Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De laudibus sancti Pauli apostoli
John ChrysostomApos 4 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Ὁ μακάριος Παῦλος, ὁ τήμερον ἡμᾶς συναγαγὼν καὶ τὴν οἰκουμένην
4.1.2
φωτίσας, οὗτος ἐν τῷ καιρῷ τῆς κλήσεως ἐτυφλώθη ποτέ· ἀλλ' ἡ πήρωσις ἐκείνου
4.1.3
φωτισμὸς γέγονε τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν καλῶς ὁ
4.1.4
Θεός, ὥστε ἀναβλέψαι χρησίμως, ὁμοῦ μὲν τῆς ἑαυτοῦ δυνάμεως ἀπόδειξιν αὐτῷ
4.1.5
παρεχόμενος, ὁμοῦ δὲ ἐν τῷ πάθει τὰ μέλλοντα προδιατυπῶν, καὶ τοῦ κηρύγματος τὸν
4.1.6
τρόπον διδάσκων, καὶ ὅτι ταῦτα πάντα οἴκοθεν ἀποβαλόντα, καὶ μύσαντα καὶ τοὺς
4.1.7
ὀφθαλμούς, αὐτῷ πανταχοῦ ἕπεσθαι χρή. Διὸ καὶ αὐτὸς ἐβόα τοῦτο αὐτὸ δηλῶν· Εἴ τις
4.1.8
δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, γενέσθω μωρός, ἵνα γένηται σοφός· ὡς οὐκ ἐνὸν ἀναβλέψαι
4.1.9
καλῶς, μὴ πρότερον πηρωθέντα καλῶς, καὶ τοὺς οἰκείους καὶ ταράτ τοντας αὐτὸν
4.1.10
ἐκβαλόντα λογισμούς, καὶ τῇ πίστει τὸ πᾶν ἐπιτρέψαντα.
4.2.1
Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων ἠναγκασμένην νομιζέτω εἶναι ταύτην τὴν
4.2.2
κλῆσιν· καὶ γὰρ ἐδύνατο πάλιν ἐπανελθεῖν, ὅθεν ἐξέβη. Πολλοὶ γοῦν ἕτερα μείζονα
4.2.3
θαύματα ἰδόντες, ὑπέστρεψαν πάλιν, καὶ ἐν τῇ Καινῇ, καὶ ἐν τῇ Παλαιᾷ· οἷον ὁ Ἰούδας,
4.2.4
ὁ Ναβουχοδονόσορ, ὁ Ἐλύμας ὁμάγος, ὁ Σίμων, ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα, ὅλος τῶν
4.2.5
Ἰουδαίων ὁ δῆμος· ἀλλ' οὐχ ὁ Παῦλος. Ἀλλὰ διαβλέψας πρὸς τὸ ἀκήρατον φῶς τὸν
4.2.6
δρόμον ἐπέτεινε, καὶ πρὸς τὸν οὐρανὸν ἵπτατο. Εἰ δὲ ἐξετάζεις τίνος ἕνεκεν ἐπηρώθη,
4.2.7
ἄκουε αὐτοῦ λέγοντος· Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι
4.2.8
καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ
4.2.9
Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς
4.2.10
ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ἐπεὶ οὖν οὕτω σφοδρὸς ἦν καὶ ἀπρόσιτος,
4.2.11
σφοδροτέρου ἐδεῖτο χαλινοῦ, ἵνα μὴ τῇ ῥύμῃ τῆς προθυμίας ἀγόμενος, καὶ παρακούσῃ
4.2.12
τῶν λεγομένων. Διὰ δὴ τοῦτο καταστέλλων αὐτοῦ τὴν μανίαν ἐκείνην, πρῶτον
4.2.13
κατευνάζει τὰ κύματα τῆς ῥαγδαίας ὀργῆς ἐκείνης διὰ τῆς πηρώσεως, καὶ τότε αὐτῷ
4.2.14
διαλέγεται, δεικνὺς τῆς σοφίας αὐτοῦ τὸ ἀπρόσιτον, καὶ τὸ τῆς γνώσεως ὑπερέχον, καὶ
4.2.15
ἵνα μάθῃ τίνα πολεμεῖ, ὃν οὐ μόνον κολάζοντα, ἀλλ' οὐδὲ εὐεργετοῦντα δύναται
4.2.16
ἐνεγκεῖν. Οὐ γὰρ σκότος αὐτὸν ἐπήρωσεν, ἀλλ' ὑπερβολὴ φωτὸς αὐτὸν ἐσκότισε.
