Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 35 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1
Καίτοι πόσῃ περὶ τοὺς λοιποὺς αὐτὸν παρρησίᾳ κεχρῆσθαι εἰκός; Ὁ γὰρ τῷ κρατοῦντι μετὰ τοσαύτης ἐξουσίας προσενεχθεὶς τίνα τῶν λοιπῶν ἔδεισεν ἄν; Ἐγὼ τὸν ἄνδρα ἐκεῖνον στοχάζομαι μᾶλλον δὲ οὐ στοχάζομαι ἀλλὰ πιστεύω μὴ πρὸς χάριν, μὴ πρὸς ἀπ έχθειαν μήτε πρᾶξαι μήτε εἰπεῖν τί ποτε ἀλλὰ καὶ πρὸς φόβον καὶ πρὸς τὴν τούτου δυνατωτέραν κολακείαν καὶ πρὸς τὰ ἄλλα τὰ τοιαῦτα– πολλὰ δὲ τὰ ἀνθρώπινα– γενναίως στῆναι καὶ ἀνδρείως καὶ μηδὲ μικρόν τι τῆς ὀρθῆς διαφθεῖραι κρίσεως. Εἰ γὰρ" στολισμὸς ἀνδρὸς καὶ γέλος ὀδόντων καὶ βῆμα ποδὸς ἀπαγγέλλει τὰ περὶ αὐτοῦ," πολλῷ μᾶλλον τὰ τοσαῦτα κατορθώματα πᾶσαν ἡμῖν ἱκανὰ τοῦ λοιποῦ βίου παραδεῖξαι τὴν ἀρετήν. Οὐδὲ γὰρ ἐπὶ τῇ παρρησίᾳ μόνον αὐτὸν θαυμάζειν χρὴ ἀλλὰ καὶ ἐπὶ τῷ μέχρι τοσούτου τὴν παρρησίαν ἐκτεῖναι καὶ ἐπὶ τῷ πάλιν μηδὲν προσθεῖναι πλέον αὐτῇ.

Intertext edge

Open linked passage

Note