Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De Babyla contra Julianum et gentiles
John ChrysostomGent 92 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
92.1
Καὶ γὰρ εἶχε πολλὰ τῆς τοῦ Χριστοῦ δυνάμεως τὰ τεκμήρια ἔν τε τοῖς πρὸ αὐτοῦ βεβασιλευκόσιν ἐπιδειχθείσης καὶ ἐν τοῖς σὺν αὐτῷ τότε τὴν ἐπ' αὐτοῦ διέπουσιν ἀρχήν. Τῶν μὲν γὰρ πάλαι βασιλευσάντων οἱ τὰ τοιαῦτα τολμήσαντες μετὰ πολλὰς καὶ ἀφορήτους συμφορὰς αἰσχρῶς καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς τοῦ μὲν τὰς κόρας ἔτι ζῶντος αὐτομάτως ἐκπηδῆσαι τῶν ὀφθαλμῶν Μαξιμῖνος οὗτος ἦν τὸν δὲ μανέντα τὸν δὲ ἄλλῃ τοιαύτῃ χρησάμενον συμφορᾷ οὕτως ἐνθένδε ἀπελθεῖν. Τῶν δὲ σὺν αὐτῷ τότε ὄντων ὁ μὲν θεῖος ὁ πρὸς πατρὸς νεανικώτερον τῇ καθ' ἡμῶν μανίᾳ χρησάμενος καὶ τῶν ἱερῶν σκευῶν ταῖς μιαραῖς τολμήσας ἄψασθαι χερσὶ καὶ οὐδὲ τούτοις ἀρκεσθεὶς ἀλλὰ περαιτέρω τῇ ὕβρει προελθών περιστρέψας γὰρ αὐτὰ καὶ θεὶς ἐπὶ τοῦ ἐδάφους ἁπλῶς οὕτως ἐκάθισεν ἐπ' αὐτῶν παραχρῆμα ταύτης τῆς παρανόμου καθέδρας τὴν δίκην ἔδωκε. Διαφθαρὲν γὰρ αὐτοῦ τὸ αἰδοῖον σκώληκας ἔτεκε, καὶ ὥστε δειχθῆναι ὅτι ἡ νόσος θεήλατος ἦν πίονας ὄρνεις καὶ ξενικὰς καταθύοντες οἱ ἰατροὶ καὶ πλησίον τῶν διεφθορότων μελῶν τιθέντες ἐξεκαλοῦντο τοὺς σκώληκας. Οἱ δὲ οὐκ ἀφίσταντο ἀλλὰ ἀπρὶξ τῶν σεσηπότων εἴχοντο μερῶν καὶ οὕτως αὐτὸν ἐπὶ πολλαῖς δαπανήσαντες ἡμέραις κακῶς ἀπώλεσαν. Ἕτερος δέ τις ἐπὶ τῇ φυλακῇ τῶν ταμείων τεταγμένος τῶν βασιλικῶν πρὶν ἢ τὸν οὐδὸν ὑπερβῆναι τῶν βασιλείων ἐλάκησεν ἄφνω μέσος καὶ αὐτὸς ἑτέρας τινὸς τοιαύτης παρανομίας δίκην δούς. Ταῦτα δὴ καὶ τούτων πλείονα οὐ γὰρ ἅπαντα καταλέγειν καιρὸς νῦν εἰς νοῦν λαβὼν ὁ μιαρὸς ἐδεδοίκει τὴν τόλμαν περαιτέρω προαγαγεῖν.

Intertext edge

Open linked passage

Note