Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 41 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
41.1
Οἱ μὲν γὰρ παρ' αὐτοῖς τὴν τῶν ἱερῶν ἐπιμέλειαν ἐγχειρισμένοι μᾶλλον δεσποτῶν καὶ τῶν εἰδώλων δὲ αὐτῶν τοὺς βασιλεῖς θεραπεύουσι, καὶ διὰ τὸν ἐκείνων φόβον καὶ τοῖς ξοάνοις αὐτοῖς παρεδρεύουσιν ὡς τοὺς πονηροὺς δαίμονας τοῖς βασιλεῦσι χάριν ἔχειν τῆς εἰς αὐτοὺς τιμῆς. Αὐτίκα γοῦν ὅταν τινὰ συμβῇ μὴ τὰ ἐκείνων φρονοῦντα ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀρχὴν, εἰσιών τις εἰς τοὺς τῶν εἰδώλων ναοὺς πανταχοῦ τῶν τοίχων ὄψεται διατεταμένα τὰ τῶν ἀραχνίων ὑφάσματα καὶ τοσαύτην ἐπικειμένην τῷ ξοάνῳ τὴν κόνιν ὡς μήτε ῥῖνα μήτε ὀφθαλμὸν μήτε ἄλλο τι τοῦ προσώπου φαίνεσθαι μέρος, τῶν δὲ βωμῶν τῶν μὲν τὰ λείψανα μόνον ἕστηκε τοῦ πλείονος ἀποθραυσθέντος μέρους τοὺς δὲ οὕτω βαθεῖα πάντοθεν περιβάλλει πόα ὡς τὸν ἀγνοοῦντα κοπρίας τινὸς σωρείαν εἶναι νομίζειν τὸ φαινόμενον. Τὸ δὲ αἴτιον ὅτι πάλαι μὲν αὐτοῖς κλέπτειν ἐξῆν ὅσα ἐβούλοντο καὶ γαστρίζεσθαι διὰ τῆς τῶν ξοάνων θεραπείας· νῦν δὲ ὑπὲρ τίνος ἑαυτοὺς κόψουσι; Προσεδρεύσοντες γὰρ καὶ δαπανώμενοι παρ' ἐκείνων μὲν οὐδεμίαν προσδοκῶσιν ἀμοιβήν– καὶ γάρ εἰσι ξύλα καὶ λίθοι– τὸ δὲ πεῖθον αὐτοὺς ὑποκρίνεσθαι τὴν θεραπείαν ἡ παρὰ τῶν κρατούντων τιμή, καὶ αὕτη ἀνῄρηται τῶν βασιλευόντων γενομένων συνετῶν καὶ τὸν τοῦ Θεοῦ προσκυνούντων Υἱόν.

Intertext edge

Open linked passage

Note