Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 104 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
104.1
Ἀλλὰ γὰρ τὸν παρ' ἡμῶν λόγον στήσαντες τέως πάλιν ἐπακούσωμεν τῶν ὀδυρμῶν τοῦ σοφιστοῦ. Ἀφεὶς γὰρ τὸν Ἀπόλλω πρὸς τὸν Δία πάλιν ὀλοφύρεται λέγων· Οἵαν, ὦ Ζεῦ, γνώμης καμνούσης ἀφῃρέθημεν ἀνά παυλαν. Ὡς καθαρὸν μὲν θορύβων ἡ Δάφνη χωρίον καθαρώτερος δὲ ὁ νεὼς οἷον λιμένος ἐπὶ λιμένι παρ' αὐτῆς πεποιημένου τῆς φύσεως, ἀκυμάντοιν μὲν ἀμφοῖν πλείω δὲ τὴν ἡσυχίαν παρεχομένου τοῦ δευτέρου. Τίς μὲν οὐκ ἂν αὐτόθι νόσον ἀπέδυ; Τίς δὲ οὐκ ἂν φόβον; Τίς δὲ οὐκ ἂν πένθος; Τίς δὲ ἂν ἐπόθησε τὰς μακάρων νήσους; Ποίαν ἀνάπαυλαν ἀφῃρέθημεν, ὦ μιαρέ; Πῶς δὲ καθαρώτερος θορύβων ὁ νεὼς καὶ λιμὴν ἀκύμαντος ἔνθα αὐλοὶ καὶ τύμπανα καὶ κραιπάλαι καὶ κῶμοι καὶ μέθαι;" Τίς οὐκ ἂν αὐτόθι," φησί," νόσον ἀπέδυ;" Τίς μὲν οὖν τῶν προσκειμένων σοι οὐκ ἂν ἐδέξατο νόσον αὐτόθι εἰ καὶ πρότερον ὑγιαίνων ἐτύγχανε καὶ νόσον τὴν πασῶν χαλεπωτάτην; Ὁ γὰρ τὸν δαίμονα προσκυνῶν καὶ τῆς Δάφνης τὴν ὑπόθεσιν ἀκούων καὶ τοῦ θεοῦ τὴν μανίαν τοσαύτην ὁρῶν, ὡς καὶ καταποθείσης τῆς ἐρωμένης ἔτι προσεδρεύειν τῷ τόπῳ καὶ τῷ φυτῷ, πόσην ἐκεῖθεν οὐκ ἂν ἐδέξατο φλόγα μανίας; Πόσον χειμῶνα; Πόσον θόρυβον; Πόσην νόσον; Πόσον πάθος; Τοῦτο οὖν ἀνάπαυλαν καλεῖς ψυχῆς καὶ λιμένα ἀκύμαντον; Τοῦτο νόσων ἀπαλλαγήν; Καὶ τί θαυμαστὸν εἰ τὰ ἐναντία τοῖς ἐναντίοις τίθεσαι; Καὶ γὰρ οἱ μαινόμενοι τῶν πραγμάτων οὐδενὸς ὡς ἔχει φύσεως αἰσθάνονται ἀλλὰ ἐναντίας τοῖς οὖσι τὰς ψήφους φέρουσιν. 