Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra eos qui subintroductas habent virgines
John ChrysostomVirg 11 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Εἴ τινα οὖν, εἰπέ μοι, τῶν στρατιωτῶν μετὰ τὸ περιθέσθαι τὸ κράνος, τὰς κνημῖδας, τὸν θώρακα, μετὰ τὸ λαβεῖν τὸ ξίφος, τὴν ἀσπίδα, τὸ δόρυ, τὰ τόξα, τὰ βέλη, τὴν φαρέτραν, τῆς τε σάλπιγγος λαμπρὸν ἠχούσης καὶ πάντας ἔξω καλούσης, τῶν τε πολεμίων σφοδρὸν πνεόντων καὶ τὴν πόλιν ἐκ βάθρων ἀνασπάσαι παρεσκευασμένων, εἶδες οὐκ ἐπὶ τὴν παράταξιν ἔξω τρέχοντα, ἀλλ' εἰς οἰκίαν εἰσιόντα, καὶ γυναικὶ παρακαθήμενον μετὰ τῶν ὅπλων ἐκείνων· ἆρ' οὐκ ἂν, εἴ γε ἐξῆν, μέσον τὸ ξίφος διήλασας, μηδὲ λόγου μεταδούς; Εἰ δὲ σὺ τοσαύτης ἂν ἐνεπλήσθης ὀργῆς, πῶς οἴει τὸν Θεὸν ἐπὶ τοῖς πολὺ τούτων ἀτοπωτέροις διακείσεσθαι; Τοσούτῳ γὰρ αἰσχρότερα ταῦτα ἐκείνων καὶ ἀτοπώτερα, ὅσῳ καὶ ὁ πόλεμος χαλεπώτερος, καὶ οἱ πολέμιοι σφοδρότεροι, καὶ τὰ ἆθλα περὶ ὧν ὁ πόλεμος μείζω, καὶ πάντα ἁπλῶς τοσοῦτον ἐξήλλακται, ὅσον ἀληθείας καὶ σκιᾶς τὸ μέσον. Μὴ δὴ καταμαλάττωμεν ἡμῶν τὴν ἰσχὺν, μηδὲ ἐκκόπτωμεν τὰ νεῦρα ταῖς ὁμιλίαις ταύταις· καὶ γὰρ ἄφατος καὶ πολλὴ ταῖς ψυχαῖς ἡμῶν ἐντεῦθεν εἰσρεῖ κακία. Τί γὰρ, εἰ καὶ μὴ αἰσθανοίμεθα τῇ φιλίᾳ μεθύοντες; τοῦτο γὰρ αὐτὸ καὶ τὸ πάντων ἐστὶ δεινότατον, ὅτι οὐδὲ ἴσμεν ὅπως ἐκνευριζόμεθα καὶ κηροῦ γινόμεθα παντὸς μαλακώτεροι. Καθάπερ γάρ τις λέοντα γαῦρον καὶ βλοσυρὸν βλέποντα λαβὼν, εἶτα ἀποκείρας μὲν τὴν κόμην, ἀνελὼν δὲ τοὺς ὀδόντας καὶ περιελὼν τοὺς ὄνυχας, αἰσχρὸν ποιεῖ καὶ καταγέλαστον καὶ παιδίοις εὐκαταγώνιστον τὸν φοβερὸν καὶ ἀφόρητον καὶ ἀπὸ μόνου τοῦ βρυχήματος πάντα σείοντα· οὕτω δὴ καὶ αὗται πάντας ὅσους ἐὰν λάβωσιν εὐχειρώτους τῷ διαβόλῳ ποιοῦσι, μαλακωτέρους, θερμοτέρους, ἀναισχύντους, ἀνοήτους, ἀκροχόλους, θρασεῖς, ἀκαίρους, ἀγεννεῖς, ἀπηνεῖς, δουλοπρεπεῖς, ἀνελευθέρους, ἰταμοὺς, φλυάρους, καὶ ἁπλῶς πάντα τὰ γυναικεῖα ἤθη τὰ διεφθαρμένα φέρουσαι εἰς τὰς τούτων ἐναπομάττονται ψυχάς. Καὶ γὰρ ἀμήχανον τὸν γυναιξὶ συνοικοῦντα μετὰ συμπαθείας τοσαύτης, καὶ ταῖς ἐκείνων ἐντρεφόμενον ὁμιλίαις, μὴ ἀγύρτην τινὰ εἶναι καὶ ἀγοραῖον καὶ συρφετώδη. Καὶ γὰρ ἂν φθέγγηταί τι, πάντα ἀπὸ τῶν ἱστῶν καὶ τῶν ἐρίων φθέγξεται, τῆς γλώττης αὐτοῦ τῇ ποιότητι τῶν γυναικείων ἀναχρωσθείσης ῥημάτων· κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάσεται δουλοπρεπείας, πόρρω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γινόμενος χρήσιμος. Καὶ γὰρ, εἰ πρὸς τὰ βιωτικὰ καὶ πολιτικὰ πράγματα ἄχρηστος