De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
108.1
Πῶς δὲ ὁ τοῦ βασιλέως τὴν παρουσίαν ἔτι μακρὰν ὄντος προλέγων καὶ γὰρ καὶ τοῦτο ἀνωτέρω τούτων ἐθρήνεις τὸν πλησίον ἑστῶτα καὶ κατακαίοντα αὐτὸν οὐκ εἶδε; Καίτοι γε καὶ μαντικὸν αὐτὸν εἶναί φατε καὶ ἄλλοις ἄλλας διανέμοντες τέχνας καθάπερ ἀνθρώποις τοῖς ὑμετέροις θεοῖς τούτῳ τὴν μαντικὴν ἀνεθήκατε καὶ οὐδὲ μεταδοῦναι αὐτόν σοι τῆς τέχνης ἀξιοῖς. Πῶς οὖν τὰς οἰκείας οὐκ ἔγνω συμφοράς; Καίτοι τοῦτο οὐδ' ἂν ἄνδρα διέλαθεν. Ἀλλ' ἆρα μὴ ἐκάθευδεν ἁπτομένου τοῦ πυρός; Ἀλλ' οὐδὲ οὕτως ἀναίσθητός τίς ἐστιν ὡς αὐτῷ τῆς φλογὸς προσφερομένης μὴ διαναστῆναι εὐθέως καὶ τὸν προσάγοντα κατασχεῖν. Ἀληθῶς" Ελληνες ἀεὶ παῖδες γέρων δὲ Ἕλλην οὐδείς" δέον γὰρ τὴν οἰκείαν ἄνοιαν θρηνεῖν ὅτι τῶν πραγμάτων βοώντων τὴν τῶν δαιμόνων ἀπάτην οὐδὲ οὕτως ἀφίστασθε ἀλλ' ἐκδόντες ἑαυτοὺς εἰς ἀπώλειαν καὶ τὴν ὑμετέραν ἀποδόμενοι σωτηρίαν ἄγεσθε δίκην θρεμμάτων ᾗπερ ἂν κελεύωσιν ἕπεσθαι οἳ κάθησθε ξοάνων πενθοῦντες ἀπώλειαν.