De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
99.1
Τί λέγεις, ὦ θρηνῳδέ; Ἀτιμαζόμενος μὲν καὶ προπηλακιζόμενος τῆς Δάφνης ἔμενε φρουρὸς ἀσφαλής, τιμώμενος δὲ καὶ θεραπευόμενος οὐδὲ τὸν ναὸν ἴσχυσε φυλάξαι τὸν αὐτοῦ καὶ ταῦτα εἰδὼς ὅτι ἐκείνου πεσόντος εἰς μείζονα ἀτιμίαν καταστήσεται τῆς προτέρας; Τίς δὲ καὶ ὁ νεκρός, ὦ σοφιστά, ὁ τὸν σὸν θεὸν ἐνοχλῶν; Ποῖον τὸ πονηρὸν γειτόνημα; Ἐνταῦθα γὰρ εἰς τὰς τοῦ μακαρίου Βαβύλα ἀνδραγαθίας ἐμπεσὼν καὶ διανήξασθαι τὴν αἰσχύνην οὐκ ἔχων ἐγκαλυψάμενος ἁπλῶς παρέδραμεν– ὅτι μὲν ὑπὸ τοῦ μάρτυρος ἠνωχλεῖτο καὶ ἐθλίβετο ὁ δαίμων εἰπὼν οὐκέτι δὲ προσθεὶς πῶς τὴν ἧτταν συσκιάσαι σπουδάσας ὁ δαίμων, μᾶλλον αὐτὴν ἐξεκάλυψεν– ἀλλ' ἁπλῶς" πονηροῦ γειτονήματος" φησιν," ἀπαλλαγείς." Διὰ τί γὰρ οὐ λέγεις τὸν νεκρὸν τίς ἦν καὶ διὰ τί μόνος ἠνώχλει σου τὸν θεὸν καὶ διὰ τί μετεκινεῖτο μόνος; Διὰ τί δὲ καὶ πονηρὸν αὐτὸν γειτόνημα καλεῖς, εἰπέ μοι; Ὅτι τοῦ δαίμονος τὴν ἀπάτην ἤλεγξε; Καὶ μὴν τοῦτο οὐ πονηροῦ τινος γειτονήματος ἔργον ἦν ὥσπερ οὐδὲ νεκροῦ ἀλλὰ καὶ ζῶντος καὶ ἐνεργοῦντος καὶ χρηστοῦ καὶ προστάτου καὶ κηδεμόνος καὶ πάντα ὑπὲρ τῆς ὑμετέρας πραγματευομένου σωτηρίας εἴ γε ἐβούλεσθε.