ὁ τοιοῦτος, πολλῷ μᾶλλον πρὸς τὸ τῶν πνευματικῶν μέγεθος, ἃ τοσούτῳ δεῖται γενναιοτέρων ἀνδρῶν, ὡς μηδὲ ἅπτεσθαι αὐτῶν δύνασθαι τοὺς μέλλοντας αὐτὰ μετιέναι, εἰ μὴ ἄγγελοι γένοιντο ἐξ ἀνθρώπων. Οὐκ αὐτοὶ δὲ μόνον κακίαν ὑποδέχονται τοσαύτην, ἀλλὰ καὶ ἐκείναις ἠθῶν διεφθαρμένων αἴτιοι γίνονται. Καθάπερ γὰρ οὗτοι σφόδρα αὐταῖς ἀρέσκειν βουλόμενοι τῆς ἁρμοττούσης πολιτείας ἐκβαίνουσιν, οὕτω καὶ αὗται τῆς προσηκούσης αὐταῖς αἰδοῦς δι' ἐκείνους ἐκπίπτουσιν, τὴν πονηρὰν αὐτοῖς καὶ ὀλέθριον παρέχουσαι ταύτην ἀντίδοσιν. Καὶ γὰρ καὶ καλλωπίζονται περιεργότερον, καὶ σχήματος καὶ βαδίσματος τεθρυμμένου πολλὴν ποιοῦνται πρόνοιαν, καὶ τὰ μὴ προσήκοντα διὰ πάσης φλυαροῦσιν τῆς ἡμέρας· ἐπειδὴ γὰρ ὁρῶσι τερπομένους τοῖς ἀκολάστοις τούτοις ἤθεσι καὶ ῥήμασι, πάντα ἐπιτηδεύουσι, δι' ὧν κατέχειν αὐτοὺς αἰχμαλώτους δυνήσονται. Ἀλλ' ἂν ἐθελήσωμεν μικρὸν ἀνενεγκόντες ἡμῶν αὐτῶν γενέσθαι, καὶ ἐκείνας κερδανοῦμεν καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἄλλους ἅπαντας· καὶ ὥσπερ νῦν τῆς τῶν πολλῶν ἀπωλείας κατέστημεν ὑπεύθυνοι, οὕτως τότε τῆς πάντων σωτηρίας ἀποληψόμεθα τὸν μισθὸν, καὶ ὧν δὲ ἀπολαύομεν νῦν αἰσχρῶς, τότε μετὰ πολλῆς ἀπολαυσόμεθα τῆς τιμῆς. Τί γὰρ, εἰπέ μοι, βούλει τιμᾶσθαι παρὰ γυναικῶν; Μάλιστα μὲν οὖν ἀνάξιον τοῦτο ἀνδρὸς πνευματικοῦ, τὸ τιμῆς τοιαύτης ἐρᾶν· πλὴν ἀλλὰ καὶ τοῦτο τότε παρέσται, ὅταν μὴ ζητῶμεν αὐτό. Πέφυκε γὰρ ἄνθρωπος τῶν μὲν θεραπευόντων ὑπερορᾶν, τοὺς δὲ μὴ κολακεύοντας θαυμάζειν· τὸ δὲ πάθος τοῦτο πλέον ἡ γυναικεία φύσις ὑπομένειν εἴωθεν. Ἀφόρητός τε γάρ ἐστι κολακευομένη, θαυμάζει τε μάλιστα πάντων τοὺς οὐκ ἀνεχομένους εἴκειν καὶ ὑποκατακλίνεσθαι ταῖς ἀκαίροις αὐτῆς ἐπιθυμίαις· καὶ τοῦτο ὑμεῖς μοι μαρτυρήσετε. Νῦν μὲν γὰρ οὐχ οἱ ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐταὶ καταγελῶσιν ὑμῶν αἱ συνοικοῦσαι, εἰ καὶ μὴ φανερῶς, ἀλλ' ἐν τῷ συνειδότι, καὶ ἐγκαλλωπίζονται τῇ χαλεπῇ ταύτῃ τυραννίδι· τότε δὲ θαυμάσονται πάντως ὑμᾶς, καὶ ἐκπλαγήσονται τὴν ἐλευθερίαν ὑμῶν. Εἰ δὲ ἀπιστεῖτε τοῖς ἡμετέροις λόγοις, αὐτὰς ἐκείνας ἔρεσθε, τίνας μᾶλλον ἐπαινοῦσι καὶ ἀποδέχονται, τοὺς δουλεύοντας ἢ τοὺς κρατοῦντας αὐτῶν, τοὺς ὑποκειμένους καὶ πάντα ποιοῦντας καὶ πάσχοντας διὰ τὴν εἰς ἐκείνας χάριν, ἢ τοὺς οὐδὲν τούτων ἀνεχομένους, ἀλλὰ καὶ ἐπαισχυνομένους αὐτῶν τοῖς πονηροῖς ἐπιτάγμασιν· κἂν ἐθελήσωσιν εἰπεῖν τἀληθὲς, πάντως ἐκείνους ἐροῦσιν· μᾶλλον δὲ οὐδὲ ἀποκρίσεως χρεία, τῶν πραγμάτων τοῦτο βοώντων.

Intertext edge

Open linked passage

Note