De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Ὅταν γὰρ ἐννοήσω τὸ μειράκιον τὸ μηδὲν ἠδικηκός, τὸ παρὰ τοῦ πατρὸς ἐκδοθέν, τὸ τῶν προγονικῶν βασιλείων ἀποσπασθὲν καὶ ἐν οἰκίᾳ τρυφῆς καὶ δόξης καὶ τιμῆς ἀλλαξάμενον τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν ἵνα ἐξῇ τῷ μιαρῷ θαρρεῖν ἐκείνῳ περὶ τῶν συνθηκῶν, εἶτα ὑπὸ αὐτοῦ κατεργασθὲν καὶ τῶν οἴκοι λαμπρῶν δι' αὐτὸν ἀποστερηθὲν καὶ ὑπ' αὐτοῦ πάλιν ἀποσφαχθέν, ἐναντίον τι πάσχω πάθος τηκόμενός τε ὁμοῦ τὴν ψυχὴν καὶ ἐξοιδῶν τὸ μὲν τοῦ θυμοῦ τὸ δὲ τῆς ἀθυμίας ἐργαζομένης. Ὅταν μὲν γὰρ ἐννοήσω τὸν μιαρὸν ἐκεῖνον ὁπλιζόμενον καὶ τὸ ξίφος ἀνατείνοντα καὶ τὴν δειρὴν κατέχοντα τοῦ παιδὸς καὶ τὴν δεξιὰν ᾗ τὴν παρακαταθήκην ἐδέξατο ταύτῃ κατ' αὐτῆς ὠθοῦντα τὸ ξίφος διαρρήγνυμαι καὶ ἀποπνίγομαι τῷ θυμῷ. Ὅταν δὲ πάλιν ἴδω τὸν νέον δεδοικότα καὶ τρέμοντα καὶ οἰμώττοντα τὰς ἐσχάτας οἰμωγὰς καὶ τὸν πατέρα ἀνακαλοῦντα καὶ τούτων αἴτιον αὐτὸν γεγενῆσθαι λέγοντα καὶ τὴν σφαγὴν οὐ τῷ βαπτίζοντι τὸ ξίφος εἰς τὸν λαιμὸν ἀλλὰ τῷ γεγεννηκότι λογιζόμενον καὶ μὴ δυνάμενον ἐκφυγεῖν μη δὲ ἐπαμῦναι ἑαυτῷ ἀλλ' ἀνήνυτα λοιπὸν τῷ φυσαμένῳ μεμφόμενον καὶ δεχόμενον τὴν πληγὴν καὶ σπαίροντα καὶ λακτίζοντα τοὔδαφος καὶ τὴν γῆν τοῖς τῶν αἱμάτων μολύνοντα κρουνοῖς διακόπτομαι τὰ σπλάγχνα καὶ σκοτοῦμαι τὸν λογισμὸν καί μου τις ἀχλὺς ἀθυμίας καταχεῖται τοῖς ὀφθαλμοῖς.