De cruce et latrone
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Ἐπὶ σταυροῦ δύο λῃσταί, εἰκὼν Ἰουδαίων τε καὶ Ἑλλήνων, τῶν ἐνἀσεβείᾳ τὰ πρῶτα ὁδευσάντων καὶ μετὰ ταῦτα τὴν ἀλήθειαν ἐπεγνωκότων. Εἰκὼν Ἰουδαίων ὁ λῃστὴς ὁ μέχρι τέλους λῃστής· ἕως τοῦ σταυροῦ, συνέδραμον ἀλλήλοις τὴν ὁδὸν τῆς πονηρίας καὶ ὁ σταυρὸς ἐμέρισεν τὰς ὁδούς· ἀπὸ γὰρ τοῦ σταυροῦ μερίζονται οἱ δύο, ὁδὸς ἀπολείας τοῖς ἀπιστοῦσι καὶ ὁδὸς σωτηρίας τοῖς πιστεύουσιν. Ἐκεῖ ἔμαθεν ὁ λῃστὴς τὴν διαφορὰν τῶν ὁδῶν «ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται». 6 Καὶ βλέπε τοῦ Θεοῦ τὴν διακρισίαν ἵνα εἴπῃς καὶ σὺ μετὰ τοῦ προφήτου· «Δίκαιος εἶ Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου». Διὰ μίαν ἁμαρτίαν ἐξορίζεται Ἀδὰμ τοῦ παραδείσου, διὰ μίαν φωνὴν πίστεως ὁ λῃστὴς σῴζεται· μία ἐκεῖνον ἁμαρτία ἐκβάλλει τῆς τρυφῆς, μία τοῦτον δικαιοσύνη εἰσοικίζει εἰς τὴν τρυφήν. Εἰσῆλθεν ὁ λῃστὴς εἰς τὸν παράδεισον. Ὢ τοῦ θαύματος. οὔτε τῷ Ἀβραὰμ ἐδόθη ἐπαγγελία παραδείσου διὰ φωνῆς· κληρονομεῖ γὰρ διὰ πίστεως ἀλλ' ἐπαγγελίαν παραδείσου οὐδὲ γὰρ πρὸ τοῦ λῃστοῦ ἔλαβεν.