Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De laudibus sancti Pauli apostoli
John ChrysostomApos 3 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Ὁ μακάριος Παῦλος τῆς ἀνθρωπίνης προθυμίας ἐνδεικνύμενος τὴν ἰσχύν, καὶ
3.1.2
ὅτι πρὸς αὐτὸν δυνάμεθα πτῆναι τὸν οὐρανόν, ἀφεὶς ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὰς
3.1.3
ἄλλας δυνάμεις, ποτὲ μὲν δι' ἑαυτοῦ μόνου μιμητὰς γενέσθαι κελεύει τοῦ Χριστοῦ
3.1.4
λέγων· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· ποτὲ δὲ καὶ χωρὶς ἑαυτοῦ πρὸς
3.1.5
αὐτὸν αὐτοὺς ἀναβιβάζει τὸν Θεὸν λέγων· Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα
3.1.6
ἀγαπητά. Εἶτα δεικνὺς ὡς οὐδὲν οὕτω ποιεῖ τὴν μίμησιν ταύτην, ὡς τὸ κοινωφελῶς ζῆν
3.1.7
καὶ πρὸς τὸ τῷ παντὶ χρήσιμον ὁρᾶν, ἐπήγαγε· Περιπατεῖτε ἐν ἀγάπῃ. Διὰ τοῦτο εἰπών·
3.1.8
Μιμηταί μου γίνεσθε, περὶ ἀγάπης εὐθέως διαλέγεται, δεικνὺς ὅτι αὕτη μάλιστα ἡ ἀρετὴ
3.1.9
ἐγγὺς εἶναι ποιεῖ Θεοῦ· ὡς αἵ γε ἄλλαι ταύτης καταδεέστεραι, καὶ περὶ ἀνθρώπους πᾶσαι
3.1.10
στρέφονται· οἷον ἡ πρὸς ἐπιθυμίαν μάχη, ὁ περὶ τὴν γαστέρα πόλεμος, ἡ πρὸς τὴν
3.1.11
φιλαργυρίαν παράταξις, ἡ πρὸς τὸν θυμὸν πάλη· τὸ δὲ φιλεῖν, τοῦτο κοινὸν ἡμῶν καὶ
3.1.12
τοῦ Θεοῦ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως
3.1.13
γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.
3.2.1
Τοῦτο τοίνυν καὶ ὁ Παῦλος εἰδὼς κεφάλαιον ὂν τῶν ἀγαθῶν, μετὰ πολλῆς
3.2.2
ἐπεδείξατο τῆς ἀκριβείας. Οὐδεὶς γοῦν οὕτως ἐχθροὺς ἐφίλησεν, οὐδεὶς οὕτω τοὺς
3.2.3
ἐπιβουλεύσαντας εὐηργέτησεν, οὐδεὶς τοσαῦτα ὑπὲρ τῶν λελυπηκότων ἔπαθεν· οὐδὲ
3.2.4
γὰρ εἰς ἅπερ ἔπασχεν ἔβλεπεν, ἀλλὰ τὸ κοινὸν τῆς φύσεως ἐνενόει, καὶ ὅσῳ μᾶλλον
3.2.5
ἐξεθηριοῦντο, τοσούτῳ μᾶλλον αὐτῶν ἠλέει τὴν μανίαν. Καὶ ὡς ἄν τις διατεθείη πατὴρ
3.2.6
περὶ παῖδα φρενίτιδι κατεχόμενον– ὅσῳ γὰρ ἂν ὑβρίζηται καὶ λακτίζῃ χαλεπῶς ὁ
3.2.7
κάμνων, τοσούτῳ μᾶλλον αὐτὸν ἐλεεῖ καὶ δακρύει–, οὕτω κἀκεῖνος τῇ τῶν δαιμόνων
3.2.8
ὑπερβολῇ τῶν ταῦτα ἐπαγόντων αὐτῷ τὴν νόσον στοχαζόμενος, πρὸς πλείονα
3.2.9
κηδεμονίαν διανίστατο.
