Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De continentia
John ChrysostomCont 580.1 · spanish-geminiMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More

Original: Pg Scrape Grc

De continentia Τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου· Περὶ σωφροσύνης. Ἀεὶ μὲν ἐμοὶ δοκεῖ χρησιμώτατος εἶναι καὶ πρέπων τοῖς τοῦ Χριστοῦ δούλοις ὁ περὶ σωφροσύνης λόγος, μάλιστα δὲ νῦν ἐν καιρῷ τοῦτον ποιησόμεθα πρὸς ὑμᾶς, ὅτε τὸν Χριστὸν ἐνδυσάμενοι τῆς ἐκκλησίας οἱ παῖδες σωφροσύνην μάλιστα κεκτῆσθαι πρὸ τῶν ἄλλων ὀφείλουσιν ἀγαθῶν· ἐπεὶ καὶ ὅστις εἶδεν ἀθλητὰς Ὀλυμπίοις νομισθέντας πρέπειν ἀλειψαμένους ἐπὶ τὸ στάδιον καταβαίνοντας, εἶτα περὶ παλαισμάτων καὶ καρτερίας καὶ νίκης διελέχθη πρὸς αὐτούς, 576 ἐν καιρῷ τοῦτο πεποιηκέναι δικαίως ἂν παρὰ πάντων νομίζοιτο· καὶ δὴ καὶ ἡμεῖς ἑωρακότες τοὺς τοῦ σωτῆρος ἀθλητὰς δύναμιν λαβόντας παρὰ τοῦ πνεύματος διὰ τῶν θείων μυστηρίων εἰκότως ἂν ὑπὲρ σωφροσύνης διαλεχθέντες ἐπὶ τὸν ἀγῶνα τὸν πνευματικὸν παραπέμψοιμεν. Ἐν μὲν οὖν τοῖς ἀνθρωπίνοις ἀγωνίσμασι μετὰ τὴν νίκην οἱ στέφανοι, ἐν δὲ τοῖς τοῦ Χριστοῦ σταδίοις πρὸ τῆς νίκης οἱ στέφανοι. Τίνος οὖν ἕνεκεν στεφανώσας ἡμᾶς ἐπὶ τὸν ἀγῶνα παρέπεμψεν ὁ Χριστός; Ὁμοῦ μὲν φόβον ἐμβαλεῖν τοῖς ἀντιπάλοις βουλόμενος, ὁμοῦ δὲ καὶ τὰ ἡμέτερα διεγείρων φρονήματα, ἵνα πρὸς τὴν τιμὴν ὁρῶντες τὴν παρὰ τοῦ Χριστοῦ δεδομένην ἀξίως τῆς παρὰ τοῦ δεσπότου τιμῆς ἅπαντα καὶ ποιῶμεν καὶ λέγωμεν. Εἰ γάρ τις βασιλεὺς ἁλουργίδα περιθέμενος, στεφάνῳ τὴν κεφαλὴν κοσμηθείς, εἶτα ἐξενεχθεὶς ὑπὸ τῶν τῆς φύσεως παθημάτων ἀνάξιόν τι τῆς βασιλείας ποιῆσαι, ἅμα τε ἀπέβλεψεν εἰς τὴν τοῦ πράγματος στολὴν καὶ κρείττων ἐγένετο τῶν αἰσχρῶν· σὺ δὲ ὁ τὸν Χριστὸν ἐνδεδυμένος, ὅταν ἴδῃς αἰσχρὰν ἐπιθυμίαν τῇ ψυχῇ διενοχλοῦσαν, ἀπόβλεψον εὐθέως εἰς τὴν θείαν στολὴν καὶ ταχέως κρείττων γενήσῃ τῆς τοῦ πονηροῦ μηχανῆς. Σωφροσύνην τοίνυν καλὸν μὲν ἐγκωμιάζειν, κάλλιον δὲ κεκτῆσθαι· οἱ δὲ συνεχῶς περὶ ταύτης καὶ ἀκούοντες καὶ λέγοντες οὐ μικρὰν ἐγκρατείας παράκλησιν ἀπὸ τῶν λόγων λαμβάνουσι. Διὰ τοῦτο γὰρ καὶ τὰς ἀρετὰς τῶν ἁγίων περιβοήτους γενέσθαι διὰ τῶν θείων γραφῶν προςέταξεν ὁ θεός, ἵνα πάντας ἀνθρώπους εἰς τὸν ἐκείνων ἐπισπάσηται ζῆλον καὶ πείσῃ σωφροσύνην ἀσκεῖν τοῖς ἴχνεσι τῶν δικαίων ἀκριβῶς ἑπομένους. Εἰ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πολλοὶ πολλάκις τοὺς ἀθλητὰς ἐστεφανωμένους ἰδόντες ταχέως ἀποδυσάμενοι τῶν ἀγώνων ἥψαντο καὶ 577 πολλοὺς ἱδρῶτας καὶ πόνους ὑπέμειναν, ἵνα κλάδοις ἐλαίας ἢ δάφνης στεφανωθῶσι, μετὰ πόσης ἡμᾶς προςήκει προθυμίας τοὺς ὑπὲρ τῆς σωφροσύνης ὑπομένειν ἱδρῶτας, ὅταν ἑτέρους ὑπὸ τοῦ θεοῦ ἐστεφανωμένους ἴδωμεν, ἵνα τοὺς οὐρανίους ἀναδησώμεθα