Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De incomprehensibili dei natura
John ChrysostomNatu 5 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Τοῦ αὐτοῦ περὶ ἀκαταλήπτου λόγος εʹ. Ἐπειδὰν μέλλῃ τις μακροτέρας ὑποθέσεως ἅπτεσθαι καὶ πολλῶν δεομένης λόγων καὶ οὐκ ἐν ἡμέρᾳ μιᾷ καὶ δύο καὶ τρισίν, ἀλλ' ἐν πολλῷ πλείοσι περαιουμένης, ἀναγκαῖον εἶναι νομίζω τῷ τοιούτῳ μὴ πᾶσαν ἀθρόως μηδὲ ὑφ' ἓν ἐπιτιθέναι τῇ τῶν ἀκροατῶν διανοίᾳ τὴν διδασκαλίαν, ἀλλ' εἰς πολλὰ τὸ ὅλον κατατέμνοντα μέρη κοῦφον καὶ εὔληπτον τῷ κατακερματισμῷ τοῦτο ποιεῖν τὸ τοῦ λόγου φορτίον. Καὶ γὰρ καὶ γλῶττα καὶ ἀκοὴ καὶ ἕκαστον τῶν αἰσθητηρίων ἡμῖν μέτρα καὶ κανόνας καὶ ὅρους ἔχει κειμένους, κἂν ἐπιχειρήσῃ τούτους ὑπερβῆναι τίς ποτε τοὺς ὅρους καὶ τῆς οὔσης ἐκπίπτει δυνάμεως. Τί γὰρ γλυκύτερον φωτός, εἰπέ μοι; τί δὲ ἥδιον ἀκτῖνος; ἀλλ' ὅμως τὸ γλυκὺ τοῦτο καὶ ἡδύ, ὅταν ὑπὲρ τὸ μέτρον ἡμῶν ὁμιλήσῃ, τοῖς ὄμμασιν ἐπαχθὲς γίνεται καὶ φορτικόν. Διὰ τοῦτο καὶ ὁ Θεὸς νύκτα ἐνομοθέτησεν εἶναι μετὰ τὴν ἡμέραν, ἵνα πεπονηκότας παραλαβοῦσα τοὺς ὀφθαλμοὺς καταστείλῃ τὰ βλέφαρα, κοιμήσῃ τὰς κόρας, ἀναπαύσῃ καμοῦσαν ἡμῖν τὴν ὀπτικὴν δύναμιν καὶ πρὸς τὴν τῆς μελλούσης ἡμέρας θεωρίαν ἐπιτηδειοτέραν παρασκευάσῃ. Διὰ τοῦτο καὶ ἐγρήγορσις καὶ ὕπνος ἐναντία ὄντα ἀλλήλοις, ἀπὸ τῆς συμμετρίας ὁμοίως ἀλλήλοις ἥδιστα γίνεται καὶ γλυκὺ καλοῦντες τὸ φῶς, γλυκὺν ὁμοίως καλοῦμεν καὶ τὸν ὕπνον τὸν ἀπάγοντα ἡμᾶς τοῦ φωτός. Οὕτως ἡ ἀμετρία πανταχοῦ βαρὺ καὶ ἐπαθχές, καὶ τὸ σύμμετρον ἡδὺ καὶ χρήσιμον ἡμῖν καὶ προσηνές. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν ἔχοντες λοιπόν, ἐξ οὗ τὸν περὶ ἀκαταλήπτου κινοῦμεν λόγον, οὐδέπω καὶ τήμερον αὐτὸν ἀπαρτίσαι παρεσκευάσμεθα ἀλλὰ τὰ σύμμετρα πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπόντες πάλιν ἀναπαῦσαι τὴν διάνοιαν ὑμῶν ἐγνώκαμεν. Ποῦ τοίνυν πρώην τὸν λόγον κατελίπομεν; ἀνάγκη γὰρ ἐκεῖθεν αὐτὸν ἀνελέσθαι πάλιν, ἐπειδὴ μία τίς ἐστι διδασκαλίας ἀκολουθία. Ἐλέγομεν τότε ὅτι τῆς βροντῆς ὁ υἱὸς εἶπεν ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο.» Τήμερον ἀναγκαῖον μαθεῖν ποῦ τοῦτο αὐτὸς ἐξηγήσατο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. «Ἀπεκρίθη, φησί, τοῖς Ἰουδαίοις καὶ εἶπεν· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα.» Ὅρασιν πάλιν ἐνταῦθα τὴν γνῶσιν λέγει. Καὶ οὐκ εἶπεν ἁπλῶς ὅτι «Οὐδεὶς οἶδε τὸν Πατέρα» καὶ ἐσίγησεν, ἵνα μή τις περὶ ἀνθρώπων τοῦτο λέγεσθαι νομίζῃ μόνον, ἀλλὰ βουλόμενος δεῖξαι ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχάγγελοι, οὔτε αἱ ἄνω δυνάμεις, τῇ ἐπαγωγῇ τοῦτο δῆλον ἐποίησεν. Εἰπὼν γάρ· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε πώποτε», ἐπήγαγεν· «εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα». Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς· Οὐδείς, πολλοὶ τῶν ἀκουσάντων ἴσως ἂν περὶ τῆς ἡμετέρας ἐνόμισαν αὐτὸ φύσεως εἰρῆσθαι μόνον· νῦν δὲ εἰπών «Οὐδεὶς» καὶ προσθείς· «εἰ μὴ ὁ Υἱὸς», τῇ προσθήκῃ τοῦ μονογενοῦς ἅπασαν τὴν κτίσιν ἀπέκλεισε. Τί οὖν, φησί, καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Οὐδαμῶς· οὐδὲ γὰρ τῆς κτίσεως τοῦτο μέρος· τὸ δὲ «Οὐδεὶς», τοῦτο ἀεὶ πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως κεῖται μόνης· καὶ οὔτε, ἂν περὶ Πατρὸς λέγηται, τὸν Υἱὸν ἐξωθεῖται, οὔτε, ἂν περὶ Υἱοῦ, τὸ Πνεῦμα ἐκβάλλει. Καὶ ἵνα αὐτὸ τοῦτο ἐντεῦθεν ἤδη ποιήσω φανερὸν ὅτι τὸ «οὐδεὶς» οὐ πρὸς ἀθέτησιν τοῦ Πνεύματος, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως εἴρηται περὶ αὐτῆς ταύτης τῆς γνώσεως, ἣν μόνου τοῦ Υἱοῦ φησιν εἶναι, ἀκούσωμεν τί διαλεγόμενος Παῦλος Κορινθίοις φησί. Τί οὖν φησί; «Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ὥσπερ οὖν ἐνταῦθα τὸ «οὐδεὶς» λεγόμενον οὐκ ἐκβάλλει τὸν Υἱόν, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ «οὐδεὶς» τεθὲν οὐκ ἐξωθεῖται τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν δῆλον ὡς ἀληθὲς τὸ εἰρημένον. Εἰ γὰρ λέγων ὅτι «Οὐδεὶς ἑώρακε τὸν Πατέρα, εἰ μὴ ὁ ἐκ τοῦ Θεοῦ ὤν», τὸ Πνεῦμα ἐξωθεῖτο, περιττῶς Παῦλος ἔλεγεν ὅτι ὥσπερ ἄνθρωπος τὰ ἑαυτοῦ οἶδεν, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ τοῦ Θεοῦ μετὰ ἀκριβείας ἐπίσταται. Οὕτω καὶ τὸ «εἷς» εἴρηται· τὴν γὰρ αὐτὴν ἰσχὺν ἔχει τούτῳ καὶ δύναμιν. Σκόπει δέ· «Εἷς Θεός, φησίν, ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα.» Εἰ γὰρ τὸ ἕνα λέγεσθαι Θεὸν τὸν Πατέρα, ἐκβάλλει τὸν Υἱὸν τῆς θεότητος καὶ τὸ ἕνα λέγεσθαι Κύριον τὸν Υἱόν, ἐκβάλλει τὸν Πατέρα τῆς κυριότητος· ἀλλὰ μὴν οὐκ ἐκβάλλει τῆς κυριότητος τὸν Πατέρα τὸ λέγεσθαι ὅτι «εἷς Κύριος Ἰησοῦς Χριστός». Οὐκ ἄρα οὐδὲ τὸν Υἱὸν ἐκβάλλει τῆς θεότητος τὸ λέγεσθαι ὅτι εἷς Θεὸς ὁ Πατήρ. Εἰ δὲ λέγοιεν πάλιν ὅτι διὰ τοῦτο εἷς Θεὸς λέγεται ὁ Πατήρ, ἐπειδὴ Θεὸς μέν ἐστιν ὁ Υἱός, οὐ τοιοῦτος δὲ Θεὸς οἷος ὁ Πατήρ, ἕπεται ἐκεῖνο εἰπεῖν, ἐξ ὧν αὐτοὶ τιθέασι λημμάτων– οὐ γὰρ δὴ ἡμεῖς ἂν εἴποιμεν–, ὅτι διὰ τοῦτο λέγεται εἷς Κύριος ὁ Υἱός, ἐπειδὴ Κύριος μὲν ὁ Πατὴρ οὐ τοιοῦτος δὲ Κύριος οἷος ὁ Υἱός. Εἰ δὲ τοῦτο ἀσεβές, οὐδὲ τὸ πρότερον ἂν ἔχοι λόγον· ἀλλ' ὥσπερ τὸ «εἷς Κύριος» οὐκ ἐξωθεῖται τὸν Πατέρα τῆς ἀκριβοῦς κυριότητος οὐδὲ εἰς τὸν Υἱὸν περιίστησιν αὐτὸ μόνον, οὕτως οὐδὲ τὸ «εἷς Θεὸς» ἐκβάλλει τὸν Υἱὸν τῆς ἀληθοῦς καὶ γνησίας θεότητος, οὐδὲ τοῦ Πατρὸς αὐτὸ μόνον ἀποδείκνυσιν. Ὅτι γὰρ Θεὸς ὁ Υἱὸς καὶ τοιοῦτος Θεὸς οἷος ὁ Πατήρ, μένων μέντοι Υἱός, ἐξ αὐτῆς τῆς προσθήκης δῆλον. Εἰ γὰρ τὸ Θεὸς ὄνομα τοῦτο τοῦ Πατρὸς μόνον ἦν καὶ ἄλλην οὐκ ἠδύνατο δηλοῦν ἡμῖν ὑπόστασιν, ἀλλ' ἐκείνην μόνην τὴν ἀγέννητον καὶ πρώτην, ὡς ἴδιον αὐτῆς μόνης ὂν καὶ γνωριστικόν, περιττῶς ἡ τοῦ Πατρὸς κεῖται προσθήκη· ἤρκει γὰρ εἰπεῖν «εἷς Θεὸς» καὶ ἐγνωρίζομεν τίς ἦν ὁ λεγόμενος, ἀλλ' ἐπειδὴ τὸ Θεὸς ὄνομα κοινὸν Πατρὸς καὶ Υἱοῦ καὶ εἰπών· «εἷς Θεὸς» οὐκ ἐδήλου τίνα φησὶν ὁ Παῦλος, διὰ τοῦτο ἐδεήθη τῆς τοῦ Πατρὸς προσθήκης, ἵνα δηλώσῃ ὅτι περὶ τῆς πρώτης ὑποστάσεως καὶ ἀγεννήτου λέγει, ὡς οὐκ ἀρκούσης τῆς τοῦ Θεοῦ προσηγορίας αὐτὴν ἐνδείξασθαι, ἐπειδὴ κοινὸν τοῦτο αὐτῷ πρὸς τὸν Υἱόν. Τῶν γὰρ ὀνομάτων τὰ μέν ἐστι κοινά, τὰ δὲ ἴδια· κοινὰ μέν, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς οὐσίας, ἴδια δέ, ἵνα τὴν ἰδιότητα χαρακτηρίσῃ τῶν ὑποστάσεων. Τὸ μὲν οὖν «Πατὴρ» καὶ «Υἱὸς» ἴδιον ἑκάστης ὑποστάσεως, τὸ δὲ «Θεὸς» καὶ «Κύριος» κοινόν. Ἐπειδὴ οὖν τέθεικε ὄνομα κοινὸν τὸ «εἷς Θεός», ἐδεήθη καὶ τοῦ ἰδιάζοντος, ἵνα γνωρίσῃς τίνα φησίν, ὥστε ἡμᾶς μὴ ἐμπεσεῖν εἰς τὴν Σαβελλίου μανίαν. Ὅτι γὰρ οὔτε τὸ «Θεὸς» ὄνομα μεῖζον τοῦ «Κύριος», οὔτε τὸ «Κύριος» ἔλαττον τοῦ «Θεός», δῆλον ἐκεῖθεν. Ἐν τῇ Παλαιᾷ πάσῃ συνεχῶς ὁ Πατὴρ Κύριος λέγεται· «Κύριος ὁ Θεός σου», φησί, «Κύριος εἷς ἐστιν», καὶ πάλιν· «Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ πάλιν· «Μέγας ὁ Κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός», καὶ πάλιν· «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ εἶ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Καίτοι γε εἰ ἔλαττον τοῦ Θεὸς ἦν καὶ ἀνάξιον τῆς οὐσίας ἐκείνης, οὐκ ἔδει λέγεσθαι· «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος.» Πάλιν εἰ τὸ Θεὸς μεῖζον ἦν τοῦ Κύριος καὶ σεμνότερον, οὐκ ἔδει τὸν κατ' αὐτοὺς ἐλάττονα Υἱὸν ἀπὸ τοῦ προσήκοντος ὀνόματος τῷ Πατρὶ καλεῖσθαι, ὃ καὶ μόνον ἴδιον ἦν ἐκείνου. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὔτε γὰρ ὁ Υἱὸς τοῦ Πατρὸς ὑποδεέστερος, οὔτε τὸ Κύριος ὄνομα τοῦ Θεὸς εὐτελέστερον. Διὰ τοῦτο καὶ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ ἀδιαφόρως ταύταις κέχρηται ταῖς προσηγορίαις ἡ Γραφή. Καθάπερ οὖν ἠκούσατε τὸν Πατέρα Κύριον καλούμενον, φέρε δείξωμεν ὑμῖν καὶ τὸν Υἱὸν λεγόμενον Θεόν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἔστι μεθερμηνευόμενον· μεθ' ἡμῶν ὁ Θεός.» Εἶδες πῶς καὶ τῷ Πατρὶ ὄνομα τὸ Κύριος καὶ τῷ Υἱῷ ὄνομα τὸ Θεός; Ὥσπερ γὰρ ἐκεῖ φησι· «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος», οὕτω καὶ ἐνταῦθά φησι· «Καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Καὶ πάλιν· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, Θεὸς ἰσχυρός, ἐξουσιαστής.» Καὶ σκόπει μοι προφητῶν σύνεσιν καὶ πνευματικὴν σοφίαν. Ἵνα γὰρ μὴ ἁπλῶς εἰπόντες Θεόν, νομισθῶσι περὶ τοῦ Πατρὸς λέγειν, τῆς οἰκονομίας πρότερον μέμνηνται· οὐ γὰρ δὴ ὁ Πατὴρ διὰ παρθένου ἐγεννήθη, οὐδὲ παιδίον ἐγένετο. Πάλιν ἕτερος προφήτης οὑτωσί πώς φησι περὶ αὐτοῦ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Καὶ περὶ τίνος τοῦτό φησιν; ἆρα μὴ περὶ τοῦ Πατρός; Οὐδαμῶς· ἄκουσον γὰρ πῶς καὶ οὗτος περὶ τῆς οἰκονομίας ἐμνήσθη· εἰπὼν γάρ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν», ἐπήγαγεν· «Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ὁ Παῦλος δέ· «Ἐξ ὧν ὁ Χριστός, τὸ κατὰ σάρκα, φησίν, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν», καὶ πάλιν· «Πᾶς πόρνος ἢ πλεονέκτης οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ», καὶ πάλιν· «Κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ Ἰωάννης δὲ οὕτως αὐτὸν καλεῖ λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος.» Ναί, φησίν, ἀλλ' ἐκεῖνο δεῖξον, ποῦ μετὰ τοῦ Πατρὸς αὐτὸν συντάττουσα ἡ Γραφὴ Κύριον τὸν Πατέρα καλεῖ. Ἐγὼ δὲ οὐ τοῦτο δείκνυμι μόνον, ἀλλ' ὅτι καὶ Κύριον τὸν Πατέρα καλεῖ καὶ Κύριον τὸν Υἱὸν καὶ ὅτι Θεὸν τὸν Πατέρα καλεῖ καὶ ὅτι Θεὸν τὸν Υἱόν, ὁμοῦ τιθεὶς ἑκάτερα τὰ ὀνόματα. Ποῦ οὖν τοῦτό ἐστιν εὑρεῖν; Διαλεγόμενός ποτε τοῖς Ἰουδαίοις ὁ Χριστός φησι· «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν;» Οἱ δὲ λέγουσιν αὐτῷ· «τοῦ Δαυίδ». Λέγει αὐτοῖς· «Πῶς οὖν Δαυὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπε ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου;» Ἰδοὺ «Κύριος» καὶ «Κύριος». Βούλει μαθεῖν ποῦ Θεὸν καὶ Θεὸν καλεῖ τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁμοῦ τιθεῖσα ἡ Γραφή; ἄκουσον καὶ τοῦ προφήτου Δαυὶδ καὶ τοῦ ἀποστόλου Παύλου τοῦτο αὐτὸ δηλούντων ἡμῖν· «Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Καὶ ὁ Παῦλος πάλιν τὴν μαρτυρίαν ταύτην παρήγαγεν εἰπὼν ὅτι «Πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱόν· ὁ θρόνος σου, ὦ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Τίνος οὖν ἕνεκεν ἐνταῦθα, φησί, τὸν μὲν Θεὸν Πατέρα ἐκάλεσε, τὸν δὲ Υἱὸν Κύριον; Οὐχ ἁπλῶς οὐδὲ εἰκῇ ἐνταῦθα τοῦτο ἐποίησεν, ἀλλ' ἐπειδὴ πρὸς Ἕλληνας ἦν ὁ λόγος αὐτῷ πολυθεΐαν νοσοῦντας. Ἵν' οὖν μὴ λέγωσιν ὅτι ἡμῖν ἐγκαλῶν ὡς πολλοὺς θεοὺς λέγουσι καὶ πολλοὺς κυρίους, αὐτὸς ἁλίσκῃ τοῖς ἐγκλήμασι τούτοις θεοὺς λέγων, καὶ οὐ Θεόν· διὰ τοῦτο συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, ἑτέρῳ καλεῖ τὸν Υἱὸν ὀνόματι τὴν αὐτὴν δύναμιν ἔχοντι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνωθεν ἀναγνῶμεν αὐτὸ τὸ χωρίον, καὶ εἴσεσθε σαφῶς ὅτι οὐχ ἡμέτερός ἐστι στοχασμὸς τὸ λεγόμενον· «Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς.» Ὁρᾷς ὅτι πρὸς ἐκείνους ἀποτεινόμενος ταῦτα λέγει τοὺς πολλοὺς νομίζοντας εἶναι θεούς; Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς– πάλιν πρὸς ἐκείνους μάχεται– ὥσπερ οὖν εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί– τοῦτ' ἔστι λεγόμενοι– ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα. Διὰ τοῦτο καὶ τὸ «εἷς» προσέθηκεν, ἵνα μὴ πολυθεΐαν εἰσάγεσθαι πάλιν ἐκεῖνοι νομίζωσι, καὶ ἕνα Θεὸν τὸν Πατέρα ἐκάλεσεν, οὐκ ἐκβάλλων τὸν Υἱὸν τῆς θεότητος, ὥσπερ οὖν καὶ ἕνα Κύριον τὸν Υἱόν, οὐκ ἐκβάλλων τῆς κυριότητος τὸν Πατέρα, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθούμενος, καὶ μηδεμίαν αὐτοῖς δοῦναι βουλόμενος λαβήν. Τοῦτο γοῦν καὶ αἴτιον γέγονε τοῦ μὴ σαφῶς μηδὲ φανερῶς, ἀλλ' ἀμυδρῶς πως καὶ σπανίως διὰ τῶν προφητῶν γνωρισθῆναι τοῖς Ἰουδαίοις τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄρτι γὰρ τῆς πολυθέου πλάνης ἀπαλλαγέντες, εἰ πάλιν ἤκουσαν Θεὸν καὶ Θεόν, πρὸς τὴν αὐτὴν ἂν ὑπέστρεψαν νόσον. Διὰ τοῦτο ἄνω καὶ κάτω συνεχῶς οἱ προφῆται λέγουσιν ὅτι «Εἷς Θεὸς καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν», οὐχὶ τὸν Υἱὸν ἀθετοῦντες, μὴ γένοιτο, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν θεραπεῦσαι βουλόμενοι καὶ πεῖσαι τέως τῆς τῶν πολλῶν θεῶν καὶ οὐκ ὄντων ὑπονοίας ἀπαλλαγῆναι. Ὅταν τοίνυν ἀκούσῃς τὸ «εἷς» καὶ «οὐδείς», καὶ ὅσα τοιαῦτα, μὴ τῆς Τριάδος ἐλαττώσῃς τὴν δόξαν, ἀλλὰ τὸ μέσον αὐτῆς πρὸς τὴν κτίσιν διὰ τούτων μάνθανε τῶν ῥημάτων, ἐπεὶ καὶ ἀλλαχοῦ φησι· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου;» Καὶ ὅτι τοῦτό ἐστιν ἐνταῦθα καὶ οὔτε τὸν Υἱὸν οὔτε τὸ Πνεῦμα ἐκβάλλει τῆς γνώσεως, προαποδέδεικται ἐν τοῖς ἀνωτέρω εἰρημένοις, ὅτε τὴν μαρτυρίαν παρηγάγομεν τὴν λέγουσαν· «Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Καὶ πάλιν ὁ Υἱός φησιν· «Οὐδεὶς γινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός.» Οὕτω δὴ καὶ ἐνταῦθα· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα.» Ὁμοῦ γὰρ ὅτι μετὰ ἀκριβείας αὐτὸν οἶδεν εἶπε καὶ τὴν αἰτίαν τέθεικεν δι' ἣν οἶδε. Τίς δὲ ἡ αἰτία; Τὸ ἐξ αὐτοῦ εἶναι· τοῦ δὲ ἐξ αὐτοῦ εἶναι πάλιν ἀπόδειξις τὸ μετὰ ἀκριβείας αὐτὸν εἰδέναι. Διὰ τοῦτο γὰρ αὐτὸν οἶδε σαφῶς, ἐπειδὴ ἐξ αὐτοῦ ἐστιν, καὶ σημεῖον τοῦ ἐξ αὐτοῦ εἶναι τὸ εἰδέναι αὐτὸν σαφῶς. Οὐσία γὰρ οὐσίαν ὑπερέχουσαν οὐκ ἂν δυνηθείη καλῶς εἰδέναι, κἂν ὀλίγον ᾖ τὸ μέσον. Ἄκουσον γοῦν τί περὶ τῶν ἀγγέλων φησὶν ὁ προφήτης, καὶ περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι ὀλίγον τὸ διάφορον ταύτης κἀκείνης. Εἰπὼν γάρ· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν;» ἐπήγαγεν· «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους.» Ἀλλ' ὅμως εἰ καὶ βραχὺ τὸ μέσον, ἐπειδὴ ὅλως ἐστί τι μέσον, οὐκ οἴδαμεν μετὰ ἀκριβείας ἀγγέλων οὐσίαν, κἂν μυρία φιλοσοφήσωμεν, εὑρεῖν οὐ δυνάμεθα. Καὶ τί λέγω ἀγγέλων, ὅπου γε οὐδὲ τῆς ψυχῆς τῆς ἡμετέρας τὴν οὐσίαν ἴσμεν καλῶς, μᾶλλον δὲ οὐδὲ ὁπωσοῦν; Εἰ δὲ ἐκεῖνοι φιλονεικοῦσιν εἰδέναι, ἐρώτησον τί ποτέ ἐστι τὴν οὐσίαν ἡ ψυχή· ἆρα ἀήρ, ἢ πνεῦμα, ἢ ἄνεμος, ἢ πῦρ; Ἀλλ' οὐδὲν τούτων ἐροῦσι· ταῦτα γὰρ πάντα σώματα, ἐκείνη δὲ ἀσώματος. Εἶτα ἀγγέλους μὲν οὐκ ἴσασιν, οὐδὲ τὰς ἑαυτῶν ψυχάς, τὸν δὲ πάντων Δεσπότην καὶ δημιουργὸν εἰδέναι φιλονεικοῦσι μετὰ ἀκριβείας. Καὶ τί ταύτης γένοιτ' ἂν τῆς ἀνοίας χεῖρον; Καὶ τί λέγω τὴν οὐσίαν ὁποία ἐστὶν ἡ ψυχή; Ὅπως ἡμῶν ἐστιν ἐν τῷ σώματι, οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. Τί γὰρ ἔχοι τις ἂν εἰπεῖν; ὅτι παρεκτείνεται τῷ τοῦ σώματος ὄγκῳ; ἀλλὰ τοῦτο ἄλογον· σωμάτων γὰρ ἴδιον τοῦτο. Ὅτι δὲ ἐπὶ ψυχῆς οὐκ ἔστι τοῦτο ἐντεῦθεν δῆλον· πολλάκις καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν ἐκκεκομμένων, ὁλόκληρος ἐκείνη μένει, οὐδὲν ἀκρωτηριασθεῖσα ἀπὸ τῆς τοῦ σώματος πηρώσεως. Ἀλλ' οὐκ ἔστιν ἐν ὅλῳ τῷ σώματι, ἀλλ' ἐν μέρει τινὶ συνείληπται; Οὐκοῦν ἀνάγκη νεκρὰ τὰ λοιπὰ γίνεσθαι μέρη· τὸ γὰρ ἄψυχον πάντως νεκρόν. Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ἀλλ' ὅτι μέν ἐστιν ἐν τῷ σώματι τῷ ἡμετέρῳ ἴσμεν, τὸ δὲ πῶς ἐστιν οὐκ ἴσμεν. Διὰ γὰρ τοῦτο καὶ τὴν ταύτης γνῶσιν ἀπέκλεισεν ὁ Θεὸς ἐκ πολλῆς περιουσίας ἐπιστομίζων ἡμᾶς καὶ κατέχων, καὶ μένειν κάτω πείθων καὶ τὰ ὑπὲρ ἡμᾶς μὴ περιεργάζεσθαι, μηδὲ πολυπραγμονεῖν. Ἀλλ' ἵνα μὴ ἀπὸ λογισμῶν τὰ τοιαῦτα κατασκευάζωμεν, φέρε πάλιν ἐπὶ τὴν Γραφὴν τὸν λόγον ἀγάγωμεν. «Οὐχ ὅτι τὸν Πατέρα, φησίν, ἑώρακέ τις εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα.» Καὶ τί τοῦτο; φησίν· οὐδέπω γὰρ αὐτῷ γνῶσιν ἀκριβῆ τοῦτο ἐμαρτύρησε τὸ ῥῆμα. Ἀλλ' ὅτι μὲν αὐτὸν ἡ κτίσις οὐκ οἶδεν ἐδήλωσεν εἰπών· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε» καὶ ὅτι ὁ Υἱὸς αὐτὸν οἶδε, καὶ τοῦτο πάλιν ἐδήλωσε προσθείς· «... εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα»· ὅτι μέντοι ἀκριβῶς αὐτὸν οἶδε, καὶ οὕτως ὡς αὐτὸς ἑαυτόν, οὐδέπω τοῦτο ἀποδέδεικται. Ἐνδέχεται γάρ, φησί, μήτε τὴν κτίσιν αὐτὸν εἰδέναι σαφῶς, μήτε τὸν Υἱόν, ἀλλ' ἐκείνης μὲν σαφέστερον, τὴν μέντοι ἀκριβῆ κατάληψιν μηδὲ τοῦτον ἔχειν. Ὅτι μὲν γὰρ αὐτὸν ὁρᾷ ὅπερ ἐστὶ καὶ γινώσκει εἶπεν, ὅτι δὲ ἀκριβῶς αὐτὸν γινώσκει, καὶ οὕτως ὡς αὐτὸς ἑαυτόν, οὔπω τοῦτο ἐδήλωσε. Βούλεσθε οὖν καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν πιστωσώμεθα, καὶ ἀπ' αὐτῆς τῆς τοῦ Χριστοῦ φωνῆς; Οὐκοῦν ἀκούσωμεν τί φησι πρὸς τοὺς Ἰουδαίους· «Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα.» Τί ταύτης ἀκριβέστερον βούλει τῆς γνώσεως λοιπόν; Ἐρώτησον τὸν ἀντιλέγοντα· οἶδεν ἀκριβῶς τὸν Υἱὸν ὁ Πατήρ, καὶ πᾶσαν αὐτοῦ ἀκριβῶς τὴν γνῶσιν ἔχει, καὶ οὐδὲν αὐτὸν λανθάνει τῶν κατὰ τὸν Υἱόν, ἀλλ' ἀπηρτισμένη ἐστὶν ἡ εἴδησις; Ναί, φησίν. Οὐκοῦν, ὅταν ἀκούσῃς ὅτι καὶ ὁ Υἱὸς οὕτως αὐτὸν οἶδεν ὡς αὐτὸς τὸν Υἱόν, μηδὲν ἔτι ζήτει πλέον, οὕτω μετὰ ἀκριβείας τῆς γνώσεως ἐξισαζούσης. Καὶ γὰρ καὶ ἀλλαχοῦ τοῦτο αὐτὸ ἐμφαίνων ἔλεγεν· «Οὐδεὶς γινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Ἀποκαλύπτει δέ, οὐχ ὅσον αὐτὸς οἶδεν, ἀλλ' ὅσον ἡμεῖς χωροῦμεν. Εἰ γὰρ ὁ Παῦλος τοῦτο ποιεῖ, πολλῷ μᾶλλον ὁ Χριστός· καὶ γὰρ ἐκεῖνός φησι τοῖς ἑαυτοῦ μαθηταῖς· «Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε.» Ἀλλὰ Κορινθίοις τοῦτο, φησίν, ἔλεγε