Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 123 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
123.1
Ἀλλὰ πάσας μὲν τὰς ἐκεῖ γενομένας συμφορὰς οὔτε τῶν ἰδόντων τις καὶ πεῖραν εἰληφότων δυνήσεται διελθεῖν οὕτω πᾶσαν ἀπέκρυψεν ὑπερβολήν, ὡς δὲ ἐν κεφαλαίῳ εἰπεῖν πεσόντος αὐτοῦ αἰσχρῶς καὶ ἐλεεινῶς– οἱ μὲν γὰρ ὑπό τινος τῶν σκευοφόρων τοῖς παροῦσι δυσανασχετοῦντος βληθέντα ἀποθανεῖν αὐτόν φασιν, οἱ δὲ οὐδὲ εἰδέναι τὸν σφαγέα τὸν ἐκείνου λέγουσιν ἀλλ' ὅτι μόνον ἐπλήγη καὶ παρεκάλεσεν εἰς τὴν Κιλίκων ταφῆναι γῆν ἔνθα καὶ κεῖται νῦν– πεσόντος δὴ οὖν οὕτως αἰσχρῶς ὁρῶντες ἐν τοῖς ἐσχάτοις αὐτοὺς ὄντας οἱ στρατιῶται προέπεσον τοῖς ἐχθροῖς καὶ δόντες ὅρκους ἀποστήσεσθαι τοῦ πάντων ἀσφαλεστάτου χωρίου καὶ ὃ τῆς καθ' ἡμᾶς οἰκουμένης ὥσπερ τεῖχος ἦν ἀρραγές, φιλανθρώπων τε τυχόντες τῶν βαρβάρων οὕτω διέφυγον καὶ ἐπανῆλθον ἐκ πολλῶν ὀλίγοι καὶ αὐτοὶ πεπονηκότες τὰ σώματα, αἰσχυνόμενοι μὲν ἐφ' οἷς συνέθεντο ἀναγκαζόμενοι δὲ διὰ τοὺς ὅρκους ἀποστῆναι τῶν πατρικῶν κτημάτων αὐτοῖς. Καὶ ἦν ἰδεῖν πάσης αἰχμαλωσίας ἐλεεινότερον θέαμα. Οἱ γὰρ τὴν πόλιν οἰκοῦντες ἐκείνην, παρ' ὧν χάριτας προσεδόκεσαν λήψεσθαι ὅτι δίκην προβόλου πάντας τοὺς ἔνδον ἐν λιμένι κατέστησαν ἀντὶ πάντων πρὸς πάντας αὐτοὶ προβεβλημένοι τοὺς κινδύνους ἀεί, παρὰ τούτων τὰ τῶν πολεμίων ἔπασχον εἰς ἀλλοτρίαν μετανιστάμενοι γῆν καὶ οἰκίας ἀφέντες καὶ ἀγροὺς καὶ πάντων τῶν κτημάτων ἀποσπώμενοι τῶν προγονικῶν καὶ ταῦτα ὑπὸ τῶν οἰκείων ὑπομείναντες. Τοιαῦτα τοῦ γενναίου βασιλέως ἀπολελαύκαμεν.

Intertext edge

Open linked passage

Note