De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
86.1
Διὰ τί γάρ, εἰπέ μοι, κατὰ τὸν ἔμπροσθεν χρόνον οὐδέποτέ τι τοιοῦτον εἶπεν οὐδὲ ἐφθέγξατο; Ὅτι τότε μὲν εἶχε τὸ μὴ θεραπεύεσθαι πρόφασιν, ταύτης δὲ αὐτῷ τῆς ἀπολογίας περιαιρεθείσης κατέφυγεν ἐπὶ τοὺς νεκροὺς στενοχωρηθεὶς μή τι πάθοι. Οὐ γὰρ ἐβούλετο ἀσχημονεῖν ἀλλ' ὑμεῖς αὐτὸν ἠναγκάσατο διὰ τῆς πολλῆς θεραπείας τὴν ἀπολογίαν ἐκκόψαντες καὶ οὐκ ἀφέντες εἰς τὴν τῶν θυσιῶν σπάνιν καταφυγεῖν.