μόνον. Τί οὖν, ἂν δείξωμεν εἰδότα καὶ ἕτερά τινα, ἃ μηδεὶς ἀνθρώπων ἔμαθεν ἤδη, καὶ ἀπῆλθε μόνος αὐτὰ τῶν πάντων ἀνθρώπων εἰδώς; Καὶ ποῦ τοῦτο ἔστιν εὑρεῖν; Ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ· οὗτος γάρ ἐστιν ὁ λέγων ὅτι «Ἤκουσα ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.» Ἀλλ' ὅμως καὶ αὐτὸς οὗτος καὶ τότε ἀκούσας ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, μερικὴν ἔχει γνῶσιν καὶ πολὺ τῆς μελλούσης ἀποδέουσαν. Αὐτὸς γὰρ ὁ ταῦτα εἰπὼν κἀκεῖνα εἴρηκεν ὅτι «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν» καί· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην» καί· «Ἄρτι βλέπω δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.» Ὥστε ἐκ τούτων ἡμῖν ἅπασα αὐτῶν ἡ σκαιωρία διελήλεγκται· ὅταν γὰρ αὐτὴ ἡ οὐσία ἀγνοῆται, οὐχ ὅτι ἔστιν, ἀλλὰ τί ἐστιν, ἐσχάτης ἂν εἴη μανίας καὶ ὄνομα αὐτῇ τιθέναι. Καίτοι γε καὶ εἰ δήλη καὶ γνώριμος ἦν, οὐδὲ οὕτως ἦν ἡμῖν ἀσφαλὲς αὐτοὺς οἴκοθεν καὶ παρ' ἑαυτῶν προσηγορίαν ἐπιτιθέναι τῇ τοῦ Δεσπότου οὐσίᾳ. Εἰ γὰρ ὁ Παῦλος ταῖς ἄνω δυνάμεσιν οὐκ ἐτόλμησεν ὀνόματα ἐπιτιθέναι, ἀλλ' εἰπὼν ὅτι «Ἐκάθισε τὸν Χριστὸν ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι», καὶ διδάξας ἡμᾶς ὅτι ἔστι τινὰ ὀνόματα τῶν δυνάμεων ἃ τότε εἰσόμεθα, οὐκ ἐθάρρησεν ἕτερα αὐτὸς ἀντ' ἐκείνων θεῖναι, οὐδὲ αὐτὰ ἐκεῖνα περιεργάσασθαι. Τίνος ἂν εἶεν συγγνώμης ἄξιοι ἢ ποίας ἀπολογίας οἱ ἐπὶ τῆς τοῦ Δεσπότου οὐσίας ταῦτα τολμῶντες; Ὅταν δὲ καὶ αὐτὴ ἡ οὐσία ἀγνοῆται, καθάπερ τοὺς παραπαίοντας αὐτοὺς ἀποστρέφεσθαι χρή. Ὅτι μὲν γὰρ ἀγέννητός ἐστιν ὁ Θεὸς δῆλον· ὅτι δὲ τοῦτό ἐστιν αὐτοῦ τῆς οὐσίας τὸ ὄνομα οὐδεὶς προφήτης εἶπεν, οὐδεὶς ἀπόστολος ᾐνίξατο, οὐδεὶς εὐαγγελιστής. Καὶ μάλα εἰκότως· οἱ γὰρ αὐτὴν τὴν οὐσίαν ἀγνοοῦντες, πῶς ὄνομα αὐτῆς λέγειν ἤμελλον; Καὶ τί λέγω περὶ τῶν θείων Γραφῶν, ὅπου γε τοσαύτη τῆς ἀτοπίας ἡ περιφάνεια καὶ τῆς παρανομίας ἡ ὑπερβολὴ ὡς μηδὲ τοὺς τῆς ἀληθείας ἀποπλανηθέντας Ἕλληνας ἐπιχειρῆσαί ποτέ τι τοιοῦτον εἰπεῖν; Οὐδεὶς γὰρ οὐδὲ ἐκείνων ἐτόλμησε θείας οὐσίας ὅρον ἐκθέσθαι καὶ ἑνὶ ὀνόματι περιλαβεῖν. Καὶ τί λέγω θείας οὐσίας, ὅπου γε περὶ τῆς τῶν ἀσωμάτων φύσεως φιλοσοφοῦντες οὐδὲ ταύτης ἀπηρτισμένον ὅρον ἐξέθεντο, ἀλλ' ἀμυδράν τινα ἐξήγησιν καὶ ὑπογραφὴν μᾶλλον ἢ ὅρον; Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος; Οὐκ οἶδας οὖν ὃ σέβεις; φησί. Μάλιστα μὲν οὐδὲ ἀποκρίνασθαι πρὸς τοῦτο ἔδει, τοσαύτης ἀποδείξεως ἐκ τῶν Γραφῶν γεγενημένης ὅτι ἀδύνατον εἰδέναι τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός· ἐπειδὴ δὲ οὐ πρὸς ἔχθραν φθεγγόμεθα, ἀλλ' ὥστε αὐτοὺς διορθῶσαι, φέρε δείξωμεν ὅτι οὐ τὸ ἀγνοεῖν τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός, ἀλλὰ τὸ φιλονεικεῖν εἰδέναι, τοῦτο ἔστι ἀγνοεῖν τὸν Θεόν. Εἰπὲ γάρ μοι, εἰ δύο ἀνθρώπων φιλονεικούντων πρὸς ἀλλήλους εἰδέναι τοῦ οὐρανοῦ τὸ μέγεθος, ὁ μὲν εἷς λέγει μὴ δύνασθαι αὐτὸ ἀνθρώπινον καταλαμβάνειν ὀφθαλμόν, ὁ δὲ ἕτερος φιλονεικοίη δυνατὸν εἶναι, τῇ σπιθαμῇ τῆς χειρὸς πάντα αὐτὸν μετροῦντα ἐπελθεῖν, τίνα ἂν φήσομεν εἰδέναι μέγεθος οὐρανοῦ, τὸν φιλονεικοῦντα εἰδέναι πόσας ἔχει σπιθαμὰς ἢ τὸν ὁμολογοῦντα ἀγνοεῖν; Εἶτα ἐπὶ μὲν οὐρανοῦ ὁ παραχωρῶν τῷ μεγέθει, οὗτος ἔσται ὁ μᾶλλον εἰδὼς τὸ μέγεθος, ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτῃ χρησόμεθα τῇ εὐλαβείᾳ; καὶ πῶς οὐκ ἐσχάτης τοῦτο παραπληξίας; Ὅτι γὰρ τοσοῦτον ἀπαιτούμεθα μόνον εἰδέναι ὅτι ἔστι Θεός, οὐχὶ περιεργάζεσθαι αὐτοῦ τὴν οὐσίαν, ἄκουσον τί φησιν ὁ Παῦλος· «Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι.» Καὶ πάλιν ὁ προφήτης ἐγκαλῶν ἀσέβειαν τινὶ οὐ τοῦτο ἐγκαλεῖ ὅτι οὐκ οἶδε τί ἐστιν ὁ Θεός, ἀλλ' ὅτι οὐκ οἶδεν ὅτι ἔστι Θεός. «Εἶπε γάρ, φησίν, ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.» Ὥσπερ οὖν ἐκεῖνον ἀσεβῆ ποιεῖ οὐ τὸ ἀγνοεῖν τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός, ἀλλὰ τὸ ἀγνοεῖν ὅτι ἔστι Θεός· οὕτως ἀρκεῖ πρὸς εὐσέβειαν τὸ εἰδέναι ὅτι ἔστιν ὁ Θεός. Ἀλλ' ἔχουσί τινα καὶ ἕτερον μεμελετημένον λόγον. Τίνα δὴ τοῦτον; «Εἴρηται, φησί, πνεῦμα ὁ Θεός.» Τοῦτο οὖν τῆς οὐσίας αὐτοῦ παραστατικόν, εἰπέ μοι; καὶ τίς ταῦτα ἀνέξεται, κἂν ὁπωσοῦν ἐπὶ θύρας τῶν θείων Γραφῶν ἐλθών; Ἔσται γὰρ κατὰ τοῦτον τὸν λόγον καὶ πῦρ ὁ Θεός· ὥσπερ γὰρ γέγραπται ὅτι «Πνεῦμα ὁ Θεός», οὕτω γέγραπται ὅτι «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον», καὶ πάλιν· «Πηγὴ ὕδατος ζῶντος.» Οὐ πνεῦμα δὲ καὶ πηγὴ καὶ πῦρ ἔσται μόνον, ἀλλὰ καὶ ψυχὴ καὶ ἄνεμος καὶ νοῦς ἀνθρώπινος καὶ ἕτερα πολλῷ τούτων ἀτοπώτερα· οὐ γὰρ δὴ πάντα ἐπεξιέναι χρὴ τῷ λόγῳ, οὐδὲ τὴν ἐκείνων μιμεῖσθαι μανίαν. Τὸ γὰρ πνεῦμα τοῦτο πολλὰ δηλοῖ, οἷον τὴν ψυχὴν τὴν ἡμετέραν, καθάπερ καὶ Παῦλός φησι· «Παράδοτε τὸν τοιοῦτον τῷ σατανᾷ, ἵνα τὸ πνεῦμα σωθῇ» καὶ ἄνεμον, καθάπερ ὁ προφήτης λέγει· «Πνεύματι βιαίῳ συντρίψεις αὐτούς.» Καλεῖται δὲ καὶ τὸ χάρισμα τὸ πνευματικὸν οὕτως· «Αὐτὸ γὰρ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν», φησί, καὶ πάλιν· «Προσεύξομαι δὲ τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ.» Καλεῖται δὲ καὶ ὁ θυμὸς οὕτως. Καὶ γὰρ Ἡσαΐας φησίν· «Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτούς;» Καλεῖται δὲ καὶ ἡ βοήθεια ἡ παρὰ τοῦ Θεοῦ πνεῦμα· «Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος.» Ταῦτα οὖν πάντα ἡμῖν ὁ Θεὸς ἔσται κατ' ἐκείνους καὶ ἐκ τοσούτων συγκείσεται. Ἀλλὰ γὰρ ἵνα μὴ ληρῶμεν, τὰ μηδὲ ἀντιλογίας δεόμενα παράγοντες εἰς μέσον, φέρε ἐνταῦθα τὸν πρὸς αὐτοὺς καταλύσαντες λόγον, ἐπὶ τὴν εὐχὴν τὸ πᾶν τρέψωμεν, ὅσῳ μειζόνως ἀσεβοῦσι, τοσούτῳ πλέον ὑπὲρ αὐτῶν παρακαλοῦντες καὶ δεόμενοι ἀποστῆναί ποτε τῆς μανίας αὐτούς. Τοῦτο γὰρ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. «... ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν». Μὴ τοίνυν διαλείπωμεν τὰς ὑπὲρ αὐτῶν ἱκετηρίας ποιούμενοι. Μέγα γὰρ ὅπλον εὐχή, θησαυρὸς ἀνελλιπής, πλοῦτος μηδέποτε δαπανώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις καὶ μυρίων ἀγαθῶν ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἡ εὐχὴ καὶ αὐτῆς τῆς βασιλείας δυνατωτέρα. Πολλάκις οὖν αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου καὶ φλεγομένου, παρεστήκασιν ἰατροί, δορυφόροι, θεράποντες, στρατηγοί, καὶ οὔτε ἰατρῶν τέχνη, οὔτε παρουσία φίλων, οὐκ οἰκετῶν διακονία, οὐ φαρμάκων δαψίλεια, οὐ πολυτέλεια παρασκευῆς, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ἰσχύει παραμυθήσασθαι τὴν ἐπικειμένην ἀρρωστίαν· ἐὰν δέ τις παρρησίαν ἔχων πρὸς τὸν Θεὸν εἰσέλθῃ καὶ τοῦ σώματος ἅψηται μόνον καὶ καθαρὰν ὑπὲρ αὐτοῦ ποιήσῃ τὴν εὐχήν, ἅπασαν τὴν ἀρρωστίαν ἐφυγάδευσε· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ πλοῦτος καὶ τὸ τῶν διακονουμένων πλῆθος καὶ ἡ τῆς ἐμπειρίας ἐπιστήμη καὶ ὁ τῆς βασιλείας ὄγκος, τοῦτο ἴσχυσεν ἑνὸς πένητος πολλάκις καὶ πτωχεύοντος εὐχή. Εὐχὴν δὲ λέγω, οὐ τὴν ψιλὴν ταύτην καὶ ῥᾳθυμίας γέμουσαν, ἀλλὰ τὴν μετ' ἐκτενείας γινομένην, μετὰ ὀδυνωμένης ψυχῆς, μετὰ συντετριμμένης διανοίας. Αὕτη γάρ ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀναβαίνουσα καί, καθάπερ τὰ ὕδατα, ἕως μὲν ἂν ἐπὶ ἰσοπέδου φέρηται χωρίου καὶ πολλῆς ἀπολαύῃ τῆς εὐρυχωρίας, οὐκ ἀνίσταται πρὸς ὕψος, ἐπειδὰν δὲ αὐτὰ χεῖρες ὀχετηγῶν κάτωθεν περισφίγξασαι θλίψωσι στενοχωρούμενα, βέλους παντὸς ὀξύτερον πρὸς τὸ ὕψος ἐξακοντίζεται, οὕτω δὴ καὶ ἡ ἀνθρωπίνη διάνοια, ἕως μὲν ἂν ἀδείας ἀπολαύῃ πολλῆς, διαχεῖται καὶ διαρρεῖ, ἐπειδὰν δὲ πραγμάτων περίστασις κάτωθεν αὐτὴν στενοχωρήσῃ, ἀποθλιβομένη καλῶς, καθαρὰς καὶ εὐτόνους πρὸς τὸ ὕψος ἀναπέμπει τὰς εὐχάς. Καὶ ἵνα μάθῃς ὅτι μάλιστα ἐκεῖναι ἐπακούεσθαι δύναιντ' ἂν αἱ μετὰ θλίψεως γινόμεναι, ἄκουσον τί φησιν ὁ προφήτης· «Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέ μου.» Διαθερμάνωμεν τοίνυν τὸ συνειδός, θλίψωμεν τὴν ψυχὴν τῇ μνήμῃ τῶν ἁμαρτημάτων, θλίψωμεν, οὐχ ἵνα στενοχωρήσωμεν, ἀλλ' ἵνα ἀκουσθῆναι παρασκευάσωμεν, ἵνα νήφειν ποιήσωμεν καὶ ἐγρηγορέναι καὶ αὐτῶν ἅπτεσθαι τῶν οὐρανῶν. Οὐδὲν οὕτω φυγαδεύει ῥᾳθυμίαν καὶ ὀλιγωρίαν ὡς ὀδύνη καὶ θλῖψις πανταχόθεν συνάγουσα τὴν διάνοιαν καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα. Ὁ θλιβόμενος οὕτω καὶ εὐχόμενος πολλὴν μετὰ τὴν εὐχὴν εἰς τὴν ψυχὴν τὴν ἑαυτοῦ τὴν ἡδονὴν εἰσοικίσαι δύναται. Καὶ καθάπερ νεφῶν συνδρομὴ παρὰ μὲν τὴν ἀρχὴν ζοφερὸν ποιεῖ τὸν ἀέρα, ἐπειδὰν δὲ ἐπαλλήλους ἀφῇ τὰς νιφάδας, ἀποθεμένη τὸν ὑετὸν ἅπαντα, γαληνὸν καὶ φαιδρὸν ἐργάζεται τὸν ἀέρα, οὕτω δὴ καὶ ἀθυμία ἕως μὲν ἂν ἔνδον συστρέφηται, σκοτοῖ τὸν ἡμέτερον λογισμόν, ἐπειδὰν