3.3.1
Ἄκουσον γοῦν αὐτοῦ πῶς ἡμέρως, πῶς συμπαθητικῶς ὑπὲρ αὐτῶν ἡμῖν
3.3.2
διαλέγεται, τῶν πεντάκις αὐτὸν μαστιγωσάντων, τῶν καταλευσάντων, τῶν δησάντων,
3.3.3
τῶν τοῦ αἵματος αὐτοῦ διψώντων, καὶ διασπάσασθαι καθ' ἑκάστην ἐπιθυμούντων
3.3.4
αὐτὸν τὴν ἡμέραν. Μαρτυρῶ γὰρ αὐτοῖς, φησίν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ'
3.3.5
ἐπίγνωσιν. Καὶ πάλιν τοὺς ἐπεμβαίνοντας αὐτοῖς ἀναχαιτίζων ἔλεγε· Μὴ ὑψηλοφρόνει,
3.3.6
ἀλλὰ φοβοῦ· εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μήπως οὐδὲ σοῦ
3.3.7
φείσηται. Ἐπειδὴ γὰρ ἀπόφασιν εἶδε δεσποτικὴν ἐξελθοῦσαν κατ' αὐτῶν, οὗ κύριος ἦν,
3.3.8
τοῦτο ἐποίει· συνεχῶς ἐδάκρυεν ὑπὲρ αὐτῶν, ἤλγει, τοὺς ἐνάλλεσθαι βουλομένους
3.3.9
αὐτοῖς ἐκώλυε, καὶ ἐκ τῶν ἐγχωρούντων ἐφιλονείκει σκιὰν γοῦν συγγνώμης αὐτοῖς
3.3.10
εὑρεῖν. Καὶ ἐπειδὴ λόγῳ πείθειν οὐκ εἶχε διὰ τὸ ἀνένδοτον αὐτῶν καὶ σκληρόν, ἐπὶ
3.3.11
συνεχεῖς εὐχὰς ἐτρέπετο λέγων· Ἀδελφοί, ἡ μὲν εὐδοκία μου καὶ ἡ δέησίς μου ἡ πρὸς
3.3.12
τὸν Θεόν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν. Ὑποτείνει δὲ αὐτοῖς καὶ χρηστὰς ἐλπίδας
3.3.13
λέγων· Ἀμεταμέλητα τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ, ὥστε μὴ ἀπογνῶναι τέλεον
3.3.14
καὶ ἀπολέσθαι· ἅπερ ἅπαντα κηδομένου καὶ σφόδρα ὑπὲρ αὐτῶν διακαιομένου ἦν, ὡς
3.3.15
ὅταν λέγῃ ὅτι· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Καὶ γὰρ
3.3.16
σφόδρα διεκόπτετο καὶ ἐδάκνετο ἀπολλυμένους ὁρῶν. Διὸ πολλὰς ἐπενόει παραμυθίας
3.3.17
τῆς ἀλγηδόνος ταύτης ἑαυτῷ, ποτὲ μὲν λέγων· Ἥξει ὁ ῥυόμενος, καὶ ἀποστρέψει
3.3.18
ἀσεβείας ἀπὸ Ἰακώβ, ποτὲ δέ· Οὕτω καὶ οὗτοι ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ
3.3.19
ἐλεηθῶσι .
3.4.1
Ποιεῖ δὲ τοῦτο καὶ Ἱερεμίας, βιαζόμενος καὶ φιλονεικῶν ἀπολογίαν τινὰ
3.4.2
ὑπὲρ τῶν ἡμαρτηκότων εὑρεῖν, νῦν μὲν λέγων· Εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν,
3.4.3
ποίησον ἕνεκεν σοῦ, νῦν δὲ πάλιν· Οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος
3.4.4
πορεύσεται καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ· καὶ ἀλλαχοῦ πάλιν· Μνήσθητι ὅτι χοῦς
3.4.5
ἐσμέν. Καὶ γὰρ ἔθος τοῖς ὑπὲρ τῶν ἡμαρτηκότων δεομένοις, κἂν μηδὲν ἔχωσιν εὔλογον
3.4.6
εἰπεῖν, σκιὰν γοῦν τινα ἀπολογίας ἐπινοεῖν, οὐ διηκριβωμένας μέν, οὐδὲ εἰς δόγματα
3.4.7
ἑλκυσθῆναι δυναμένας, παραμυθουμένας δὲ ὅμως τοὺς ὑπὲρ τῶν ἀπολλυμένων
3.4.8
ὀδυνωμένους. Μὴ τοίνυν μηδὲ ἡμεῖς τὰς τοιαύτας ἀκριβῶς ἐξετάσωμεν ἀπολογίας, ἀλλ'
3.4.9
ἐννοοῦντες ὅτι ψυχῆς εἰσιν ὀδυνωμένης, ζητούσης εἰπεῖν τι ὑπὲρ τῶν ἡμαρτηκότων,
3.4.10
οὕτως ἐκδεχώμεθα τὰ εἰρημένα.
