Ad Theodorum lapsum i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Καὶ ἐπὶ τῶν σωμάτων δὲ τὰ κουφότερα καὶ λεπτότερα καὶ πρὸς τὴν ἐπὶ τὰ ἀσώματα φέρουσαν ὁδὸν ἀνακεχωρηκότα, πολλῷ μᾶλλον βελτίω καὶ θαυμαστότερα τῶν ἑτέρων ἐστίν. Τῆς γοῦν γῆς ὁ οὐρανὸς καὶ τοῦ ὕδατος τὸ πῦρ καὶ οἱ ἀστέρες τῶν λίθων εἰσὶν ὡραιότεροι· καὶ τὴν ἶριν δὲ πολλῷ πλέον ἴων καὶ ῥόδων καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐπὶ γῆς θαυμάζομεν ἀνθῶν. Καὶ ὅλως, εἴ γε ἐνῆν τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸ τῆς ψυχῆς κάλλος ἰδεῖν, κατεγέλασας ἂν τούτων τῶν σωματικῶν ὑποδειγμάτων· οὕτως ἀσθενῶς ἡμῖν τὴν τῆς ψυχῆς παραστησάντων ὡραιότητα. Μὴ δὴ τοιούτου κτήματος μηδὲ τοσαύτης μακαριότητος ἀμελήσωμεν καὶ μάλισθ' ὅταν εὔκολος ἡμῖν ἡ ἐπάνοδος πρὸς ἐκεῖνο τὸ κάλλος ταῖς τῶν μελλόντων ἐλπίσιν γίνηται· «Τὸ γὰρ παραυτίκα, φησίν, ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Εἰ δὲ θλίψεις ἐλαφρὰς ἐκάλεσεν καὶ κούφας ὁ μακάριος Παῦλος, διὰ τὸ μὴ σκοπεῖν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, πολλῷ μᾶλλον τὸ παύσασθαι ἀσελγαίνοντα φορητόν. Οὐδὲ γὰρ ἐπὶ τοὺς κινδύνους σε καλοῦμεν τέως ἐκείνους, οὐδ' ἐπὶ τοὺς θανάτους τοὺς καθημερινούς, τοὺς διωγμοὺς τοὺς συνεχεῖς, τὰς μάστιγας, τὰ δεσμά, τὴν πρὸς τὴν οἰκουμένην ἀπέχθειαν, τὸ παρὰ τῶν οἰκείων μῖσος, τὰς ἀγρυπνίας τὰς ἐπαλλήλους, τὰς ὁδοιπορίας τὰς μακράς, τὰ ναυάγια, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς παρὰ τῶν συγγενῶν ἐπιβουλάς, τὰς ὑπὲρ τῶν φίλων ὀδύνας, τὸν λιμόν, τὸν κρυμόν, τὴν γυμνότητα, τὴν πύρωσιν, τὴν ἀθυμίαν τὴν ὑπὲρ τῶν αὐτοῦ, τὴν ὑπὲρ τῶν οὐκ αὐτοῦ. Οὐδὲν τούτων ἀπαιτοῦμεν τέως, ἀλλὰ τοσοῦτον ἀξιοῦμεν μόνον, τῆς ἐπαράτου δουλείας ἀπαλλαγῆναι, καὶ πρὸς τὴν προτέραν ἐλευθερίαν ἐπανελθεῖν, ἐννοήσαντα καὶ τὴν ἐκ τῆς ἀσελγείας κόλασιν, καὶ τὴν ἐκ τοῦ προτέρου βίου τιμήν. Τὸ μὲν γὰρ τοὺς ἀπιστοῦντας τῷ τῆς ἀναστάσεως λόγῳ ῥᾳθύμως διακεῖσθαι, καὶ μηδέποτε ἐν τοιούτῳ γίνεσθαι φόβῳ, θαυμαστὸν οὐδέν. Τὸ δὲ ἡμᾶς τοὺς τῶν ἐνθάδε μᾶλλον τὰ ἐκεῖ πεπεισμένους οὕτως ἀθλίως διάγειν καὶ ταλαιπώρως, καὶ μηδὲν ὑπὸ τῆς μνήμης πάσχειν δεινόν, ἀλλ' εἰς ἐσχάτην ἀναισθησίαν καταπεσεῖν, τοῦτο πολλῆς ἀλογίας γέμον ἐστίν. Ὅταν γὰρ οἱ πιστεύοντες τὰ τῶν ἀπίστων διαπραττώμεθα, μᾶλλον δὲ κἀκείνων ἀθλιώτερον διακεώμεθα, εἰσὶ γὰρ πολλοί, καὶ ἐν αὐτοῖς, οἳ κατὰ τὴν τοῦ βίου διέλαμψαν ἀρετήν, τίς ἡμῖν ἔσται παράκλησις, ποία συγγνώμη λοιπόν; Καὶ ναυαγίῳ μὲν περιπεσόντες πολλοὶ τῶν ἐμπόρων, οὐκ ἀνέπεσαν, ἀλλὰ πάλιν ἐπέβησαν τῆς αὐτῆς ὁδοῦ, καὶ ταῦτα οὐ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν, ἀλλὰ παρὰ τὴν τῶν πνευμάτων ἀνάγκην τῆς ζημίας γεγενημένης αὐτοῖς· ἡμεῖς δὲ οἱ περὶ τοῦ τέλους θαρρεῖν ἔχοντες καὶ ἀκριβῶς εἰδότες ὅτι μὴ βουλομένων ἡμῶν, οὔτε ναυάγιον, οὔτε ἡ περὶ τὸ τυχὸν ἡμῖν ζημία συμβήσεται, οὐχ ἁψόμεθα πάλιν αὐτῶν καὶ ἐμπορευσόμεθα καθάπερ καὶ πρότερον, ἀλλὰ κεισόμεθα ἀργοῦντες καὶ τὰς χεῖρας παρ' ἑαυτοῖς ἔχοντες; Καὶ εἴθε παρ' ἑαυτοῖς μόνον, καὶ μὴ καθ' ἑαυτῶν, ὅπερ λαμπρᾶς μανίας ἐστίν. Καὶ γάρ, εἴ τις τῶν πυκτευόντων τὸν ἀνταγωνιστὴν ἀφεὶς κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τρέποι τὰς χεῖρας καὶ τὴν οἰκείαν ὄψιν συγκόπτοι, ἆρα, εἰπέ μοι, οὐ μετὰ τῶν μαινομένων αὐτὸν κατατάξομεν; Ὑπεσκέλισεν ἡμᾶς ὁ διάβολος καὶ κατέβαλεν οὐκοῦν ἐξαναστῆναι δεῖ, οὐχ ὑποσύρεσθαι πάλιν καὶ κατακρημνίζειν ἑαυτούς, καὶ ταῖς παρ' ἐκείνου πληγαῖς προστιθέναι τὰς παρ' ἑαυτῶν. Καὶ γὰρ καὶ ὁ μακάριος Δαυῒδ ἔπεσεν πτῶμα τοιοῦτον οἷόν περ καὶ σὺ νῦν· καὶ οὐ τοιοῦτον μόνον, ἀλλὰ καὶ ἕτερον ἐφεξῆς, τὸ τοῦ φόνου λέγω. Τί οὖν; ἔμεινε κείμενος; καὶ οὐ διανέστη καὶ πάλιν παρετάξατο πρὸς τὸν ἐχθρόν; Οὕτω μὲν οὖν αὐτὸν κατεπάλαισεν ὡς δυνηθῆναι καὶ τελευτήσας προστῆναι τῶν ἐκγόνων τῶν αὑτοῦ. Τῷ γοῦν Σολομῶντι τὴν μεγάλην ἐκείνην παρανομίαν τετολμηκότι καὶ μυρίων ἀξίῳ γενομένῳ θανάτων, διὰ τὸν Δαυῒδ ὁ θεός φησιν ἀφεῖναι τὴν βασιλείαν ὁλόκληρον, οὑτωσὶ λέγων· «Διαρρήσσων διαρρήξω τὴν βασιλείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα.» Διὰ τί; «Διὰ Δαυῒδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν.» Καὶ τῷ Ἐζεκίᾳ δὲ μέλλοντι κινδυνεύειν ὑπὲρ τῶν ἐσχάτων, καίτοι γε ὄντι δικαίῳ, πάλιν διὰ τὸν μακάριον ἐκεῖνον ἐπαγγέλλεται βοηθεῖν, λέγων· «Ὑπερασπιῶ γάρ, φησίν, ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτήν, δι' ἐμὲ καὶ διὰ Δαυῒδ τὸν δοῦλόν μου.» Τοσαύτη τῆς μετανοίας ἡ ἰσχύς. Εἰ δὲ ἐκεῖνος ταῦτα ἐβουλεύσατο, ἅπερ καὶ σὺ νῦν, καὶ ἐν ἑαυτῷ εἶπεν ὅτι λοιπὸν ἀδύνατον ἐξιλεώσασθαι τὸν θεόν· «Ἐτίμησεν γάρ με τιμὴν μεγάλην καὶ εἰς προφήτας ἐνέταξεν καὶ τὴν ἀρχὴν τῶν ὁμοφύλων ἐνεχείρισεν καὶ μυρίων κινδύνων ἐξήρπασεν, πῶς οὖν δυνήσομαι μετὰ τοσαύτας εὐεργεσίας προσκεκρουκὼς καὶ εἰς τὰ τῶν αἰσχίστων, ὀλισθήσας, ἵλεω καταστῆσαι πάλιν αὐτόν;» Εἰ ταῦτα ἐνενόησεν, οὐ μόνον τὰ μετὰ ταῦτα οὐκ ἂν ἔπραξεν, ἀλλὰ καὶ τὰ πρότερα ἐπέτριψεν ἄν.