στεφάνους ἐπὶ τοῖς καλοῖς καὶ σωτηρίοις ἀνδραγαθήμασι; Καίτοι πῶς οὐ δεινὸν καὶ πολλῆς ὀργῆς ἄξιον, εἰ τοὺς μὲν ἀθλητὰς ἐπὶ τὴν νίκην παρακαλεῖ φύλλον ἐλαίας ἢ δάφνης καὶ δόξα κενὴ τῷ βίῳ τούτῳ συνδιαφθείρεσθαι μέλλουσα, ἡμᾶς δὲ μὴ πείθει τὰ δῶρα τοῦ Χριστοῦ πᾶσαν ἡδονὴν ἀπωθεῖσθαι καὶ ταῖς ἐπιθυμίαις ἐφιστάναι τὸν τοῦ θεοῦ φόβον; Οὐ τοίνυν ἐν τοῖς ἀνθρώποις μόνοις ἔστιν ἰδεῖν τῶν ὁμοίων τὸν ζῆλον, ἀλλὰ καὶ περιστεραὶ πολλάκις ἰδοῦσαι μόνην ἀπαρξαμένην τῆς πτήσεως ἀκολουθοῦσιν ὀξέως· καὶ πῶλος γενναῖος ἐν ἵππων ἀγέλῃ σκιρτήσας πᾶσαν ἐπεσπάσατο τὴν ἀγέλην ἐπὶ τὸν δρόμον. Οὐκοῦν ἐπειδὴ πάντες ἡμεῖς ἀγέλη Χριστοῦ, ἔστι δὲ πῶλος ἐν ἡμῖν ἀγαθὸς ὁ σωφρονέστατος Ἰωσὴφ τοῖς οὐρανίοις σκιρτήμασιν ἐπὶ τὸν ζῆλον τὸν ἑαυτοῦ τοὺς ὁμοδούλους παρακαλῶν, συγχορεύσωμεν τῷ καλῷ νεανίσκῳ τὴν πνευματικὴν χορείαν ἐπαινοῦντες αὐτοῦ τὴν σωφροσύνην μὴ λόγοις μόνον, ἀλλὰ καὶ τῇ μιμήσει τῶν ἔργων. Ἐκεῖνος τοίνυν οὕτως ἦν ἀκριβὴς καὶ βέβαιος τῆς σωφροσύνης φύλαξ, ὥστε ἐξῆν μὲν αὐτῷ μετὰ ἀσελγείας καὶ πλουτεῖν καὶ τρυφᾷν καὶ τῆς δεσποίνης ἄρχειν, ἀλλ' ὅμως καίτοι τοσούτων καὶ τοιούτων μέλλων ἔσεσθαι κύριος εἵλετο μᾶλλον ἀποθανεῖν ἢ προδοῦναι τὴν σωφροσύνην ἐνθυμηθείς, ὅτι πλοῦτος μὲν καὶ δυναστεία καὶ δόξα τῷ βίῳ τούτῳ συναπαρτίζεται καὶ πρόςκαιρον ἔχει τὸ κέρδος, μόνης δὲ ἀρετῆς οὐ πέφυκεν ἅπτεσθαι τελευτή. Διὰ τοῦτο ταῖς μὲν ἡδοναῖς ὥςπερ τινὰ χαλινὸν τὸν τοῦ Χριστοῦ φόβον ἐπέβαλλε, τοῦ δὲ πλούτου καὶ τῆς τρυφῆς καὶ 578 τῶν ὑποσχέσεων τῆς δεσποίνης κατεγέλασε τὴν ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίαν ἡδίω νομίσας τῶν λαμπρῶν οἰκημάτων· καίτοι τοὺς μὲν εἰς ἄκρον εὐμορφίας ἥκοντας χαλεπὸν κρατῆσαι τῆς ἡδονῆς· ὁ δὲ τοσαύτην βάσανον τῆς ἐγκρατείας παρείχετο, ὡς τῷ κάλλει τῆς ψυχῆς ἀποκρύψαι τὴν ὥραν τοῦ σώματος, ἀστέρι μὲν καλῷ τὴν μορφὴν ἐοικώς, ἀγγέλοις δὲ τὴν ψυχήν. Ἡμᾶς δὲ προςήκει μὴ τὴν σωφροσύνην μόνον τοῦ νεανίσκου θαυμάζειν, ἀλλὰ καὶ τοὺς κινδύνους οὓς ὑπὲρ αὐτῆς ὑπέμεινε φοβερώτερον θανάτου κρίνας τὸ δουλεύειν ταῖς ἡδοναῖς. Γνοίη δ' ἄν τις αὐτοῦ τὴν ἀρετὴν ἀκριβῶς, εἰ τοὺς καιροὺς ἐξετάσειε καθ' οὓς ἐφάνη τηρῶν τὴν ψυχὴν καθαράν· πρὶν γὰρ φανῆναι τῇ γῇ τὸν δεσπότην καὶ δημιουργὸν τοῦ παντὸς ἐλευθέραν παρείχετο τὴν ψυχὴν ἐν οἰκίᾳ δυςσεβῶν τρεφόμενος, πολλοὺς ἔχων τοὺς ἐπὶ τὰ χείρω παρακαλοῦντας, οὐδένα σωφροσύνης διδάσκαλον, πάντας ἡδονῇ δουλεύοντας, τῇ γαστρὶ χαριζομένους, οὐδὲν εὐσεβὲς οὐδὲ ὅσιον ποιοῦντας· ἀλλ' ὅμως τοσούτοις καὶ τοιούτοις κακοῖς κεκυκλωμένος καὶ τὴν ἀκόλαστον δέσποιναν ἐπικειμένην ὁρῶν οὐκ ἐγένετο προδότης τῶν οὐρανίων θησαυρῶν, ἀλλ' ἐτήρησεν ἄσυλον τὸν ναὸν τοῦ πνεύματος μᾶλλον ἑλόμενος ἀποθανεῖν ἢ δουλεῦσαι ταῖς ἡδοναῖς. Οὐκ ἤκουσεν οὗτος τοῦ Παύλου λέγοντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν· ἀλλ' ὅμως πρὶν ἀκοῦσαι τῆς θείας φωνῆς οὐκ ἐλάττων ἐφάνη τῶν τιμηθέντων τοῖς οὐρανίοις παραγγέλμασι διδάσκων ἡμᾶς τοὺς συνεχῶς ἐν ταῖς ἐκκλησίαις ἀγωνιζομένους τούτῳ τῷ λόγῳ, ὅπως προςήκει τὴν ψυχὴν ἀδιάφθορον φυλάττειν. Εἰ γὰρ ἐγώ, φησὶν ὁ Ἰωσήφ, πρὸ τῆς ἐπιφανείας τοῦ θεοῦ γεγονὼς οὔπω τὸν δεσπότην ἰδὼν δούλου μορφὴν ὑπελθόντα, οὔπω τοῦ κορυφαίου τῶν ἀποστόλων ἀκούσας βοῶντος ὅτι Τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν, ὅμως πρέπειν ἐνόμισα τοῖς τοῦ θεοῦ δούλοις τὸ κρατεῖν ἡδονῆς καὶ οὐκ ἐφάνην τῆς σωφροσύνης προδότης καίτοι πολλοὺς κινδύνους ἐπηρτημένους ὁρῶν 579 πῶς ὑμᾶς προςήκει μετὰ φόβου καὶ τρόμου σωφροσύνῃ συζῇν, ἵνα μὴ φανῆτε τῆς τιμῆς ἀνάξιοι, ἵνα μὴ τὰ μέλη τοῦ Χριστοῦ μέλη ποιήσητε πόρνης; Τοῦτο τὸ ῥῆμα πᾶσαν δύναται ψυχὴν σωφροσύνῃ τειχίσαι, τοῦτο τὸ ῥῆμα πᾶσαν ἡδονὴν ἐξελαύνει ταχέως, τοῦτο τὸ ῥῆμα φλεγμονὰς ἐπιθυμίας καταψύχει ῥᾳδίως· οὐχ οὕτως ὄμβρος εἰς πῦρ ἐμπεσὼν ῥᾳδίως ἀφανίζει τὴν φλόγα, ὡς ὁ θεῖος οὗτος λόγος εἰς ψυχὴν εἰςελθὼν ἀπομαραίνει ταχέως τὰς πονηρὰς ἐπιθυμίας. Τοὺς αὐτοὺς δύναται λόγους καὶ ὁ μέγας Ἰὼβ ποιεῖσθαι πρὸς ἡμᾶς, ὃς οὐ μόνον ἀκριβὴς ἐφάνη τῆς σωφροσύνης ἀσκητής, ἀλλὰ καὶ νόμον ἔθηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ μὴ βλέπειν εἰς παρθένου πρόςωπον, μή ποτε κάλλος παραφανὲν ἁρπάσῃ τὸν λογισμόν. Καίτοι τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν ὁρῶν τὸν ἄνδρα τοῦτον τῷ μὲν διαβόλῳ προςπαλαίοντα γενναίως καὶ πᾶσαν τοῦ πονηροῦ μηχανὴν ἐλέγχοντα, παρθένου δὲ πρόςωπον ὑποφεύγοντα καὶ τοὺς ὀφθαλμοὺς ἀπάγοντα ταχέως ἀπὸ κόρης εὐμόρφου· Τὸν μὲν διάβολον ὁρῶν ἐπερχόμενον οὐκ ἔφευγεν, ἀλλ' ἔμενεν ὥςπερ λέων τῇ δυνάμει θαρρῶν, κόρην δὲ ἰδὼν οὐκ ἔστη οὐδὲ διέτριψε περὶ τὴν θέαν τῆς εὐμορφίας, ἀλλ' ὑπεχώρησε ταχέως, τὸν μὲν πρὸς τοὺς δαίμονας πόλεμον ἀνδρείαν ἀπαιτεῖν νομίζων καὶ θαρσαλέαν ψυχήν, σωφροσύνης δὲ ἄσκησιν οὐκ ἐκ τοῦ κόραις ὁμιλεῖν, ἀλλ' ἐκ τοῦ φεύγειν παρθένους, εὐχερῶς περιγενέσθαι. Ὅςτις οὖν ἐπαγγέλλεται παρθενίαν, δεχέσθω τὰς συμβουλίας τοῦ σωφρονεστάτου πάντων ἀνθρώπων, ὃς καὶ αὐτὸς πρὸ τῆς ἐπιφανείας τοῦ Χριστοῦ γεγονὼς οὕτως ἀκριβὴς ἐγένετο τῆς σωφροσύνης φύλαξ. Καί μοι μηδεὶς ἁπλῶς ἀκουέτω τὸ πρὸ τῆς ἐπιφανείας τοῦ Χριστοῦ πεφηνέναι τοὺς δικαίους τοσαύτην βάσανον ἐγκρατείας παρεχομένους· οὐ γὰρ τοσαύτην εἶχον ἐπικειμένην σωφροσύνης ἀνάγκην οὐδὲ μεγάλην οὕτω μέμψιν τοῖς ἁγίοις ἔφερεν ἀμελούμενον τῆς σωφροσύνης τὸ κτῆμα. Πῶς; Ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ὁ θεὸς ὁ ὕψιστος, ὁ τῶν ὅλων δημιουργός, τὴν ἡμετέραν ἔλαβε μορφήν, ἵνα τὴν τῶν ἀγγέλων ἁγιαστίαν