De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Καὶ τὴν αἰτίαν δὲ εἰ βούλεσθε ἐρῶ, διὰ τί τὰ ἄλλα πάντα ἀπηρυθριασμένως καὶ γυμνῇ ψευδόμενοι τῇ κεφαλῇ, τοιοῦτον οὐδέποτε οὐδὲν πλάσασθαι ἐτόλμησαν. Οὐ γὰρ ἁπλῶς οὐδὲ ἄνευ τινὸς λόγου ταύτης ἀπέσχοντο τῆς μηχανῆς, ἀλλ' εἶδον τοῦτο κακούργως οἱ λυμεῶνες ἐκεῖνοι, ὅτι τὸν μέλλοντα ἀπατᾶν πιθανά τινα καὶ πολλῆς γέμοντα κομψείας καὶ πρὸς τὸ φωραθῆναι δυσδιάγνωστα συντιθέναι χρή. Καὶ γὰρ τοὺς δεινοὺς τῶν τε ἰχθύων τῶν τε ὀρνίθων θηρευτὰς ἔθος οὐ γυμνὰ προτιθέναι τὰ θήρατρα, ἀλλὰ τῷ δελέατι πάντοθεν αὐτὰ περιστεί λαντας ἀκριβῶς οὕτω τῆς ἄγρας περιγενέσθαι ἑκατέρας ἑκατέρους. Εἰ δὲ ἐκκαλύψαντες αὐτὰ τοῖς ἁλίσκεσθαι μέλλουσιν οὕτω παρεῖχον ὁρᾶν, οὔτε ἰχθῦς οὔτε ὄρνις τῶν ἀρκύων ἐκείνων ἐντὸς ἂν ἐγένοντό ποτε, μᾶλλον δὲ οὐδ' ἂν τὴν ἀρχὴν προσῆλθον αὐτοῖς, ἀλλὰ κεναῖς ἂν ἕκαστος οἴκαδε ἀπῆλθε χερσὶν ὅ τε θαλάττιος ὅ τε χερσαῖος θηρατής. Ἐπεὶ οὖν καὶ τούτοις σαγηνεύειν ἀνθρώπους προὔκειτο οὐκ ἔρριψαν γυμνὴν τὴν ἀπάτην εἰς τὸ τοῦ πέλαγος, ἀλλὰ πλασάμενοι καὶ συνθέντες τὰ δυνάμενα τοὺς ἀλογωτέρους ἑλεῖν περαιτέρω προελθεῖν ἐφείσαντο τῷ ψεύδει δεδοικότες τὴν ὑπερβολὴν καὶ φοβούμενοι μὴ τῇ τῶν δευτέρων ἀμετρίᾳ καὶ τὰ πρότερα ἀναλύσωσαν.