De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
115.1
Ὥσπερ γὰρ ἂν εἴ τις λῃστάρχου τινὸς σπήλαιον καὶ κατάδυσιν διαρρήξας ἄνωθεν ἐξαγάγοι τὸν ἐνοικοῦντα δέσμιον καὶ τὰ αὐτοῦ πάντα λαβὼν καταλίποι τὸν τόπον θηρίων καὶ κολοιῶν εἶναι καταφυγήν, εἶτα ἕκαστος τῶν πρὸς τὴν κατάδυσιν ἐρχομένων ἐκείνην ἅμα τὸν τόπον ὁρῶν τὰς καταδρομὰς καὶ τὰς κλοπὰς καὶ τὴν ἰδέαν φαντάζεται καὶ ὑπογράφει τοῦ πρότερον κατοικοῦντος αὐτήν, οὕτω καὶ ἐνταῦθα γίνεται. Πόρρωθεν γάρ τις τοὺς κίονας ἰδὼν εἶτα ἐλθὼν καὶ τὸν οὐδὸν ὑπερβὰς ὑπογράφει ἑαυτῷ τὸ τοῦ δαίμονος ἀποτρόπαιον, τὴν ἀπάτην, τὰς ἐπιβουλάς, καὶ καταπλαγεὶς τοῦ Θεοῦ τήν τε ὀργὴν καὶ τὴν ἰσχὺν ἄπεισι καὶ τὸ πρότερον πλάνης οἰκοδόμημα καὶ βλασφημίας νῦν δοξολογίας ὑπόθεσις γίνεται. Οὕτως εὐμηχανός ἐστιν ἡμῶν ὁ Θεός.