Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra eos qui subintroductas habent virgines
John ChrysostomVirg 8 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Λέγετε μὲν γὰρ διὰ τὸν Θεὸν ἅπαντα πράττειν, πράττετε δὲ ἃ τῶν ἐχθρῶν ἐστι τοῦ Θεοῦ· τὸ γὰρ ποιεῖν τὸ ὄνομα αὐτοῦ βλασφημεῖσθαι καὶ διαβάλλεσθαι τῶν ἐχθρῶν ἐστι τοῦ Θεοῦ. Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν ποιοῦμαι. Θῶμεν γὰρ ἀληθεύειν τὸν ταῦτα λέγοντα, καὶ ἐπιθυμίας καθαρεύειν ἁπάσης, καὶ ἐξ ἑτέρου μὲν οὐδενὸς, ἀπὸ δὲ εὐλαβείας μόνης ταύτην ἀναδέχεσθαι τὴν προστασίαν· οὐδὲ γὰρ οὕτως κολάσεως αὐτὸν ἀπηλλαγμένον εὑρήσομεν. Εἰ μὲν γὰρ ἠπόρει προφάσεων ἑτέρων, ἐν αἷς καὶ τὴν εὐλάβειαν ἐπιδείξασθαι ἔδει καὶ χωρὶς τῶν σκανδαλιζομένων ψυχῶν τοῦτο ποιῆσαι· μάλιστα μὲν οὖν οὐδὲ οὕτως ταῦτα πραγματεύεσθαι ἔδει ἔνθα μείζων ἡ ζημία τοῦ κέρδους. Ποῦ γὰρ ἴσον, εἰπέ μοι, παρθένου μιᾶς ἢ δυοῖν προϊστάμενον σωματικῶν ἕνεκεν πραγμάτων ἄπειρα πλήθη σκανδαλίσαι κατὰ ψυχήν; Πλὴν ἀλλ' οὐχ οὕτως ἡ κατηγορία χαλεπόν· ὅταν δὲ μυρίας εὕρῃς ὁδοὺς καὶ κατηγορίας ἀπηλλαγμένας, καὶ σκανδάλων ἐλευθέρας, καὶ μείζονα ἐχούσας τὴν εὐπορίαν, τίνος ἕνεκεν σαυτῷ πράγματα πλέκεις εἰκῇ καὶ μάτην, καὶ τὸ κέρδος ὑπορύττεις, καὶ ἐπισφαλῶς οἰκοδομεῖς καὶ ἐπονειδίστως, παρὸν μετὰ ἀσφαλείας καὶ δόξης πολλῆς; Οὐκ οἶσθα ὅτι λαμπρὸν ἀποστίλβειν χρὴ πανταχοῦ τοῦ Χριστιανοῦ τὸν βίον, καὶ ὅτι τὴν δόξαν τις τὴν ἑαυτοῦ καταισχύνας πανταχοῦ λοιπὸν ἄχρηστος ἔσται, καὶ οὐδὲν μέγα κερδᾶναι δυνήσεται, κἂν μεγάλα τύχῃ κατορθῶν; «Ἂν γὰρ τὸ ἅλας μωρανθῇ, φησίν, ἐν τίνι ἰσχύσει λοιπόν;» Ἅλας γὰρ ἡμᾶς εἶναι βούλεται καὶ φῶς καὶ ζύμην ὁ Θεὸς, ὡς καὶ ἑτέρους δύνασθαι τῆς ἐξ ἡμῶν μεταλαμβάνειν ὠφελείας. Εἰ γὰρ ἀλήπτως ζῶντες ἄνθρωποι μόλις τοὺς ἠμελημένους ἐπιστρέψαι δύναιντ' ἂν, εἰ καὶ λαβὴν δοίημεν αὐτοῖς, πῶς οὐ πάντοθεν ὑπεύθυνοι τῆς ἀπωλείας ἐσόμεθα τῆς ἐκείνων; Ὥσπερ γὰρ οὐκ ἔνι βίον ἔχοντα διεφθαρμένον σωθῆναί ποτε, οὕτως οὔτε δόξαν ἑαυτῷ περιθέντα πονηρὰν δυνατὸν διαφυγεῖν τὴν κόλασιν. Ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, κἂν μεγάλα τις ἁμάρτῃ, λαθὼν δὲ ἐργάσηται τοῦτο καὶ μηδένα σκανδαλίσῃ, ἐλάττονα δώσει δίκην τοῦ καταδεέστερα μὲν ἡμαρτηκότος, μετὰ παρρησίας δὲ καὶ μετὰ τοῦ πολλοὺς σκανδαλίσαι. Καὶ ἵνα μὴ θαυμάσῃς τὸ λεχθὲν, μηδὲ ὑπερβολὴν καταγνῷς τοῦ λόγου, τὴν ψῆφόν σοι ταύτην οἴσομεν ἐκ τοῦ οὐρανοῦ, καὶ τὸν νόμον τοῦτον ἐκεῖθεν ἀναγνωσόμεθα. Τὸν γὰρ μακάριον Μωσέα, καὶ πάντων ἀνθρώπων πραότατον τῶν ἐπὶ τῆς γῆς, καὶ τῷ Θεῷ φίλον, καὶ προφητῶν μείζονα– τοῖς μὲν γὰρ ἄλλοις δι' αἰνιγμάτων διελέχθη, τούτῳ δὲ ὡς ἂν εἰ φίλος πρὸς φίλον· τοῦτον τοίνυν τὸν τοιοῦτον, τὸν μυρία κατὰ τὴν ἔρημον ταλαιπωρηθέντα ἐπὶ ἔτεσιν τοσούτοις, τὸν περὶ τῶν ἐσχάτων κινδυνεύσαντα πολλάκις, παρά τε Αἰγυπτίοις ὑπὲρ Ἰουδαίων, καὶ παρὰ Ἰουδαίοις ὑπὲρ αὐτῶν πάλιν τῶν ἀγνωμόνων ἐκείνων, οὐδὲν ἕτερον ἐκώλυσε μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τὰ μυρία κατορθώματα τῆς ἐπαγγελίας τυχεῖν, ἢ τὸ σκανδαλίσαι τοὺς συνόντας αὐτῷ ἐπὶ τοῦ ὕδατος. Καὶ τοῦτο αἰνιττόμενος ὁ Θεὸς ἔλεγεν, «Ὅτι οὐκ ἐπιστεύσατέ μοι ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἱσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς.» Καίτοι καὶ πρὸ τούτου τινὰ παρήκουσε καὶ γὰρ ἀντεῖπε τῷ Θεῷ καὶ ἅπαξ καὶ δὶς πεμπόμενος εἰς Αἴγυπτον, καὶ μετὰ ταῦτα ἐπὶ τῆς ἐρήμου διηπίστησε λέγων, «Ἑξακόσιαι χιλιάδες εἰσὶ πεζῶν, καὶ σὺ εἶπας, Κρέα δώσω αὐτοῖς, καὶ φάγονται μῆνα ἡμερῶν. Μὴ πρόβατα καὶ βόες σφαγήσονται, ἢ πᾶν τὸ ὄψον τῆς θαλάσσης συναχθήσεται, καὶ ἀρκέσει αὐτοῖς;» καὶ μετὰ ταῦτα δὲ πάλιν ἀπεδυσπέτησε, καὶ τοῦ δήμου τὴν προστασίαν παρῃτήσατο· ἀλλ' ὅμως οὐδὲν τούτων ἴσχυσεν αὐτὸν ἀποστερῆσαι τῶν ἄθλων τῶν προκειμένων, ἀλλ' ἢ τὸ ἐπὶ τοῦ ὕδατος συμβὰν μόνον· τῇ μὲν γὰρ φύσει ἐκείνων ἔλαττον ἦν, τῷ δὲ μετὰ τῆς ἑτέρων γενέσθαι βλάβης, πολλῷ μεῖζον ἐγένετο. Ἐκεῖνα μὲν γὰρ ἰδίᾳ καὶ λανθανόντως συνέβη, τοῦτο δὲ φανερῶς καὶ ἐπὶ τοῦ δήμου παντὸς ἡμαρτάνετο. Διὰ τοῦτο καὶ ἐγκαλῶν ὁ Θεὸς τοῦτο ᾐνίξατο εἰπὼν, «Ὅτι οὐχ ἡγιάσατέ με ἐναντίον τῶν υἱῶν Ἰσραήλ», τῆς ἁμαρτίας αὐτῶν τὴν φύσιν ἐκκαλύπτων, καὶ ὅθεν γέγονεν ἀσύγγνωστος, παραδηλῶν. Εἰ δὲ τηλικοῦτον ἄνδρα τοῦτο προσκροῦσαι ἐποίησεν, ἡμᾶς τοὺς σκώληκας καὶ οὐδαμινοὺς πῶς οὐ καταδύσει τοῦτο καὶ ἀπολεῖ; Οὐδὲν γὰρ οὕτως παροξύνει τὸν Θεὸν, ὡς ὅταν τὸ ὄνομα αὐτοῦ βλασφημῆται. Καὶ τοῖς Ἰουδαίοις δὲ τοῦτο ἄνω καὶ κάτω διετέλεσεν ἐγκαλῶν ὅτι, «Τὸ ὄνομά μου βεβηλοῦται·» καὶ πάλιν, «Ὑμεῖς βεβηλοῦτε αὐτό·» καὶ «Δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι·» καὶ τοσαύτη αὐτῷ τοῦ μὴ συμβαίνειν τοῦτο γέγονε πρόνοια, ὡς καὶ ἀναξίους σῶσαι πολλάκις, ἵνα μὴ τοῦτο γένηται. «Ἐποίησα γὰρ, φησίν, ἵνα μὴ τὸ ὄνομά μου βεβηλωθῇ·» καὶ «Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, οἶκος τοῦ Ἰσραὴλ, ἀλλ' ἵνα τὸ ὄνομά μου μὴ βεβηλωθῇ.» Καὶ ὁ Παῦλος δὲ ἀνάθεμα ηὔξατο εἶναι ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης· καὶ αὐτὸς ὁ Μωσῆς ἐξαλειφθῆναι τῆς βίβλου παρεκάλεσεν ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος τοῦ Θεοῦ· ὑμεῖς δὲ οὐ μόνον οὐδὲν αἱρεῖσθε παθεῖν, ὥστε ταύτην ἀποκρούσασθαι τὴν βλασφημίαν, ἀλλὰ καὶ πάντα πράττετε, δι' ὧν αὔξετέ τε αὐτὴν καὶ ἐπιτείνετε καθ' ἑκάστην ἡμέραν. Τίς οὖν ἡμᾶς παραιτήσεται, τίς δὲ συγγνώσεται; Οὐκ ἔστιν οὐδείς. Τοσαύτην δὲ πρόνοιαν καὶ ὁ Θεὸς ποιεῖται καὶ οἱ ἅγιοι τοῦ μὴ βλασφημεῖσθαι τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς τοῦ Θεοῦ δεομένου τῆς δόξης τῆς παρ' ἡμῶν ἀνενδεὴς γάρ ἐστι καὶ τέλειος, ἀλλ' ὡς πολλῆς ἀπὸ τοῦ πράγματος τοῖς ἀνθρώποις γινομένης βλάβης. Ὅταν γὰρ πρὸς αὐτοὺς διαβληθῇ τὸ τοῦ Θεοῦ ὄνομα καὶ ἡ δόξα, οὐδὲν αὐτοὺς ὠφελεῖ λοιπόν· εἰ δὲ ὁ Θεὸς διαβαλλόμενος οὐδὲν ὠφελεῖ, πολλῷ μᾶλλον ἡμεῖς.

Intertext edge

Open linked passage

Note