Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 15 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Ὁ μὲν γὰρ Ἑλληνισμὸς πανταχοῦ τῆς γῆς ἐκταθεὶς καὶ τὰς ἁπάντων ἀνθρώπων ψυχὰς κατασχὼν οὕτως ὕστερον μετὰ τὴν τοσαύτην ἰσχὺν καὶ τὴν ἐπίδοσιν ὑπὸ τῆς τοῦ Χριστοῦ κατελύθη δυνάμεως· τὸ δὲ κήρυγμα τὸ ἡμέτερον οὐ μετὰ τὸ διαδοθῆναι πανταχοῦ καὶ στῆναι βεβαίως ἔσχε τοὺς πολεμοῦντας, ἀλλὰ πρὶν ἢ παγῆναι καὶ φυτευθῆναι ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ἐξ αὐτῶν τῶν προοιμίων πρὸς ἅπασαν ἠναγκάζετο παρατάττεσθαι τὴν οἰκουμένην·" Πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας." Οὕτω γὰρ τοῦ σπινθῆρος τῆς πίστεως ἀφθέντος καλῶς ποταμοὶ καὶ ἄβυσσοι πάντοθεν ἐπέρρεον. Ἴστε δὲ δήπου ὡς οὐκ ἔστιν ἴσον τὸ μυρίοις ἔτεσι ῥιζωθὲν ἀνασπάσαι φυτὸν καὶ τὸ ἐπὶ τῆς γῆς ἄρτι τεθέν. Ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων ἐπέκλυζε μὲν ἔτι μικρὸν ὄντα τὸν σπινθῆρα ὡς ἔφην τῆς εὐσεβείας τὸ τῶν ἐναντίων πέλαγος, ὁ δὲ οὐ μόνον οὐκ ἐσβέννυτο τούτῳ, ἀλλὰ καὶ μείζων γινόμενος καὶ φαιδρότερος πάντα ἐπῄει ταχέως τὰ μὲν τῶν ἐχθρῶν καταλύων καὶ ἀναλίσκων εὐκόλως τὰ δὲ τῶν οἰκείων ἀνιστῶν καὶ πρὸς ὕψος ἄφατον αἴρων καίτοι ἀνδρῶν εὐτελῶν καὶ ἀσήμων ὑπηρετησαμένων αὐτῷ.

Intertext edge

Open linked passage

Note