105" Ὀλύμπια μὲν οὐ μάλα πόρρω"– πάλιν γὰρ ἐπὶ τὸν θρῆνον ἐλεύσομαι δεικνὺς ὅσην ἅπαντες οἱ τότε τὴν πόλιν οἰκοῦντες Ἕλληνες ἐδέξαντο τὴν πληγὴν καὶ ὡς οὐκ ἂν τοῦτο πράως ἤνεγκεν ὁ βασιλεὺς ἀλλὰ πάντα θυμὸν εἰς τὴν τοῦ μάρτυρος λάρνακα ἀφῆκεν ἂν εἰ μὴ φόβῳ κατείχετο μείζονι– τί οὖν φησιν; Ὀλύμπια μὲν οὐ μάλα πόρρω, συγκαλέσει δὲ ἡ πανήγυρις τὰς πόλεις αἱ δὲ ἥξουσι βοῦς ἄγουσαι τῷ Ἀπόλλωνι θυσίαν. Τί δράσωμεν; Ποῖ κατα λυσώμεθα; Τίς ἡμῖν θεῶν διαστήσει τὴν γῆν; Ποῖος κῆρυξ, ποία σάλπιγξ οὐχ ὑποκινήσει δάκ ρυον; Τίς ἑορτὴν ἐρεῖ τὰ Ὀλύμπια τοῦ πτώμα τος ἐγγύθεν ἐπεμβάλλοντος ὀδυρμόν;" Δὸς τόξα μοι κερουλκά," φησὶν ἡ τραγῳδία, ἐγὼ δὲ λέγω καὶ μαντικῆς τι μικρὸν ὅπως τῇ μὲν ἕλω τῇ δὲ τοξεύσω τὸν δράσαντα. Ὢ τόλμης ἀσεβοῦς, ὢ ψυχῆς μιαρᾶς, ὢ θρασείας χειρός. Τίτυός τις οὗτος ἕτερος ἢ Ἴδας ὁ ἀδελφὸς Λυγκέως οὐ μέγας μὲν ὥσπερ ἐκεῖνος οὐδὲ τοξότης ὥσ περ οὗτος ἀλλ' ἓν τοῦτο εἰδὼς τὸ κατὰ θεῶν μαίνεσθαι. Τοὺς μὲν Ἀλωέως ἔτι διανοουμέ νους τὰς τῶν θεῶν ἐπιβουλὰς θανάτῳ κατέπαυσας, Ἄπολλον, τούτῳ δὲ πόρρωθεν φέροντι τὸ πῦρ οὐκ ἀπήντησεν ὀιστὸς ἐπ' αὐτὴν φερόμενος τὴν καρδίαν. Ὢ δεξιᾶς τελχῖνος, ὢ πυρὸς ἀδίκου. Ποῦ ποτε ἄρα τὸ πρῶτον ἔπεσε; Τί τοῦ κακοῦ τὸ προοίμιον; Ἆρα ἐξ ὀροφῆς ἀρξάμενον ἐπὶ τὰ ἄλλα προὔβη· τὴν κεφαλὴν ἐκείνην, τὸ πρόσωπον, τὴν φιάλην, τὴν κίδαριν, τὸν πο δήρη χιτῶνα; Ἥφαιστος δὲ πυρὸς ταμίας οὐκ ἠπείλησε τῷ πυρὶ λυμαινομένῳ τὴν χάριν ὀφεί λων τῷ θεῷ μηνύματος ἀρχαίου. Ἀλλ' οὐδὲ ὁ Ζεὺς ὄμβρων ἡνίας ἔχων ὕδωρ ἀφῆκεν ἐπὶ τὴν φλόγα καὶ ταῦτα ποτε Λυδῶν βασιλεῖ δυσ τυχήσαντι σβέσας πυράν. Τί πρῶτον ἄρα πρὸς αὐτὸν εἶπεν ὁ τὸν πόλεμον ἀράμενος; Πόθεν ποτὲ τὸ θάρσος; Πῶς δὲ ἐφύλαξε τὴν ὁρμήν; Πῶς δὲ οὐκ ἔλυσε τὸ δόγμα τοῦ θεοῦ τὸ κάλλος αἰδεσθείς; Μέχρι τίνος οὐ διαβλάψεις, ἄθλιε καὶ ταλαίπωρε, ταῦτα ἀνθρωπίνης εἶναι λέγων χειρὸς καὶ ὥσπερ οἱ παραπαίοντες ἐναντιολογῶν καὶ σαυτῷ μαχόμενος;

Intertext edge

Open linked passage

Note