De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1
Δι' ὅπερ ἐπανίωμεν ὅθεν ταῦτα εἰπεῖν ἐξέβημεν. Τοὺς μὲν οὖν ἀπίστους οὕτω συνέστειλεν ὁ μακάριος τοὺς δὲ πιστοὺς εὐλαβεστέρους κατέστησεν οὐκ ἰδιώτας μόνον ἀλλὰ καὶ στρατιώτας καὶ στρατηγοὺς καὶ ὑπάρχους δείξας ὅτι ὁ βασιλεὺς καὶ ὁ πάντων ἔσχατος παρὰ Χριστιανοῖς ὀνόματα μόνον ἐστὶ καὶ τῶν ἐλαχίστων ὁ τὸ διάδημα ἔχων οὐδὲν ἔσται σεμνότερος ὅταν κολάζεσθαι καὶ ἐπιτιμᾶσθαι δέῃ. Πρὸς δὲ τούτοις τοὺς βουλομένους ἀναισχυντεῖν καὶ κόμπον τινὰ πεπλασμένον τὰ παρ' ἡμῖν εἶναι λέγοντας ἐπεστόμισε τὴν τῶν ἀποστόλων παρρησίαν διὰ τῶν ἔργων ἐπιδείξας καὶ διδάξας ὅτι καὶ πάλαι τοιούτους ἄνδρας γενέσθαι εἰκὸς ἦν ὅτε καὶ πλείονα ἡ τῶν σημείων ἐπίδειξις παρεῖχε τὴν ἐξουσίαν αὐτοῖς.