ἐξ οὐρανοῦ καταγάγῃ. Ὅταν οὖν φανῶσιν ἄνθρωποι μετὰ τοσαύτην τιμὴν ἡδοναῖς δουλεύοντες, οὐκ ἔστιν εἰπεῖν τῆς τόλμης τὸ μέγεθος, ὅτι τὴν τοῦ δεσπότου φιλανθρωπίαν τό γε κατ' αὐτοὺς ἀποφαίνουσι ματαίαν τὰ μέλη τοῦ Χριστοῦ μέλη πόρνης ποιοῦντες. Ἀκουσάτωσαν δαίμονες καὶ φοβηθήτωσαν, ὅτι θεὸς μὲν οὐκ ἀναίνεται συγκολλᾷν ἑαυτῷ καὶ συνάπτειν ἡμᾶς· τολμῶσι δέ τινες τῶν πιστῶν ἀπορρήξαντες ἑαυτοὺς ἀπὸ τοῦ Χριστοῦ συνάπτεσθαι πόρναις; Οὐ τοσοῦτόν ἐστι κακὸν ἐξ οὐρανοῦ κατενεχθέντα πεσεῖν εἰς βόρβορον, ὅσον ἐστὶ κακόν, μέλος Χριστοῦ γενόμενον ἐκ τῆς θείας τιμῆς ἐκπεσεῖν καὶ γενέσθαι μέλος πόρνης. Ὅταν οὖν ἐπιθυμία πονηρὰ καταφλέγῃ τὴν ψυχήν, ἀναμνήσθητι τοῦ Χριστοῦ ταχέως, νόμιζε παρεστηκέναι σοι τὸν Παῦλον νουθετοῦντα καὶ λέγοντα· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Ἂν τούτων ἀναμνησθῇς τῶν ῥημάτων, ταχέως ὄψῃ τὴν ἡδονὴν δραπετεύουσαν. Εἰ γὰρ θεραπαίνας ἀσχημονούσας δέσποινα φανεῖσα κοσμία καὶ σώφρων βλέμματι μόνον ὀξέως ἐσωφρόνισε, τί θαυμάζεις, εἰ διενοχλοῦσαν ἡδονὴν ἡ τοῦ Χριστοῦ μνήμη κατακοιμίζει ταχέως; Ἀεὶ τὸν σταυρὸν ἔχε πρὸ τῶν ὀφθαλμῶν σου λάμποντα, καὶ καθαρὸς ἁμαρτημάτων διαπεράσεις τὸν χρόνον. Ὥςπερ γὰρ ὁ τῆς νεφέλης στῦλος τύπος ὢν καὶ προφητεία τοῦ σταυροῦ τὸ τῶν Ἑβραίων πλῆθος ἀνέπαυε καὶ οὐκ εἴα πάσχειν οὐδὲν ὑπὸ τῶν Αἰγυπτίων δεινόν, οὕτως ὁ σταυρὸς πρὸ τῶν ὀφθαλμῶν ὁρώμενος πᾶσαν ἀπελαύνει ταχέως πονηρὰν ἡδονὴν καὶ οὐκ ἐᾷ παθεῖν οὐδὲν τῆς εὐσεβείας ἀνάξιον. Τοῦτο σωτηρία ψυχῆς, τοῦτο τῆς αἰσχρᾶς ἐπιθυμίας θαυμαστὸν ἀλεξιφάρμακον· τὰ μὲν γὰρ ἐν τοῖς σώμασιν ἀρρωστήματα 581 ταῖς τῶν ἰατρῶν καταπαύεται τέχναις, ψυχὴν δὲ νοσοῦσαν ἰᾶται ταχέως τὰ λόγια τοῦ Χριστοῦ. Διόπερ καὶ τοὺς ἡμαρτηκότας ἤδη καὶ δουλεύοντας ἡδοναῖς ἀξιοῦμεν καὶ ἱκετεύομεν διαναστῆναι καὶ νῆψαι καὶ μὴ πάντα ἡττᾶσθαι τοῦ πάθους μηδὲ ὥσπερ κατὰ ῥοῦν φέρεσθαι μηδὲ δουλώσαντας ταῖς ἡδοναῖς τὸν λογισμὸν πικρὰν ἐν τῇ ψυχῇ τὴν τυραννίδα περιφέρειν, ἀλλ' ἀντιστῆναι καὶ παρατάξασθαι καὶ τῷ φόβῳ τοῦ Χριστοῦ τὸν νοῦν ἐπιρρώσαντας ἐκβαλεῖν ἐκ τῆς ἀκροπόλεως χαλεπὴν δέσποιναν, ἵνα πᾶσαν κηλῖδα ῥίψαντες καὶ τῶν ἡμαρτημένων τὸ πλῆθος ἀπορριψάμενοι μετὰ καθαρᾶς καὶ ἀδιαφθόρου τῆς ψυχῆς δυνηθῶμεν προςϊέναι τοῖς θείοις καὶ φοβεροῖς μυστηρίοις τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Spanish Gemini
580.1
