Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 51 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1
Ἔστι τι καὶ τρίτον κατόρθωμα οὐ τὸ τυχόν· τῶν γὰρ μετὰ ταῦτα ἱερᾶσθαι καὶ βασιλεύειν μελλόντων τὰ φρονήματα τῶν μὲν κατέστειλε τῶν δὲ ἐπῆρεν ἀποφήνας ὅτι τῆς γῆς καὶ τῶν ἐν τῇ γῇ πραττομένων κυριώτερος ἐπίτροπος ὁ τὴν ἱερωσύνην λαχὼν τοῦ τὴν ἀλουργίδα ἔχοντός ἐστι καὶ χρὴ ἐξουσίας ταύτης τὸ μέγεθος μὴ ἐλαττοῦν ἀλλὰ τῆς ψυχῆς ἐξίστασθαι πρότερον ἢ τῆς αὐθεντίας ἣν ὁ Θεὸς ἄνωθεν ταύτῃ συνεκλήρωσε τῇ ἀρχῇ. Ὁ μὲν γὰρ οὕτως ἀποθανὼν καὶ μετὰ τὴν τελευτὴν δύναιτ' ἂν ἅπαντας ὠφελεῖν, ὁ δὲ ταύτην τὴν τάξιν λιπὼν οὐ μόνον μετὰ τὸν θάνατον οὐδένα ὤνησεν ἀλλὰ καὶ ζῶν τῶν τε ὑπ' αὐτῷ ταττομένων τοὺς πλείονας μαλακωτέρους εἰργάσατο καὶ παρὰ τοῖς ἔξωθεν ἐπονείδιστος καὶ καταγέλαστος γίνεται. Καὶ ἀπελθὼν δὲ ἐντεῦθεν μετὰ πολλῆς αἰσχύνης καὶ κατηφείας παραστήσεται τῷ βήματι τοῦ Χριστοῦ ἐκεῖθεν τε αὐτὸν πάλιν εἰς τὴν κάμινον ἀπάξουσιν ἕλκουσαι αἱ πρὸς τοῦτο ταχθεῖσαι δυνάμεις. Διά τοι τοῦτο σοφός τις παραινεῖ λόγος·" μὴ λάβης πρόσωπον κατὰ τῆς ψυχῆς σου." Εἰ δὲ ἀνδρὸς ἀδικουμένου οὐκ ἀσφαλὲς ὑποκρίνεσθαι, τῶν θείων νόμων ὑβριζομένων ὁ σιγήσας καὶ παριδὼν τίνος οὐκ ἔσται κολάσεως ἄξιος;

Intertext edge

Open linked passage

Note