De cruce et latrone
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Ταῦτα ἐγένετο ἐπὶ τοῦ σταυροῦ καὶ Ἰουδαῖοι ἐχλεύαζον λέγοντες· «Εἰ υἱὸς εἶ τοῦ Θεοῦ κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι». Ἐννόησον τὴν φωνὴν τῶν τέκνων τοῦ διαβόλου πῶς μιμοῦνται τὴν φωνὴν ταύτην τὴν πατρικήν. Ὁ διάβολος λέγει τῷ σωτῆρι εἰς τὸ πτερύγιον τοῦ ναοῦ· «Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω». Ὁμοίως καὶ οἱ Ἰουδαῖοι· «Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομέν σοι».