῶν. Ὅρα γοῦν καὶ ἐν τοῖς προοιμίοις τοῦ Ἰερεμίου καὶ πολλαχοῦ δὲ τῶν προφητῶν, καταφρονούμενον αὐτὸν καὶ ὑπερορώμενον, καὶ πάλιν ἐπιτρέχοντα καὶ διώκοντα τὴν φιλίαν τῶν ἀποστρεφομένων αὐτόν· ὅπερ καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις ἐδήλου λέγων· «Ἰερουσαλήμ, Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε;» Καὶ ὁ Παῦλος δὲ Κορινθίοις ἐπιστέλλων ἔλεγεν· «Ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ καταλλάγητε τῷ θεῷ.» Τοῦτο καὶ πρὸς ἡμᾶς εἰρῆσθαι νόμιζε νῦν. Οὐ γὰρ ἀπιστία μόνον ἀλλὰ καὶ βίος ἀκάθαρτος τὴν ἀπευκτὴν ταύτην ἱκανὸς ἔχθραν ἐργάσασθαι. «Τὸ γὰρ φρόνημα, φησί, τῆς σαρκός, ἔχθρα εἰς θεόν.» Καταλύσωμεν οὖν τοῦτο τὸ διάφραγμα καὶ διέλωμεν καὶ θῶμεν νεκρόν, ἵνα τῆς μακαρίας τύχωμεν καταλλαγῆς, ἵνα γενώμεθα πάλιν ἐπέραστοι καὶ ποθεινοὶ τῷ θεῷ. Οἶδα ὅτι θαυμάζεις τὴν Ἑρμιόνης ὥραν νῦν, καὶ τῆς εὐμορφίας ἐκείνης οὐδὲν ὅμοιον εἶναι κρίνεις ἐπὶ τῆς γῆς· ἀλλ' ἐὰν θέλῃς, ὦ φίλος, τοσοῦτον αὐτῆς εὐπρεπέστερος ἔσῃ καὶ ὡραιότερος ὅσον τῶν πηλίνων οἱ χρυσοῖ βελτίους ἀνδριάντες εἰσίν. Εἰ γὰρ ἐπὶ τοῦ σώματος τὸ κάλλος οὕτω τὰς τῶν πολλῶν ἐκπλήττει ψυχὰς καὶ ἀναπτηροῖ, ὅταν ἐν τῇ ψυχῇ τοῦτο ἀποστίλβῃ, τί ἴσον τοῦ οὕτω καλοῦ καὶ ὡραίου γένοιτ' ἄν; Ἡ μὲν γὰρ τούτου τοῦ κάλλους ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦμα καὶ χολὴ καὶ τροφῆς διαμασηθείσης χυλός. Τούτοις γὰρ καὶ οἱ ὀφθαλμοὶ καὶ αἱ παρειαὶ καὶ τὰ λοιπὰ πάντα ἄρδεται, κἂν μὴ καθ' ἑκάστην ἡμέραν δέξηται τὴν ἀρδείαν ἐκείνην ἀπὸ τῆς γαστρὸς καὶ τοῦ ἥπατος ἀνιοῦσαν, τοῦ δέρματος παρὰ τὸ προσῆκον ὑφιζάνοντος, τῶν τε ὀφθαλμῶν κοιλαινομένων, εὐθέως ἡ πᾶσα τῆς ὄψεως ἀφίπταται ὥρα. Ὥστε ἐὰν ἐννοήσῃς τί μὲν τῶν καλῶν ἔνδον ἀπόκειται ὀφθαλμῶν, τί δαὶ τῆς εὐθείας ῥινός, τί δαὶ τοῦ στόματος καὶ τῶν παρειῶν, οὐδὲν ἕτερον ἢ τάφον κεκονιαμένον εἶναι φήσεις τοῦ σώματος τὴν εὐμορφίαν· τοσαύτης ἔνδον ἀκαθαρσίας ἐστὶ μεστή. Εἶτα ῥάκος μὲν ἰδὼν ἔχον τι τούτων, οἷον ἢ φλέγμα ἢ σίελον, οὐδὲ ἄκροις ψαῦσαι τοῖς δακτύλοις ὑπομένεις, ἀλλ' οὐδὲ ἰδεῖν ἀνέχῃ· πρὸς δὲ τὰ ταμιεῖα τούτων καὶ τὰς ἀποθήκας ἐπτόησαι. Ἀλλ' οὐ τό γε σὸν κάλλος τοιοῦτον ἦν, ἀλλ' ὅσον τῆς γῆς βελτίων ὁ οὐρανός· μᾶλλον δὲ καὶ πολλῷ τούτου λαμπρότερόν τε καὶ ἄμεινον. Ψυχὴν γὰρ σώματος μὲν γεγυμνωμένην οὐδεὶς εἶδεν οὐδαμοῦ· ὅμως δὲ καὶ οὕτως ἑτέρωθέν σοι παραστῆσαι τὸ ταύτης πειράσομαι κάλλος. Πόθεν οὖν ἐπιδείξω τοῦτο; Ἀπὸ τῶν οὐρανίων δυνάμεων· ἄκουσον γοῦν πῶς, τὸν τῶν ὑπερφυῶν ἐπόπτην ἡ τούτων ὡραιότης ἐξέπληξεν· βουλόμενος γὰρ αὐτῶν παραστῆσαι τὸ κάλλος καὶ οὐκ ἔχων σῶμα τοιοῦτον εὑρεῖν, ἐπὶ τὰς μεταλλικὰς ὕλας κατέφυγεν, καὶ οὐδὲ ταύταις ἠρκέσθη μόναις, ἀλλὰ καὶ τὴν τῆς ἀστραπῆς λαμπρότητα εἰς τὸ ὑπόδειγμα παρελάμβανεν. Εἰ δὲ μὴ καθαρὰς μηδὲ γυμνὰς φήνασαι τὰς ἑαυτῶν οὐσίας ἐκεῖναι, ἀλλ' ἀμυδρῶς σφόδρα καὶ συνεσκιασμένως, ὅμως οὕτω διέλαμψαν, ὁποίας αὐτὰς εἰκὸς παντὸς ἀπηλλαγμένας παραπετάσματος φαίνεσθαι. Τοιοῦτόν τι καὶ περὶ τοῦ κάλλους τῆς ψυχῆς φαντάζεσθαι χρή. «Ἔσονται γάρ, φησίν, ὡς ἄγγελοι.»

Intertext edge

Open linked passage

Note