Sobre la continencia. De San Juan Crisóstomo: Sobre la templanza. Siempre me ha parecido que el discurso sobre la templanza es sumamente útil y apropiado para los siervos de Cristo, pero sobre todo ahora, en este momento, lo dirigiremos a ustedes, cuando los hijos de la Iglesia, habiéndose revestido de Cristo, están obligados a poseer la templanza por encima de los demás bienes. Pues, así como quien viera a unos atletas que, tras ungirse como es debido para los Juegos Olímpicos, bajaran al estadio, y luego les hablara sobre la lucha, la resistencia y la victoria, sería considerado por todos como alguien que ha actuado en el momento oportuno, así también nosotros, al haber visto a los atletas del Salvador recibir fuerza del Espíritu a través de los divinos misterios, con razón, tras haber disertado sobre la templanza, los enviaríamos al combate espiritual. En los certámenes humanos, las coronas se otorgan después de la victoria, pero en los estadios de Cristo, las coronas se otorgan antes de la victoria.¿ Por qué, pues, nos coronó Cristo antes de enviarnos al combate? Con el fin de infundir temor en los adversarios y, al mismo tiempo, estimular nuestros ánimos, para que, al contemplar el honor otorgado por Cristo, hagamos y digamos todo de manera digna del honor del Señor. Pues si un rey, al ceñirse la púrpura y adornar su cabeza con la corona, se viera llevado por las pasiones de la naturaleza a hacer algo indigno de su realeza, con solo mirar el atuendo de su cargo se volvería superior a las acciones vergonzosas; tú, que te has revestido de Cristo, cuando veas que una pasión vergonzosa perturba tu alma, mira de inmediato a tu vestidura divina y rápidamente te volverás superior a las artimañas del maligno. Por tanto, es bueno elogiar la templanza, pero es mejor poseerla; y quienes escuchan y hablan continuamente sobre ella reciben un gran aliento para la continencia a partir de estas palabras. Pues precisamente por esto Dios ordenó que las virtudes de los santos se hicieran célebres a través de las Sagradas Escrituras, para atraer a todos los hombres a su celo y persuadirlos de practicar la templanza siguiendo con exactitud las huellas de los justos. Porque si en los juegos gimnásticos muchos, al ver a los atletas coronados, se despojaban rápidamente de sus ropas y se lanzaban a las competiciones, soportando muchos sudores y fatigas para ser coronados con ramas de olivo o laurel,¿ con cuánta mayor disposición nos corresponde a nosotros soportar los sudores por la templanza, cuando vemos a otros coronados por Dios, para que podamos ceñirnos las coronas celestiales por nuestras nobles y salvíficas proezas? Y, sin embargo,¿ cómo no es terrible y digno de gran indignación que, mientras una hoja de olivo o de laurel y una gloria vana, destinada a perecer con esta vida, incitan a los atletas a la victoria, los dones de Cristo no nos persuadan a rechazar todo placer y a anteponer el temor de Dios a los