De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
73.1
Καὶ τῆς μὲν ἀσελγείας τὴν τυραννίδα οὕτως ὁ μακάριος κατέλυσε– πῶς δὲ καὶ τοῦ δαίμονος τὴν δύναμιν ἔσβεσε; Πρῶτον μὲν τούτοις αὐτοῖς ἄπρακτον αὐτοῦ καὶ τὴν προσεδρείαν καὶ τὴν ἀπὸ τοῦ μύθου βλάβην ἐργασάμενος ὕστερον δὲ καὶ αὐτὸν ἀπελάσας τὸν δαίμονα. Πρὶν ἢ δὲ τὸν τρόπον τῆς διώξεως εἰπεῖν ἐκεῖνο ὑμᾶς ἐπισημήνασθαι ἀξιῶ, ὅτι οὐκ εὐθέως αὐτὸν ἀνελθὼν ἐξέβαλεν ἀλλὰ μένοντα εἰργάσατο ἄπρακτον καὶ ἐπεστόμισε καὶ τῶν λίθων ἀπέφηνεν ἀφωνότερον, τοῦ δὲ ἀπελάσαι τὸ μένοντος περιγενέσθαι οὐκ ἔλαττον ἦν. Καὶ ὁ πάντας πανταχοῦ πρότερον ἀπατῶν οὐδὲ πρὸς τὴν κόνιν ἀντιβλέψαι ἐτόλμησε τοῦ μακαρίου Βαβύλα. Τοσαύτη τῶν ἁγίων ἡ δύναμις ὧν ζώντων μὲν οὐδὲ τὰς σκιὰς φέρουσιν οὐδὲ τὰ ἱμάτια, τελευτησάντων δὲ καὶ τὰς λάρνακας τρέμουσιν. Ὥστε εἴ τις ἀπιστεῖ τοῖς ὑπὸ τῶν ἀποστόλων γεγενημένοις τὰ παρόντα θεωρῶν παυέσθω τῆς ἀναισχυντίας ποτέ. Ὁ γὰρ πάντα τὰ τῶν Ἑλλήνων πάλαι νικῶν καθάπερ ὑπὸ δεσπότου τοῦ μάρτυρος ἐπιτιμηθεὶς ἐπαύσατο τῆς ὑλακῆς καὶ οὐδὲν ἐφθέγγετο.