Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 85 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
85.1
Καὶ μὴν καὶ παρ' ἡμῖν ἄνδρες γεγόνασι μεγάλοι καὶ θαυμαστοὶ καὶ τὰ πρὸ τετρακοσίων καὶ χιλίων προεῖπον ἐτῶν καὶ προλέγοντες οὐδὲν τούτων οὔτε ἐζήτησαν οὔτε ἐμέμψαντο οὔτε τοὺς τάφους τῶν ἀπελθόντων ἀναρρήγνυσθαι ἐκέλευσαν καὶ τοὺς κειμένους ῥίπτεσθαι καὶ τυμβωρυχίας ξένον καὶ ἀναίσχυντον ἐπινοεῖν τρόπον. Ἀλλ' οἱ μὲν αὐτῶν ἔθνεσι παροικοῦντες ἀθέοις καὶ μιαροῖς οἱ δὲ ἐν μέσοις τοῖς βαρβάροις ὄντες ἔνθα τὰ ἀληθῶς μολυσμοῦ ἄξια καὶ μιασμοῦ πάντα ἐδρᾶτο μετὰ ἀληθείας ἅπαντα προύλεγον καὶ οὐδὲν αὐτοὺς ὁ τῶν ἄλλων μιασμὸς ἐκώλυεν εἰς τὴν πρόρρησιν. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν ἀληθῶς ὑπὸ θείας ἐνεργούμενοι δυνάμεως ἔλεγον ἅπερ ἔλεγον, ὁ δὲ δαίμων κενὸς τῆς ἐνεργείας ἐκείνης καὶ ἔρημος ὢν εἶχε μὲν οὐδὲν προειπεῖν ὑπὲρ δὲ τοῦ μὴ δόξαι ἀπορεῖν πιθανὰ ἁπλῶς καὶ καταγέλαστα προφασίζεσθαι ἀναγκάζεται.

Intertext edge

Open linked passage

Note