δὲ διὰ τῶν τῆς εὐχῆς ῥημάτων καὶ τῶν μετ' ἐκείνων δακρύων κενωθῇ καὶ εἰς τὸ ἔξω διαπνεύσῃ, πολλὴν ἐντίθησι τῇ ψυχῇ τὴν φαιδρότητα, τῆς ἀντιλήψεως τοῦ Θεοῦ καθάπερ τινὸς ἀκτῖνος εἰς τὴν διάνοιαν ἀφεθείσης τοῦ εὐχομένου. Ἀλλὰ τίς ὁ ψυχρὸς τῶν πολλῶν λόγος; Ἀπαρρησίαστός εἰμι, φησίν, αἰσχύνης γέμω, οὐδὲ ἀνοῖξαι τὸ στόμα δύναμαι. Σατανικὴ αὕτη ἡ εὐλάβεια, ῥᾳθυμίας ταῦτα τὰ προκαλύμματα· ἀποκλεῖσαι γάρ σοι τὰς θύρας τῆς πρὸς τὸν Θεὸν προσόδου βούλεται ὁ διάβολος. Ἀπαρρησίαστος εἶ; Μεγάλη παρρησία, μέγα τοῦτο αὐτὸ ὄφελος τὸ νομίζειν ἀπαρρησίαστον εἶναι, ὥσπερ οὖν αἰσχύνη καὶ κατάκρισις ἐσχάτη τὸ νομίζειν παρρησίαν ἔχειν. Κἂν γὰρ πολλὰ ἔχῃς κατορθώματα καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρόν, νομίζεις δὲ παρρησίαν ἔχειν, πάσης ἐξέπεσες τῆς εὐχῆς· κἂν μυρία φέρῃς ἁμαρτημάτων φορτία ἐπὶ τοῦ συνειδότος, καὶ μόνον τοῦτο πείσῃς σαυτὸν ὅτι πάντων ἔσχατος εἶ, πολλὴν ἕξεις πρὸς τὸν Θεὸν παρρησίαν. Καίτοι τοῦτο οὔτε ταπεινοφροσύνη ἐστί, τὸ ὄντα ἁμαρτωλὸν νομίζειν εἶναι ἁμαρτωλόν. Ταπεινοφροσύνη γάρ ἐστιν ὅταν τις, πολλὰ καὶ μεγάλα συνειδὼς ἑαυτῷ, μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζηται· ὅταν τις κατὰ Παῦλον ὢν καὶ δυνάμενος λέγειν· «Οὐδὲν ἐμαυτῷ σύνοιδα», λέγῃ πάλιν· «Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι» καὶ αὖθις· «Χριστὸς Ἰησοῦς ἦλθεν ἁμαρτωλοὺς σῶσαι ὧν πρῶτός εἰμι ἐγώ.» Τοῦτό ἐστι ταπεινοφροσύνη τὸ ὑψηλὸν ἀπὸ κατορθωμάτων ταπεινοῦν ἑαυτὸν ἀπὸ διανοίας. Ἀλλ' ὅμως ὁ Θεὸς διὰ τὴν ἄφατον αὑτοῦ φιλανθρωπίαν οὐχὶ τοὺς ταπεινοφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς εὐγνωμόνως τὰ ἁμαρτήματα αὐτῶν λέγοντας προσίεται καὶ δέχεται καὶ γίνεται ἵλεως καὶ εὐμενὴς τοῖς οὕτω διακειμένοις. Καὶ ἵνα μάθῃς ὅσον ἐστὶν ἀγαθὸν μηδὲν μέγα περὶ ἑαυτοῦ φαντάζεσθαι, ἅρματα δύο ποίησον τῷ λόγῳ, ζεῦξον δικαιοσύνην καὶ ἀπόνοιαν, καὶ ἁμαρτίαν μετὰ ταπεινοφροσύνης, καὶ ὄψει τὸ ζεῦγος τῆς ἁμαρτίας προλαμβάνον τὴν δικαιοσύνην, οὐ παρὰ τὴν οἰκείαν δύναμιν, ἀλλὰ παρὰ τὴν ἰσχὺν τῆς συζύγου ταπεινοφροσύνης, κἀκεῖνο πάλιν ἐλαττούμενον, οὐ παρὰ τὴν ἀσθένειαν τῆς δικαιοσύνης, ἀλλὰ παρὰ τὸ βάρος καὶ τὸν ὄγκον τῆς ἀπονοίας. Ὥσπερ γὰρ ἡ ταπεινοφροσύνη διὰ τὸ ὑπερβάλλον αὐτῆς ὕψος τῆς ἁμαρτίας νικᾷ τὴν βαρύτητα καὶ φθάνει πρὸς τὸν Θεὸν ἀναβῆναι, οὕτω καὶ ἡ ἀπόνοια διὰ τὸ πολὺ βάρος αὐτῆς καὶ τὸν ὄγκον ἰσχύει καὶ τῆς κουφοτάτης δικαιοσύνης περιγενέσθαι καὶ καθελκύσαι κάτω ῥᾳδίως αὐτήν. Καὶ ὅτι τοῦτο ἐκείνου τὸ ζεῦγος ταχύτερον, ἀναμνήσθητι τοῦ φαρισαίου καὶ τοῦ τελώνου. Ἔζευξεν ὁ φαρισαῖος δικαιοσύνην καὶ ἀπόνοιαν, οὕτω λέγων· «Εὐχαριστῶ σοι, ὦ Θεός, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης.» Ὢ τῆς μανίας. Οὐκ ἐκόρεσεν αὐτοῦ τὴν ἀπόνοιαν πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀλλὰ καὶ τῷ τελώνῃ πλησίον ἑστῶτι μετὰ πολλῆς ἐπεπήδησε τῆς ἀπονοίας. Τί οὖν ἐκεῖνος; Οὐ διεκρούσατο τὰ ὀνείδη, οὐκ ἤλγησεν ἐπὶ τῇ κατηγορίᾳ, ἀλλὰ κατεδέξατο τὸ εἰρημένον μετ' εὐγνωμοσύνης· καὶ γέγονε τὸ τοῦ ἐχθροῦ βέλος αὐτῷ φάρμακον καὶ ἴασις, καὶ τὸ ὄνειδος ἐγκώμιον, καὶ ἡ κατηγορία στέφανος. Τοσοῦτόν ἐστι ταπεινοφροσύνη καλόν, τοσοῦτόν ἐστι κέρδος, μὴ δάκνεσθαι ταῖς παρ' ἑτέρων λοιδορίαις, μηδὲ ἐκθηριοῦσθαι πρὸς τὰς τῶν πλησίον ὕβρεις. Ἔστι γάρ τι καὶ ἀπ' αὐτῶν καρπώσασθαι μέγα καὶ γενναῖον ἀγαθόν, ὅπερ οὖν καὶ ἐπὶ τοῦ τελώνου γέγονε. Δεξάμενος γὰρ τὰ ὀνείδη, ἀπέθετο τὰ ἁμαρτήματα, καὶ εἰπών· «Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ», κατῆλθε δεδικαιωμένος ὑπὲρ ἐκεῖνον. Καὶ λόγοι περιεγένοντο ἔργων καὶ ῥήματα πράξεις ἐνίκησαν. Ὁ μὲν γὰρ δικαιοσύνην προεβάλλετο καὶ νηστείαν καὶ δεκάτας· οὗτος δὲ ῥήματα εἶπε ψιλὰ καὶ πάντα ἀπέθετο τὰ ἁμαρτήματα. Οὐ γὰρ τῶν ῥημάτων ἤκουσεν ὁ Θεὸς μόνον, ἀλλὰ καὶ τὴν διάνοιαν, μεθ' ἧς ταῦτα προεβάλετο, εἶδε, καὶ τεταπεινωμένην εὑρὼν καὶ συντετριμμένην, ἠλέησε καὶ ἐφιλανθρωπεύσατο. Ταῦτα δὲ λέγω οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ' ἵνα ταπεινοφρονῶμεν. Εἰ γὰρ τελώνης ἄνθρωπος, τὸ ἔσχατον τῆς κακίας εἶδος, οὐχὶ ταπεινοφρονήσας, ἀλλ' εὐγνωμονήσας μόνον, τὰ ἁμαρτήματα εἰπὼν καὶ ὅπερ ἦν ὁμολογήσας, τοσαύτην εὔνοιαν ἐπεσπάσατο παρὰ τοῦ Θεοῦ, πόσην οἱ μεγάλα μὲν κατωρθωκότες ἀγαθά, μηδὲν δὲ μέγα περὶ ἑαυτῶν