deseos? No es solo entre los hombres donde se puede ver este celo por lo semejante, sino que también las palomas, al ver a una sola que comienza el vuelo, la siguen rápidamente; y un potro noble en una manada de caballos, al saltar, arrastró a toda la manada a la carrera. Por consiguiente, puesto que todos nosotros somos el rebaño de Cristo, y hay entre nosotros un potro noble, el muy templado José, que con sus saltos celestiales exhorta a sus consiervos a su mismo celo, bailemos con el joven noble la danza espiritual, alabando su templanza no solo con palabras, sino también con la imitación de sus obras. Aquel era un guardián tan exacto y firme de la templanza que, aun pudiendo enriquecerse, vivir con lujo y mandar sobre su señora a pesar de su lascivia, prefirió morir antes que traicionar la templanza, pensando que la riqueza, el poder y la gloria se terminan con esta vida y tienen una ganancia temporal, mientras que la virtud, por su naturaleza, no puede ser tocada por la muerte. Por esto, a los placeres les imponía el temor de Cristo como una especie de freno, y se burlaba de la riqueza, del lujo y de las promesas de su señora, considerando la miseria en la cárcel más dulce que las brillantes estancias; y eso que es difícil para quienes poseen una belleza extrema resistir al placer. Pero él ofrecía tal prueba de continencia que, con la belleza de su alma, ocultaba la lozanía de su cuerpo, pareciéndose a una estrella hermosa en su forma y a los ángeles en su alma. A nosotros nos corresponde no solo admirar la templanza del joven, sino también los peligros que soportó por ella, juzgando que ser esclavo de los placeres es más temible que la muerte. Uno podría conocer su virtud con exactitud si examinara los tiempos en los que se mostró guardando su alma pura; pues antes de que el Señor y Creador de todo apareciera en la tierra, él mantenía su alma libre, criándose en casa de impíos, teniendo a muchos que lo incitaban a lo peor, sin ningún maestro de templanza, todos esclavos del placer, complaciendo a su vientre, sin hacer nada piadoso ni santo; pero, aun así, rodeado de tantos y tales males y viendo a la lasciva señora encima de él, no se convirtió en traidor de los tesoros celestiales, sino que mantuvo inviolado el templo del Espíritu, prefiriendo morir antes que ser esclavo de los placeres. Este no escuchó a Pablo decir que vuestros cuerpos son miembros de Cristo; pero, aun así, antes de escuchar la voz divina, no pareció inferior a los honrados con los preceptos celestiales, enseñándonos a nosotros, que luchamos continuamente en las iglesias con