De Babyla contra Julianum et gentiles
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Εἰ δέ τις ἡμῖν ἀμφισβητοίη ποῦ τέλος ἔσχεν οὗτος ὁ χρησμός, τὸ βιβλίον μετὰ χεῖρας λαβὼν ὃ καλεῖται μὲν Πράξεις Ἀποστόλων, ἔχει δὲ αὐτὰς οὐ πάσας ἀλλ' οὐδὲ πάντων αὐτῶν, ἀλλ' ἑνὸς ἢ δύο καὶ ταύτας εὐαριθμήτους τὰς δὲ σκιὰς μόνον τῶν μακαρίων ἐκείνων ἐφαπτομένας τε αὐτῶν ἅμα καὶ τὴν ὑγίειαν ἐργαζομένας, πολλοῖς δὲ τῶν μαινομένων τῶν ἱματίων Παύλου οὐδὲν πλέον ἐδέησε πρὸς τὴν τοῦ κινοῦντος αὐτοὺς δαίμονος ἀπαλλαγήν. Εἰ δέ τις ταῦτα τῦφον εἶναι λέγοι καὶ τερατείαν πλασμάτων ἀπίθανον ἀλλὰ τά γε νῦν ὁρώμενα ἱκανὰ τὸ βλάσφημον ἐμφράξαι στόμα καὶ καταισχῦναι καὶ τὴν ἀχαλίνωτον γλῶτταν ἐπισχεῖν. Οὐ γὰρ ἔστιν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ οὐ χώρα, οὐκ ἔθνος, οὐ πόλις ἔνθα ταῦτα οὐκ ᾄδεται τὰ παράδοξα οὐκ ἂν θαυμασθέντα ποτὲ εἰ πλάσματα ἦν.