4.3.1
Καὶ τί δήποτε μὴ ἐξ ἀρχῆς τοῦτο ἐγένετο, φησί; Μὴ ζήτει τοῦτο, μηδὲ
4.3.2
περιεργάζου, ἀλλὰ παραχώρει τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας τοῦ καιροῦ τὴν
4.3.3
ἐπιτηδειότητα. Καὶ γὰρ καὶ αὐτὸς τοῦτο ποιεῖ λέγων· Ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με
4.3.4
ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ
4.3.5
ἐν ἐμοί. Οὐκοῦν καὶ σὺ μηδὲν περιεργάζου πλέον, ὅταν Παῦλος τοῦτο λέγῃ. Τότε γάρ,
4.3.6
τότε συνέφερε τῶν σκανδάλων ἀρθέντων ἐκ μέσου. Λοιπὸν ἀπὸ τούτου μάθωμεν, ὅτι
4.3.7
οὐδεὶς οὐδαμῶς οὐδὲ τῶν πρὸ αὐτοῦ, οὐδὲ αὐτὸς οἴκοθεν αὐτὸν εὗρεν, ἀλλ' ὁ Χριστὸς
4.3.8
ἑαυτὸν ἐφανέρωσε. Διὸ καὶ ἔλεγεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην
4.3.9
ὑμᾶς. Ἐπεὶ τίνος ἕνεκεν ὁρῶν τῷ ὀνόματι αὐτοῦ ἀνισταμένους νεκρούς, οὐκ
4.3.10
ἐπίστευσεν; Ὁρῶν γὰρ χωλὸν βαδίζοντα, καὶ δαίμονας δραπετεύοντας, καὶ
4.3.11
παραλυτικοὺς σφιγγομένους, οὐδὲν ἐκαρποῦτο· οὐδὲ γὰρ ἠγνόει ταῦτα ὁ οὕτω
4.3.12
περιεργαζόμενος τοὺς ἀποστόλους. Καὶ Στεφάνου δὲ λιθαζομένου, παρὼν καὶ ἰδὼν τὸ
4.3.13
πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου, οὐδὲν ἐντεῦθεν ἐκέρδανε. Πῶς οὖν οὐδὲν
4.3.14
ἐντεῦθεν ἐκέρδανεν; Ὅτι οὐδέπω ἦν κεκλημένος.
4.4.1
Σὺ δὲ ἀκούων ταῦτα, μὴ ἀναγκαστὴν τὴν κλῆσιν εἶναι νόμιζε· οὐδὲ γὰρ
4.4.2
ἀναγκάζει ὁ Θεός, ἀλλ' ἀφίησι κυρίους εἶναι προαιρέσεων καὶ μετὰ τὴν κλῆσιν. Καὶ γὰρ
4.4.3
Ἰουδαίοις ἀπεκάλυψεν ἑαυτὸν καὶ ὅτε ἐχρῆν, ἀλλ' οὐκ ἠθέλησαν δέξασθαι διὰ τὴν
4.4.4
δόξαν τὴν παρὰ τῶν ἀνθρώπων. Εἰ δὲ λέγοι τις τῶν ἀπίστων, πόθεν δῆλον ὅτι Παῦλον
4.4.5
ἐκάλεσεν ἐξ οὐρανοῦ, καὶ ἐπείσθη; διὰ τί γὰρ μὴ καὶ ἐμὲ ἐκάλεσεν; ἐκεῖνο πρὸς αὐτὸν
4.4.6
ἐροῦμεν· πιστεύεις τοῦτο, εἰπέ μοι ὅλως, ὦ ἄνθρωπε; Οὐκοῦν εἰ πιστεύεις, ἀρκεῖ σοι εἰς
4.4.7
σημεῖον. Εἰ μὲν γὰρ ἀπιστεῖς ὅτι ἐκάλεσεν ἐξ οὐρανοῦ, πῶς λέγεις, διὰ τί μὴ καὶ ἐμὲ
4.4.8
ἐκάλεσεν; εἰ δὲ πιστεύεις ὅτι ἐκάλεσεν, ἀρκεῖ σοι τοῦτο εἰς σημεῖον. Πίστευε τοίνυν· καὶ
4.4.9
γὰρ καὶ σὲ καλεῖ ἐξ οὐρανοῦ, ἐὰν ψυχὴν εὐγνώμονα ἔχῃς· ὡς ἐὰν ἀγνώμων ᾖς καὶ
4.4.10
διεστραμμένος, οὐδὲ τὸ ἐνεχθῆναί σοι φωνὴν ἄνωθεν ἀρκέσει εἰς σωτηρίαν.