este discurso, cómo conviene guardar el alma incorrupta. Pues si yo, dice José, habiendo nacido antes de la epifanía de Dios, sin haber visto aún al Señor revestido de forma de siervo, sin haber escuchado aún al jefe de los apóstoles gritando que vuestros cuerpos son miembros de Cristo, aun así consideré que convenía a los siervos de Dios dominar el placer y no aparecí como traidor de la templanza, a pesar de ver muchos peligros acechando,¿ cómo les corresponde a ustedes vivir con temor y temblor en la templanza, para no parecer indignos del honor, para no hacer de los miembros de Cristo miembros de una ramera? Esta palabra puede amurallar toda alma con la templanza, esta palabra expulsa rápidamente todo placer, esta palabra enfría fácilmente las inflamaciones del deseo; no es tan fácil que la lluvia, al caer sobre el fuego, haga desaparecer la llama, como lo es que esta palabra divina, al entrar en el alma, marchite rápidamente los deseos malvados. Las mismas palabras puede dirigirnos el gran Job, quien no solo apareció como un exacto practicante de la templanza, sino que también impuso una ley a sus propios ojos de no mirar el rostro de una virgen, no fuera que la belleza, al aparecer, arrebatara su razonamiento. Y, sin embargo,¿ quién no se quedaría atónito y admirado al ver a este hombre luchando valientemente contra el diablo y refutando toda artimaña del maligno, mientras huía del rostro de una virgen y apartaba rápidamente sus ojos de una doncella hermosa? Al ver al diablo acercarse, no huía, sino que permanecía como un león confiado en su fuerza, pero al ver a una doncella, no se detenía ni se entretenía en la contemplación de su belleza, sino que se retiraba rápidamente, considerando que la guerra contra los demonios requiere valentía y un alma audaz, pero que la práctica de la templanza se logra fácilmente no tratando con doncellas, sino huyendo de las vírgenes. Quien, pues, profesa la virginidad, que acepte los consejos del más templado de todos los hombres, quien, habiendo nacido él mismo antes de la epifanía de Cristo, se convirtió en un guardián tan exacto de la templanza. Y que nadie interprete de forma sencilla el hecho de que los justos aparecieran antes de la epifanía de Cristo ofreciendo tal prueba de continencia; pues no tenían una necesidad de templanza tan apremiante, ni el descuido del bien de la templanza acarreaba una censura tan grande a los santos.