νομίζοντες, ἐπισπάσονται τὴν βοήθειαν; Διὰ τοῦτο παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ ἐξομολογεῖσθαι τῷ Θεῷ συνεχῶς. Οὐδὲ γὰρ εἰς θέατρόν σε ἄγω τῶν συνδούλων τῶν σῶν, οὐδὲ ἐκκαλύψαι τοῖς ἀνθρώποις ἀναγκάζω τὰ ἁμαρτήματα· τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν τοῦ Θεοῦ καὶ αὐτῷ δεῖξον τὰ τραύματα καὶ παρ' αὐτοῦ τὰ φάρμακα αἴτησον· δεῖξον τῷ μὴ ὀνειδίζοντι, ἀλλὰ θεραπεύοντι· κἂν γὰρ σὺ σιγήσῃς, οἶδεν ἐκεῖνος ἅπαντα. Εἰπὲ τοίνυν, ἵνα κερδάνῃς· εἰπέ, ἵνα ἐνταῦθα ἀποθέμενος πάντα τὰ ἁμαρτήματα ἀπέλθῃς ἐκεῖ καθαρὸς καὶ ἔξω τῶν πλημμελημάτων καὶ τῆς ἀφορήτου δημοσιεύσεως ἐκείνης ἀπαλλαγῇς. Οἱ τρεῖς παῖδες ἐν καμίνῳ διῆγον καὶ τὴν ψυχὴν ἐπέδωκαν ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ὁμολογίας· ἀλλ' ὅμως μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα λέγουσιν· «Οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.» Τί οὖν ἀνοίγετε στόμα; Ἵνα αὐτὸ τοῦτο εἴπωμεν, φησίν, ὅτι οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα καὶ αὐτῷ τούτῳ τὸν Δεσπότην ἐπισπασώμεθα. Εὐχῆς δύναμις δύναμιν πυρὸς ἔσβεσε, λεόντων θυμὸν ἐχαλίνωσε, πολέμους ἔλυσε, μάχας ἔπαυσε, χειμῶνας ἀνεῖλε, δαίμονας ἤλασεν, οὐρανοῦ πύλας ἀνέῳξε, δεσμὰ θανάτου διέκοψεν, ἀρρωστίας ἐφυγάδευσεν, ἐπηρείας ἀπεκρούσατο, πόλεις σειομένας ἔστησε, καὶ τὰς ἄνωθεν φερομένας πληγὰς καὶ τὰς παρὰ ἀνθρώπων ἐπιβουλὰς καὶ πάντα ἁπλῶς ἀνεῖλεν εὐχὴ τὰ δεινά. Εὐχὴν δὲ λέγω πάλιν, οὐ τὴν ἁπλῶς ἐπὶ τοῦ στόματος κειμένην, ἀλλὰ τὴν ἐκ τοῦ βάθους τῆς διανοίας ἀνιοῦσαν. Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, κἂν μυρίας ἀνέμων δέξηται προσβολάς, οὐ διακλᾶται οὐδὲ ἀνασπᾶται, τῶν ῥιζῶν μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων, οὕτω δὴ καὶ εὐχαὶ αἱ κάτωθεν ἐκ τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐρριζωμέναι μετὰ ἀσφαλείας πρὸς ὕψος ἀνατείνονται καὶ οὐδεμιᾷ λογισμοῦ προσβολῇ παρατρέπονται. Διὰ τοῦτο καὶ ὁ προφήτης φησίν· «Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε.» Ταῦτα λέγω οὐχ ἵνα ἐπαινῆτε μόνον, ἀλλ' ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδείκνυσθε. Εἰ γὰρ τὸ πρὸς ἀνθρώπους ἐξειπεῖν τὰς οἰκείας συμφορὰς καὶ τὰ κατειληφότα ἐκτραγῳδῆσαι κακὰ φέρει τινὰ τοῖς ὀδυνωμένοις παραμυθίαν, ὥσπερ τινὸς διαπνοῆς διὰ τοῦ λόγου γινομένης, πολλῷ μᾶλλον, ἂν πρὸς τὸν Δεσπότην ἀνακοινώσῃ τὸν σὸν τὰ τῆς οἰκείας ψυχῆς παθήματα, λήψῃ τινὰ ψυχαγωγίαν καὶ παραμυθίαν πολλήν. Ἄνθρωπος μὲν γὰρ καὶ βαρύνεται πολλάκις τὸν πρὸς αὐτὸν ἀποδυρόμενον καὶ θρηνοῦντα καὶ διακρούεται καὶ ἀπωθεῖται· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καὶ προσίεται καὶ ἐπισπᾶται, κἂν διημερεύσῃς ἀνακοινούμενος αὐτῷ τὰς σὰς συμφοράς, τότε σε μᾶλλον φιλεῖ καὶ ἐπινεύει σου ταῖς ἱκετηρίαις. Τοῦτο γοῦν αὐτὸ ἐνδεικνύμενος ὁ Χριστὸς ἔλεγε· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καλεῖ οὖν, μὴ παρακούσωμεν· ἐπισπᾶται, μὴ ἀποπηδήσωμεν· κἂν μυρία ἁμαρτήματα ἔχωμεν, τότε μειζόνως προστρέχωμεν· καὶ γὰρ τοὺς τοιούτους καλεῖ· «Οὐ γὰρ ἦλθον, φησί, καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν», καὶ ἐνταῦθα τοὺς πεφορτισμένους, τοὺς πεπονηκότας, τοὺς ἐκ βάρους τῶν ἁμαρτημάτων κεκοπιωμένους. Θεὸς γὰρ παρακλήσεως λέγεται καὶ Θεὸς οἰκτιρμῶν· ἐπειδὴ τοῦτο ἔργον αὐτῷ διηνεκές, τοὺς ὀδυνωμένους καὶ τοὺς θλιβομένους παραμυθεῖσθαι καὶ παρακαλεῖν, κἂν μυρία ἁμαρτήματα ἔχωσι. Μόνον ἐπιδῶμεν ἑαυτούς, μόνον προσδράμωμεν αὐτῷ, καὶ μὴ ἀποστῶμεν καὶ διὰ τῆς πείρας αὐτῆς εἰσόμεθα τῶν εἰρημένων τὴν ἀλήθειαν, καὶ οὐδὲν ἡμᾶς τῶν ὄντων λυπῆσαι δυνήσεται, ἐὰν ἔχωμεν ἐκτενῆ εὐχὴν καὶ διηκριβωμένην· ὅπερ γὰρ ἂν ἐπέλθῃ, ῥᾳδίως διὰ ταύτης ἀποκρουσόμεθα. Καὶ τί θαυμαστὸν εἰ περιστάσεις ἀνθρωπίνας λύειν οἶδεν εὐχῆς δύναμις, ὅπου γε καὶ ἁμαρτημάτων φύσιν σβέννυσι καὶ ἀφανίζει ῥᾳδίως; Ἵν' οὖν καὶ μετ' εὐκολίας τὸν παρόντα διανύσωμεν βίον καὶ, ὅσα προσετριψάμεθα ἁμαρτήματα, ταῦτα ἀποθώμεθα, καὶ μετὰ παρρησίας στῶμεν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, τοῦτο διηνεκῶς κατασκευάζωμεν ἑαυτοῖς τὸ φάρμακον, ἀπὸ δακρύων καὶ σπουδῆς καὶ προσεδρίας καὶ καρτερίας συντιθέντες αὐτό· οὕτω γὰρ καὶ διηνεκοῦς ἀπολαυσόμεθα τῆς ὑγιείας, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note