3.5.1
Ἆρ' οὖν πρὸς Ἰουδαίους μόνον τοιοῦτος, πρὸς δὲ τοὺς ἔξωθεν οὐχί; Πάντων
3.5.2
ἡμερώτερος ἦν καὶ πρὸς τοὺς οἰκείους, καὶ πρὸς τοὺς ἀλλοτρίους. Οὐκοῦν ἄκουσον τί
3.5.3
Τιμοθέῳ φησί· Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας,
3.5.4
διδακτικόν, ἀνεξίκακον, ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μή ποτε δῷ
3.5.5
αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου
3.5.6
παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Θέλεις ἰδεῖν αὐτὸν καὶ πρὸς
3.5.7
τοὺς ἡμαρτηκότας πῶς διαλέγεται; Ἄκουσον τί Κορινθίοις ἐπιστέλλων φησί· Φοβοῦμαι
3.5.8
δὲ μήπως ἐλθών, οὐχ οἵους θέλω, εὕρω ὑμᾶς· καὶ μετ' ὀλίγα· Μὴ πάλιν ἐλθόντα με
3.5.9
ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ
3.5.10
μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Καὶ Γαλάταις δὲ γράφων
3.5.11
ἔλεγε· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Καὶ ὑπὲρ τοῦ
3.5.12
πεπορνευκότος ἄκουσον αὐτοῦ, πῶς οὐχ ἧττον ἐκείνου καὶ ὀδυνᾶται καὶ παρακαλεῖ
3.5.13
λέγων· Κυρώσατε εἰς αὐτὸν ἀγάπην. Καὶ ἡνίκα δὲ αὐτὸν ἐξέκοπτε, μετὰ πολλῶν
3.5.14
δακρύων τοῦτο ἐποίει. Ἐκ γὰρ πολλῆς θλίψεως, φησί, καὶ συνοχῆς καρδίας ἔγραψα
3.5.15
ὑμῖν, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ ἵνα γνῶτε τὴν ἀγάπην, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς· καὶ
3.5.16
πάλιν· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, τοῖς
3.5.17
ἀσθενέσιν ὡς ἀσθενής, τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω· καὶ ἀλλαχοῦ
3.5.18
πάλιν· Ἵνα παραστήσω πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.
3.6.1
Εἶδες ψυχὴν ὑπερβαίνουσαν πᾶσαν τὴν γῆν; Πάντα ἄνθρωπον προσεδόκησε
3.6.2
παραστῆσαι, καὶ τό γε αὐτοῦ μέρος, πάντας παρέστησε. Καὶ γὰρ ὥσπερ τὴν οἰκουμένην
3.6.3
ἅπασαν γεννήσας αὐτός, οὕτως ἐθορυβεῖτο, οὕτως ἔτρεχεν, οὕτω πάντας ἐσπούδαζεν
3.6.4
εἰσαγαγεῖν εἰς τὴν βασιλείαν, θεραπεύων, παρακαλῶν, ὑπισχνούμενος, εὐχόμενος,
3.6.5
ἱκετεύων, τοὺς δαίμονας φοβῶν, τοὺς διαφθείροντας ἐλαύνων, διὰ παρουσίας, διὰ
3.6.6
γραμμάτων, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ μαθητῶν, δι' ἑαυτοῦ, τοὺς πίπτοντας
3.6.7
ἀνορθῶν, τοὺς ἑστῶτας στηρίζων, διεγείρων τοὺς χαμαὶ κειμένους, θεραπεύων τοὺς
3.6.8
συντετριμμένους, ἀλείφων τοὺς ῥᾳθυμοῦντας, φοβερὸν ἐμβοῶν ἐπὶ τοῖς ἐχθροῖς, δριμὺ
3.6.9
βλέπων ἐπὶ τοῖς πολεμίοις· καθάπερ τις στρατηγὸς ἄριστος, αὐτὸς σκευοφόρος, αὐτὸς
3.6.10
ὑπασπιστής, αὐτὸς προασπιστής, αὐτὸς παραστάτης, αὐτὸς πάντα γινόμενος τῷ
3.6.11
στρατοπέδῳ .
