Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 102 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
102.1
Τοιοῦτοι γὰρ οἱ ἅγιοι· κατορθοῦσθαι βούλονται τὰ πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνον οὐκέτι δὲ καὶ ἐπιδείκνυσθαι τοῖς πολλοῖς ὅτι αὐτῶν τὰ κατορθώματα πλὴν εἴ πού τις χρεία ἀναγκάσειε– χρείαν δὲ τὴν τῶν σωζομένων κηδεμονίαν λέγω πάλιν– ὅπερ τότε ἐγένετο. Ἐπειδὴ γὰρ τὰ τῆς ἀπάτης ηὔξετο κακὰ ἐκκαλύπτεται μὲν ἡμῖν ἡ νίκη λοιπὸν ἐκκαλύπται δὲ οὐχ ὑπὸ τοῦ νικήσαντος ἀλλ' ὑπὸ τοῦ νικηθέντος αὐτοῦ. Οὕτω γὰρ ἥ τε μαρτυρία καὶ παρὰ τοῖς ἐχθροῖς ἀνύποπτος ἦν ὅ τε ἅγιος τὰ περὶ αὐτοῦ λέγειν καὶ ἀνάγκης οὔσης ἐξέφυγεν. Ἐπειδὴ δὲ οὐδὲ οὕτω τὰ τῆς πλάνης ἔληγεν ἀλλ' ἐνέκειντο πάλιν οἱ τῶν λίθων ἀναισθητότεροι τὸν ἡττημένον παρακαλοῦντες καὶ πρὸς οὕτω φανερὰν ἀλήθειαν τυφλώττοντες, τηνικαῦτα ἐπαφεῖναι ἠναγκάσθη τῷ ξοάνῳ τὸ πῦρ ὥστε διὰ τούτου τοῦ ἐμπρησμοῦ ἕτερον τὸν τῆς εἰδωλολατρείας σβέσαι ἐμπρησμόν.

Intertext edge

Open linked passage

Note