De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
122.1
Τίς ἡμῖν τὰ ἐντεῦθεν διηγήσεται καὶ τῶν κατὰ τὴν ἔρημον καὶ τῶν κατὰ τὴν θάλατταν καὶ τῶν κατὰ τὴν Αἴγυπτον ὅτε ὁ ἀναίσθητος ἐκεῖνος ἐκολάζετο Φαραὼ καὶ πάντες κατεποντίζοντο ὄντα πολλῷ φοβερώτερα; Καθάπερ γὰρ τότε ἐπεὶ μηδενὶ τῶν τοιούτων εἶξε συμφορῶν καὶ γενέσθαι βελτίων ἠθέλησεν ὁ Αἰγύπτιος τέλος αὐτὸν σὺν αὐτῷ τῷ στρατοπέδῳ κατέλυσεν, οὕτω καὶ νῦν ἐπειδὴ πρὸς πάντα ἀναιδῶς ἔστη τοῦ Θεοῦ τὰ τέρατα καὶ οὐδὲν ἀπ' αὐτῶν κερδᾶναι ἠθέλησεν ἀλλ' ἔμενεν ἀδιόρθωτος, τοῖς ἐσχάτοις αὐτὸν λοιπὸν περιέβαλε κακοῖς ἵν' ἐπειδὴ τοῖς ἑτέρων· αὐτὸς σωφρονισθῆναι οὐκ ἠνέσχετο τοῖς αὐτοῦ παθήμασι γένωνται βελτίους ἕτεροι. Ὁ γὰρ τοσαύτας μυριάδας στρατιωτῶν καταγαγὼν ὅσας οὐδεὶς τῶν βασιλευσάντων ποτὲ καὶ πᾶσαν τὴν Περσῶν ἐξ ἐπιδρομῆς καὶ ἀπονητὶ προσδοκήσας ἑλεῖν οὕτως ἀθλίως ἔπραξε καὶ ἐλεεινῶς ὡς γυναικῶν μᾶλλον καὶ παιδίων μικρῶν ἢ ἀνδρῶν στρατόπεδον ἔχων μεθ' ἑαυτοῦ. Πρῶτον μὲν γὰρ εἰς τοσαύτην αὐτοὺς ἀνάγκην ὑπὸ τῆς οἰκείας ἀβουλίας κατέστησεν ὥστε ἱππείων ἀπογεύσασθαι κρεῶν καὶ τοὺς μὲν τῷ λιμῷ τοὺς δὲ τῷ δίψει διαφθαρέντας ἀποθανεῖν. Καθάπερ γὰρ τοῖς Πέρσαις στρατηγῶν καὶ οὐκ ἐκείνους ἑλεῖν ἀλλὰ τοὺς οἰκείους αὐτοῖς προδοῦναι σπουδάζων οὕτως αὐτοὺς εἰς χωρία συνέκλεισεν ἄπορα καὶ μόνον οὐχὶ δήσας παρέδωκεν.