3.7.1
Καὶ οὐκ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς σαρκικοῖς πολλὴν τὴν
3.7.2
πρόνοιαν ἐπεδείκνυτο, πολλὴν τὴν σπουδήν. Ἄκουσον γοῦν αὐτοῦ, πῶς ὑπὲρ μιᾶς
3.7.3
γυναικὸς πρὸς ὁλόκληρον ἐπιστέλλει δῆμον λέγων· Συνίστημι δὲ ὑμῖν Φοίβην, τὴν
3.7.4
ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἵνα προσδέξησθε
3.7.5
αὐτὴν ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ, ἐν ᾧ ἂν ὑμῶν πράγματι χρῄζῃ·
3.7.6
καὶ πάλιν· Οἴδατε τὴν οἰκίαν Στεφανᾶ· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις· καὶ
3.7.7
πάλιν· Ἐπιγινώσκετε τοὺς τοιούτους. Καὶ γὰρ καὶ τοῦτο ἴδιον τῆς φιλοστοργίας τῶν
3.7.8
ἁγίων, τὸ καὶ ἐν τούτοις βοηθεῖν. Οὕτω καὶ ὁ Ἑλισσαῖος τὴν ὑποδεξαμένην αὐτὸν
3.7.9
γυναῖκα, οὐκ ἐν τοῖς πνευματικοῖς μόνον ὠφέλει, ἀλλὰ καὶ ἐν τοῖς σαρκικοῖς
3.7.10
ἐσπούδαζεν ἀμείβεσθαι· διὸ καὶ ἔλεγεν· Εἴ σοί τίς ἐστι λόγος πρὸς τὸν βασιλέα, ἢ πρὸς
3.7.11
τὸν ἄρχοντα;
3.8.1
Καὶ τί θαυμάζεις, εἰ τὴν ἀπὸ τῶν γραμμάτων παρεῖχε σύστασιν ὁ Παῦλος,
3.8.2
ὅπου γε καὶ καλῶν τινας πρὸς ἑαυτόν, οὐδὲ τοῦτο ἀνάξιον εἶναι ἐνόμισε, τὸ καὶ περὶ
3.8.3
ἐφοδίων αὐτῶν φροντίσαι, καὶ καταθέσθαι αὐτὸ ἐν ἐπιστολῇ; Καὶ γὰρ ἐπιστέλλων Τίτῳ
3.8.4
φησί· Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
3.8.5
Εἰ δὲ παρατιθέμενος οὕτω σπουδαίως ἐξέπεμπε, πολλῷ μᾶλλον, εἴ που κινδυνεύοντας
3.8.6
εἶδε, πάντα ἂν ἔπραξεν. Ὅρα γοῦν καὶ πρὸς τὸν Φιλήμονα ἐπιστέλλων, διὰ Ὀνήσιμον
3.8.7
πόσην ποιεῖται σπουδήν, καὶ πῶς συνετῶς, πῶς κηδεμονικῶς ἐπιστέλλει. Ὁ δὲ ὑπὲρ ἑνὸς
3.8.8
οἰκέτου, καὶ ταῦτα φυγάδος γεγενημένου, καὶ ὑφελομένου πολλὰ τῶν δεσποτικῶν,
3.8.9
ὁλόκληρον μὴ παραιτησάμενος συνθεῖναι ἐπιστολήν, ἐννόησον ἡλίκος περὶ τοὺς
3.8.10
ἄλλους ἦν. Καὶ γὰρ ἓν μόνον αἰσχύνης ἄξιον ἐνόμιζεν εἶναι, τό, δέον γενέσθαι τι πρὸς
3.8.11
σωτηρίαν, παριδεῖν. Διὰ τοῦτο πάντα ἐκίνει, καὶ οὐδὲν ὤκνει δαπανᾶν ὑπὲρ τῶν
3.8.12
σωζομένων, οὐ ῥήματα, οὐ χρήματα, οὐ σῶμα· ὁ γὰρ μυριάκις ἑαυτὸν θανάτοις ἐκδούς,
3.8.13
πολλῷ μᾶλλον οὐδὲ χρημάτων ἐφείσατο, εἴ γε παρῆν. Καὶ τί λέγω, εἴ γε παρῆν; Καὶ γὰρ
3.8.14
μὴ παρόντων δυνατὸν δεῖξαι, ὅτι οὐκ ἐφείσατο. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ ῥῆμα,
3.8.15
ἀλλ' αὐτοῦ πάλιν ἄκουσον γράφοντος Κορινθίοις· Ἥδιστα δαπανήσω, καὶ
3.8.16
ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Καὶ Ἐφεσίοις δὲ δημηγορῶν ἔλεγεν· Αὐτοὶ
3.8.17
