John Chrysostom PG 47-64
De cruce et latrone
Latr 10.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
10.1
Ἐσταυρωμένον βλέπεις καὶ βασιλέα καλεῖς τὸν ἐν δόξῃ κατακρίσεως; Μὴ γὰρ νόμον ἀνέγνως ὁ τῇ ἀνομίᾳ σχολάσας, μὴ προφῆτας ἀνέγνως ὁ φόνοις ἐσχολακὼς, μὴ ἀνέγνως τὸν θεῖον νόμον τὴν μάχαιραν ἀκονῶν. Πόθεν ἐπαιδεύθης περὶ Χριστοῦ τοιαῦτα φιλοσοφεῖν; Ἰουδαῖοι σταυρῶσιν, οἱ τὸν νόμον εἴδοτες, σὺ ὁ τούτου ἄπειρος Θεὸν λέγεις τὸν κατάκριτον, προσκυνεῖς τὸν ἐσταυρωμένον. Τίνας εἰσήγαγεν εἰς τὴν δόξαν τῆς βασιλείας. Εἴπομεν ὑπὲρ τοῦ τολμήσαντος διὰ τῶν πραγμάτων· οὐ γὰρ τὴν ἔξω ἠθοποιΐαν μιμούμεθα καὶ προσωποποιΐαν ἀλλ' ἐξ αὐτῶν τῶν πραγμάτων τὰς ἀφορμὰς δανειζόμεθα τῶν ὑποθέσεων. Τίς ἐπαίδευσέν σε τοιαῦτα ὑπὲρ αὐτοῦ λέγειν; Νόμος μέν, φησίν, οὐκ ἐπαίδευσεν, ὁ δὲ ἥλιος κρυβεὶς ἐδίδαξεν. Εἶδον αὐτὸν φρίξαντα τὴν ὕβριν τοῦ σταυροῦ, εἶδον καὶ τὴν γῆν σχισθεῖσαν καὶ μὴ φέρουσαν τοὺς χριστοφόνους θῆρας· εἶδον καὶ τὰς πέτρας σχισθεῖσας. Πέτραι ἐσχίσθησαν, ἡ δὲ καρδία ἡ ἀγνώμων οὐ διαλύεται· ἐσχίσθησαν αἱ πέτραι, ἐρράγη καὶ τὸ καταπέτασμα τοῦ ναοῦ εἰς δύο.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).