De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
119.1
Ἵνα γὰρ τὰ ἄλλα παραλίπω, οὐκ ἂν ἐξέπληξεν τὸν μὴ σφόδρα ἀναίσθητον τὸ περὶ τὰ θεμέλια τοῦ παλαιοῦ τῶν Ἱεροσολύμων ναοῦ σημεῖον ἐπιδειχθέν; Τί δὲ τοῦτο ἦν; Ὁρῶν ὁ τύραννος εἰς τὴν ἀρχὴν ἅπασαν τὴν ὑπ' αὐτῷ κειμένην τοῦ Χριστοῦ τὴν πίστιν ἐκκεχυμένην ἤδη δὲ καὶ τῆς Περσῶν ἁψαμένην καὶ βαρβάρων ἑτέρων μετ' ἐκείνους καὶ πάλιν ἐνδοτέρω τούτων προελθοῦσαν καὶ πᾶσαν ὡς εἰπεῖν τὴν ὑφ' ἡλίῳ κατέχουσαν ἐδάκνετο μὲν καὶ ἤλγει καὶ πρὸς τὸν τῶν ἐκκλησιῶν παρεσκευάζετο πόλεμον, ἠγνόει δὲ" πρὸς κέντρα λακτίζων" ὁ δείλαιος. Καὶ πρῶτον μὲν τὸν ἐν Ἱεροσολύμοις ναὸν ὃν εἰς ἔδαφος ἡ τοῦ Χριστοῦ κατήνεγκε δύναμις ἀνορθοῦν ἐπειρᾶτο καὶ τὰ τῶν Ἰουδαίων ὁ Ἕλλην ἐθεράπευεν ἀπόπειραν διὰ τούτου τῆς τοῦ Χριστοῦ δυνάμεως βουλόμενος λαβεῖν. Καὶ καλέσας Ἰουδαίων τινὰς καὶ θύειν κελεύσας– καὶ γὰρ τοὺς προγόνους τοὺς ἐκείνων τοῦτον τῆς θρησκείας θρησκεύειν τὸν τρόπον ἔλεγεν– ἐπειδὴ εἰς ταύτην ἐκεῖνοι κατέφυγον τὴν ἀναχώρησιν ὡς οὐ θέμις αὐτοῖς τοῦ ναοῦ πεπτωκότος ἔξω τῆς παλαιᾶς μητροπόλεως τοῦτο ποιεῖν κελεύει χρήματα ἀπὸ τῶν ταμείων λαβόντας τῶν βασιλικῶν καὶ τὰ ἄλλα ἅπαντα ἃ πρὸς τὴν οἰκοδομὴν παρέχειν ἐχρῆν ἀπιέναι καὶ ἀνορθοῦν τὸν ναὸν καὶ ἐπὶ τὴν παλαιὰν ἐπανιέναι συνήθειαν τῶν θυσιῶν. Οἱ δὲ ἀνόητοι πλανώμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἕως γήρους ἀπῄεσαν ὡς συμπράξοντες τῷ βασιλεῖ. Καὶ ὡς αὐτῷ τε ὁμοῦ τὸν χοῦν ἤρξαντο κενοῦν καὶ πῦρ τῶν θεμελίων ἐκπηδῆσαν ἀθρόον ἅπαντας αὐτοὺς κατηνάλωσεν. Ὡς δὲ ἀπηγγέλθη ταῦτα τῷ βασιλεῖ οὔτε περαιτέρω τὴν τόλμαν προάγειν ἐπεχείρει λοιπόν– κατείχετο γὰρ τῷ δέει– οὔτε τῆς πλάνης τῶν δαιμόνων ἤθελεν ἀπαλλάττεσθαι καθάπαξ τυραννηθεὶς ὑπ' αὐτῶν ἀλλὰ τέως μὲν ἡσυχίαν ἤγε.