οἴδατε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
3.9.1
Καὶ ὢν μέγας, ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν, τῇ ἀγάπῃ, φλογὸς πάσης
3.9.2
σφοδρότερος ἦν· καὶ καθάπερ σίδηρος εἰς πῦρ ἐμπεσών, ὅλος γίνεται πῦρ, οὕτω καὶ
3.9.3
αὐτὸς τῷ πυρὶ τῆς ἀγάπης ἀναφθείς, ὅλος γέγονεν ἀγάπη· καὶ ὥσπερ κοινὸς πατὴρ τῆς
3.9.4
οἰκουμένης ἁπάσης ὤν, οὕτω τοὺς γεγεννηκότας αὐτοὺς ἐμιμεῖτο· μᾶλλον δὲ καὶ
3.9.5
πάντας ὑπερηκόντισε πατέρας, καὶ σωματικῶν καὶ πνευματικῶν ἕνεκεν φροντίδων, καὶ
3.9.6
χρήματα, καὶ ῥήματα, καὶ σῶμα, καὶ ψυχήν, καὶ πάντα ἐπιδιδοὺς ὑπὲρ τῶν ἠγαπημένων.
3.9.7
Διὰ τοῦτο καὶ πλήρωμα αὐτὴν ἐκάλει νόμου, καὶ σύνδεσμον τελειότητος, καὶ μητέρα
3.9.8
τῶν ἀγαθῶν πάντων, καὶ ἀρχὴν καὶ τέλος ἀρετῆς· διὸ καὶ ἔλεγε· Τὸ δὲ τέλος τῆς
3.9.9
ἐπαγγελίας ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς· καὶ πάλιν· Τὸ γάρ, οὐ
3.9.10
μοιχεύσεις, οὐ φονεύσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται,
3.9.11
ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
3.10.1
Ἐπεὶ οὖν ἀρχὴ καὶ τέλος καὶ
3.10.2
πάντα τὰ ἀγαθὰ ἡ ἀγάπη, καὶ ταύτῃ τὸν Παῦλον ζηλώσωμεν· καὶ γὰρ οὗτος ἐντεῦθεν
3.10.3
τοιοῦτος ἐγένετο. Μὴ γάρ μοι τοὺς νεκροὺς εἴπῃς οὓς ἀνέστησε, μηδὲ τοὺς λεπροὺς οὓς
3.10.4
ἐκάθηρεν· οὐδὲν τούτων ὁ Θεὸς ἐπιζητήσει παρὰ σοῦ. Κτῆσαι τὴν ἀγάπην τὴν Παύλου,
3.10.5
καὶ τὸν στέφανον ἕξεις ἀπηρτισμένον. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τῆς ἀγάπης τροφεύς,
3.10.6
οὗτος ὁ καὶ σημείων καὶ θαυμάτων καὶ μυρίων αὐτὴν ἑτέρων προθείς. Ἐπειδὴ γὰρ
3.10.7
σφόδρα αὐτὴν κατωρθώκει, διὰ τοῦτο καὶ μετὰ ἀκριβείας αὐτῆς οἶδε τὴν ἰσχύν.
3.10.8
Ἐντεῦθεν καὶ αὐτὸς τοιοῦτος ἐγένετο, καὶ οὐδὲν οὕτως αὐτὸν ἐποίησεν ἄξιον, ὡς ἡ τῆς
3.10.9
ἀγάπης δύναμις· διὸ καὶ ἔλεγε· Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ'
3.10.10
ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι, τὴν ἀγάπην λέγων, τὴν καλλίστην ὁδὸν καὶ ῥᾳδίαν.
3.10.11
Ταύτην τοίνυν καὶ ἡμεῖς βαδίζωμεν διηνεκῶς, ἵνα καὶ Παῦλον ἴδωμεν, μᾶλλον δὲ τὸν
3.10.12
Παύλου Δεσπότην, καὶ τῶν ἀκηράτων ἐπιτύχωμεν στεφάνων, χάριτι καὶ φιλανθρωπίᾳ
3.10.13
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
3.10.14
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
3.10.15
4. t Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος δʹ

Intertext edge

Open linked passage

Note