De cruce et latrone
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Ἀπαρξώμεθα τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὸν περὶ τοῦ σταυροῦ λόγον καὶ στέψωμεν τὴν ἡμέραν, μᾶλλον δὲ στεφθῶμεν ὑπὸ τῆς μνήμης τῆς ἡμέρας· οὐ γὰρ ἐξ ὧν φθεγγόμεθα σταυρὸς στεφανοῦται, ἀλλ' ἐξ ὧν εὐγνωμόνως ὁμολογοῦμεν τοὺς στεφάνους παρ' αὐτοῦ κομιζόμεθα. Σήμερον, ἀδελφοί, σταυρὸς ἐπάγη καὶ κόσμος ἡγιάσθη, σήμερον σταυρὸς ἐπάγη καὶ θάνατος ἀνετράπη, σήμερον σταυρὸς ἔλαμψεν καὶ δαίμονες ἐσκορπίσθησαν, σήμερον σταυρὸς ἐβράβευσεν καὶ διάβολος κατῃσχύνθη, σήμερον σταυρὸς ἔλαμψεν καὶ θάνατος ἐνικήθη καὶ ἄνθρωπος ἐλευθερώθη καὶ ὁ Θεὸς ἐδοξάσθη.