De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
106.1
Εἰ γὰρ τὸν Περσῶν βασιλέα καὶ τοσαύτην ἄγοντα στρατιὰν καὶ τὴν πόλιν ἑλόντα καὶ τὰ λοιπὰ τῶν ἱερῶν ἐμπρήσαντα καὶ τὴν δᾷδα μετὰ χεῖρας ἔχοντα καὶ προσάγειν αὐτὴν ἤδη τούτῳ μέλλοντα τῷ ναῷ μετέβαλεν ὁ δαίμων– καὶ γὰρ καὶ ταῦτα ἐν ἀρχῇ τῆς μονῳδίας ἔλεγες οὕτως εἰπὼν θρηνῶν· Τόν τοι βασιλέα Περσῶν τοῦ νῦν τούτου πολε μοῦντος πρόγονον, προδοσίᾳ τὸ ἄστυ λαβόντα καὶ ἐμπρήσαντα, χωρήσαντα ἐπὶ Δάφνης ὡς τὸ αὐτὸ δράσοντα μετέβαλεν ὁ θεὸς καὶ τὴν δᾷδα ῥίψας προσεκύνησε τὸν Ἀπόλλω· οὕτως αὐτὸν κατεπράυνέ τε καὶ διήλλαξε φανείς– Ὁ δὴ θυμοῦ βαρβαρικοῦ καὶ τοσαύτης περιγενόμενος στρατιᾶς ὡς ἔφης καὶ δυνηθεὶς τότε τὸν κίνδυνον διαφυγεῖν– λέγεις δὲ ὅτι τοὺς Ἀλωέως παῖδας διανοουμένους τὰς τῶν θεῶν ἐπιβουλὰς θανάτῳ κατέπαυσε– πῶς οὖν ὁ τοσαῦτα δυνηθεὶς οὐδὲν τοιοῦτον εἰργάσατο νῦν;