¿ Cómo? Porque por esta causa Dios, el Altísimo, el Creador de todo, tomó nuestra forma, para hacer descender del cielo la santidad de los ángeles. Cuando, pues, aparecen hombres que, después de tal honor, son esclavos de los placeres, no se puede expresar la magnitud de la audacia, pues hacen vana la filantropía del Señor, en lo que a ellos respecta, al hacer de los miembros de Cristo miembros de una ramera. Que escuchen los demonios y teman, porque Dios no se niega a unirse y vincularse a nosotros;¿ y se atreven algunos de los fieles, habiéndose arrancado de Cristo, a unirse a rameras? No es un mal tan grande caer desde el cielo al fango, como lo es el mal de, habiéndose convertido en miembro de Cristo, caer del honor divino y convertirse en miembro de una ramera. Cuando, pues, un deseo malvado queme tu alma, recuerda rápidamente a Cristo, piensa que Pablo está a tu lado amonestándote y diciendo:¿ No sabéis que vuestros cuerpos son miembros de Cristo?¿ Tomaré, pues, los miembros de Cristo para hacerlos miembros de una ramera? Si recuerdas estas palabras, verás rápidamente al placer huyendo. Pues si una señora, al aparecer decorosa y templada, con solo una mirada severa hizo que sus criadas que se comportaban indecorosamente se volvieran templadas,¿ qué te sorprende si el recuerdo de Cristo adormece rápidamente el placer que te perturba? Ten siempre la cruz brillando ante tus ojos, y pasarás el tiempo limpio de pecados. Pues así como la columna de nube, siendo tipo y profecía de la cruz, daba descanso a la multitud de los hebreos y no permitía que sufrieran ningún daño por parte de los egipcios, así la cruz, vista ante los ojos, ahuyenta rápidamente todo placer malvado y no permite sufrir nada indigno de la piedad. Esto es la salvación del alma, este es el maravilloso antídoto contra el deseo vergonzoso; pues las enfermedades en los cuerpos se calman con las artes de los médicos, pero el alma enferma es sanada rápidamente por las palabras de Cristo. Por eso, a los que ya han pecado y son esclavos de los placeres, les pedimos y suplicamos que se levanten, que estén sobrios, que no sean derrotados en todo por la pasión, que no se dejen llevar como por la corriente, que no lleven consigo una amarga tiranía en el alma por haber esclavizado su razonamiento a los placeres, sino que resistan, se preparen para el combate y, fortaleciendo su mente con el temor de Cristo, expulsen de la acrópolis a la cruel señora, para que, habiendo arrojado toda mancha y desechado la multitud de los pecados, podamos, con el alma pura e incorrupta, acercarnos a los divinos y temibles misterios de nuestro gran Dios y Salvador Jesucristo, a quien sea la gloria y el poder por los siglos de los siglos. Amén.

Intertext edge

Open linked passage

Note