Ad Theodorum lapsum i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Εἰ δέ τινές με τοῦ θρηνεῖν ἀπάγειν πειρῶνται, τὰ τοῦ προφήτου πρὸς αὐτοὺς φθέγξομαι λέγων· «Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με.» Οὐ γὰρ τοιοῦτον πένθος πενθῶ νῦν ὡς καὶ κατάγνωσιν φέρειν ἡμῖν τὴν ἀμετρίαν τῶν ὀδυρμῶν, ἀλλ' ὑπὲρ οὗ, κἂν εἰ Παῦλος, κἂν εἰ Πέτρος ἦν, οὐκ ἂν ᾐσχύνθησαν κλαίοντες καὶ πενθοῦντες καὶ θρηνοῦντες καὶ πᾶσαν παράκλησιν διωθούμενοι. Τοῖς μὲν γὰρ τὸν κοινὸν τοῦτον θάνατον ὀδυρομένοις εἰκότως ἄν τις ἐγκαλέσειεν μικροψυχίαν πολλήν· ὅταν δὲ ἀντὶ σώματος ψυχὴ προκέηται νεκρά, μυρίας ἔχουσα τὰς ὠτειλάς, καὶ ἐν αὐτῇ τῇ νεκρότητι τὴν εὐφυΐαν αὐτῆς ἐμφαίνουσα τὴν προτέραν καὶ τὴν εὐεξίαν καὶ τὸ κάλλος τὸ ἀποσβεσθέν, τίς οὕτως ὠμὸς καὶ ἀσυμπαθής, ὡς ἀντὶ θρήνων καὶ ὀδυρμῶν παραμυθητικοὺς λόγους προσαγαγεῖν. Ὥσπερ γὰρ ἐκεῖ τὸ μὴ πενθεῖν φιλοσοφίας ἐστίν, οὕτως ἐνταῦθα τὸ πενθεῖν. Ὁ πρὸς τὸν οὐρανὸν φθάσας, ὁ τῆς τοῦ βίου ματαιότητος καταγελῶν, ὁ τὰ κάλλη τῶν σωμάτον ὡς τὰ ἐν λίθοις ὁρῶν, ὁ χρυσοῦ μὲν ὡς πηλοῦ, τρυφῆς δὲ ἁπάσης ὡς βορβόρου καταφρονῶν, οὗτος ἡμῖν ἐξαίφνης πυρετῷ κατασχεθεὶς ἐπιθυμίας ἀτόπου, καὶ τὴν ὑγίειαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὥραν ἅπασαν διέφθειρεν, καὶ δοῦλος γέγονεν τῶν ἡδονῶν. Τοῦτον οὖν οὐ δακρύσομεν, εἰπέ μοι, καὶ κοψόμεθα, ἕως ἂν ἀναστήσωμεν πάλιν αὐτόν; Καὶ ποῦ ταῦτα ἀνθρωπίνης ψυχῆς; Τῆς μὲν γὰρ τοῦ σώματος νεκρώσεως τὴν λύσιν οὐκ ἔστιν ἐνταῦθα εὑρεῖν, καὶ ὅμως οὐδὲ τοῦτο τοὺς πενθοῦντας τῶν θρήνων ἀφίστησιν· ψυχῆς δὲ νέκρωσιν ἐνταῦθα μόνον ἐστὶν ἀφανίσαι δυνατόν· «Ἐν γὰρ τῷ ᾅδῃ, φησίν, τίς ἐξομολογήσεταί σοι;» Πῶς οὖν οὐ πολλῆς βλακείας ἐστὶν τοὺς μὲν τὸν τοῦ σώματος πενθοῦντας θάνατον οὕτως σφοδρῶς τοῦτο ποιεῖν, καὶ ταῦτα εἰδότας ὅτι οὐκ ἀναστήσουσι τὸν κείμενον τοῖς ὀδυρμοῖς· ἡμᾶς δὲ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι, καὶ ταῦτα ἐπισταμένους ὅτι πολλάκις ἐστὶν ἐλπὶς τὴν ἀπολωλυῖαν ψυχὴν εἰς τὴν προτέραν ἐπαναγαγεῖν ζωήν; Πολλοὶ γὰρ καὶ νῦν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ἐκ τῆς ὀρθῆς παρατραπέντες ἀτραποῦ καὶ ἐκ τῆς ἐστενοχωρημένης κατακρημνισθέντες εἰσόδου, οὕτω διανέστησαν πάλιν, ὡς ἀποκρύψαι τοῖς δευτέροις τὰ πρότερα, καὶ τὸ βραβεῖον λαβεῖν καὶ τὸν στέφανον ἀναδήσασθαι, καὶ μετὰ τῶν νικώντων ἀνακηρυχθῆναι, καὶ εἰς τὸν τῶν ἁγίων ἀριθμηθῆναι χορόν. Ἕως μὲν γὰρ ἐν τῇ καμίνῳ τις ἕστηκεν τῶν ἡδονῶν, κἂν μυρία τοιαῦτα ὑποδείγματα ἔχῃ, ἀδύνατον αὐτῷ τὸ πρᾶγμα εἶναι δοκεῖ· ἐὰν δὲ ἀρχὴν βραχεῖαν μόνον λάβῃ τῆς ἐκεῖθεν ἐξόδου, προϊὼν ἀεὶ τὸ μὲν σφοδρότερον τοῦ πυρὸς κατόπιν ἀφίησιν, τὰ δὲ ἔμπροσθεν καὶ πρὸ τῶν ποδῶν δρόσου καὶ πολλῆς γέμοντα τῆς εὐκολίας ὄψεται· μόνον μὴ ἀπογνῶμεν, μηδὲ ἀπαγορεύσωμεν τὴν ἐπάνοδον· ὁ γὰρ τοῦτο παθών, κἂν μυρίαν ἰσχὺν καὶ προθυμίαν κεκτημένος ᾖ, μάτην κέκτηται. Τὴν γὰρ θύραν ἅπαξ ἀποκλείσας ἑαυτῷ τῆς μετανοίας, καὶ τῆς εἰς τὸ στάδιον εἴσοδον ἀποτειχίσας, πῶς δυνήσεται ἔξω μένων ἢ μικρὸν ἢ μέγα ἐργάσασθαι ἀγαθόν; Διὰ τοῦτο πάντα μηχανᾶται ὁ πονηρός, ἵνα τοῦτον ἐν ἡμῖν φυτεύσῃ τὸν λογισμόν· οὐκ ἔτι γὰρ αὐτῷ ἱδρώτων δεήσει καὶ πόνων πρὸς τὴν ἡμετέραν ἀντίστασιν· πῶς γάρ; τῶν κειμένων καὶ πεπτωκότων καὶ ἀνταίρειν οὐκ ἐθελόντων αὐτῷ. Ὁ μὲν γὰρ τοῦτον δυνηθεὶς διαλῦσαι τὸν δεσμόν, καὶ τὴν ἰσχὺν ἀνακτήσεται τὴν αὑτοῦ, καὶ εἰς ἐσχάτας οὐ παύσεται αὐτῷ παλαίων ἀναπνοάς, κἂν μυρία πέσῃ πτώματα, ἀναστήσεται πάλιν, καὶ συγκόψει τὸν ἐχθρόν· ὁ δὲ τοῖς τῆς ἀπογνώσεως δεθεὶς λογισμοῖς καὶ τὴν ἰσχὺν παραλύσας τὴν αὑτοῦ, πῶς δυνήσεται περιγενέσθαι καὶ ἀντιστῆναι, ἐξ ἐναντίας φυγών;