Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 38 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
38.1
Εἰ δὲ δεῖ τι καὶ παράδοξον εἰπεῖν οὐχ οὕτω θαυμάζω τοῦ μακαρίου τὸ κατατολμῆσαι τῆς τοῦ κρατοῦντος μανίας ὡς τὸ συνιδεῖν μέχρι τίνος τοῦτο ποιῆσαι ἐχρῆν, καὶ μηδὲν περαιτέρω μήτε πρᾶξαι μήτε εἰπεῖν. Καὶ ὅτι τοῦτο ἐκείνου θαυμαστότερον πολλοὺς ἂν εὕροι τις τούτου μὲν περιγεγονότας ὑπ' ἐκείνου δὲ ἡττηθέντας. Τὸ μὲν γὰρ ἁπλῶς παρρησιάσασθαι καὶ τῶν τυχόντων πολλοῖς ἐστί, τὸ δὲ εἰς δέον καὶ καιρῷ τῷ προσήκοντι καὶ μετὰ τῆς ἁρμοζούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Ἐπεὶ καὶ τὸν μακάριον Δαυὶδ μετὰ πολλῆς τῆς ἐξουσίας ὕβρισεν ὁ Σεμεῖ καὶ" ἄνδρα αἱμάτων" ἐκάλεσεν– ἀλλ' οὐκ ἂν εἴποιμι τοῦτο παρρησίαν ἔγωγε ἀλλὰ γλώττης ἀκολασίαν καὶ θρασύτητα διανοίας καὶ ἀναγωγίαν καὶ ἀπόνοιαν καὶ πάντα μᾶλλον ἢ παρρησίαν. Δεῖ γὰρ οἶμαι τὸν μέλλοντα εἶναι ἐλεγκτικὸν θρασύτητος μάλιστα καὶ ἀπονοίας ὡς πορρωτάτω τὴν ἑαυτοῦ ψυχὴν ἀπαγαγεῖν καὶ τὸ δραστήριον ἐν τῇ φύσει τῶν ῥημάτων καὶ τῶν πραγμάτων ἐπιδείκνυσθαι μόνον.

Intertext edge

Open linked passage

Note