4.5.1
Ποσάκις γοῦν ἤκουσαν οἱ Ἰουδαῖοι φωνῆς ἐξ οὐρανοῦ φερομένης, καὶ οὐκ
4.5.2
ἐπίστευσαν; πόσα εἶδον σημεῖα, καὶ ἐν τῇ Καινῇ, καὶ ἐν τῇ Παλαιᾷ, καὶ οὐκ ἐγένοντο
4.5.3
βελτίους; Ἀλλ' ἐν μὲν τῇ Παλαιᾷ, οὗτοι μετὰ μυρία θαύματα ἐμοσχοποίησαν· ἡ δὲ
4.5.4
Ἱεριχουντία πόρνη μηδὲν τούτων θεασαμένη πίστιν ἐπεδείξατο θαυμαστὴν περὶ τοὺς
4.5.5
κατασκόπους. Καὶ ἐν τῇ γῇ δὲ τῆς ἐπαγγελίας οὗτοι μὲν, τῶν σημείων γινομένων,
4.5.6
ἔμενον λίθων ἀναισθητότεροι· οἱ δὲ Νινευῗται τὸν Ἰωνᾶν θεασάμενοι μόνον,
4.5.7
ἐπίστευσαν καὶ μετενόησαν, καὶ τὴν θεήλατον ὀργὴν ἀπεκρούσαντο. Ἐν δὲ τῇ Καινῇ, ἐπ'
4.5.8
αὐτῆς τοῦ Χριστοῦ τῆς παρουσίας, ὁ μὲν λῃστὴς σταυρούμενον ἰδών, προσεκύνησεν·
4.5.9
οὗτοι δὲ νεκροὺς ἐγείροντα θεασάμενοι, καὶ ἔδησαν καὶ ἐσταύρωσαν.
4.6.1
Τί δὲ ἐφ' ἡμῶν; Οὐχὶ πῦρ ἐκ τοῦ ναοῦ, ἐκ τῶν θεμελίων τῶν ἐν Ἱεροσολύμοις
4.6.2
ἐκπηδῆσαν ἐφήλατο τοῖς οἰκο δομοῦσι, καὶ οὕτως αὐτοὺς ἀπέστησε τῆς παρανόμου τότε
4.6.3
ἐπιχειρήσεως; ἀλλ' ὅμως οὐ μετεβάλοντο, οὐδὲ ἀπέθεντο τὴν πώρωσιν. Πόσα δὲ ἕτερα
4.6.4
γέγονε μετ' ἐκεῖνο θαύματα τότε, καὶ οὐδὲν ἐντεῦθεν ἐκέρδαναν; οἷον ὁ κεραυνὸς ὁ
4.6.5
κατὰ τῆς ὀροφῆς τοῦ ναοῦ τοῦ Ἀπόλλωνος κατενεχθείς· ὁ τοῦ δαίμονος αὐτοῦ τούτου
4.6.6
χρησμός, ὃς τὸν τότε βασιλεύοντα ἠνάγκαζε μετακινεῖν τὸν πλησίον κείμενον μάρτυρα,
4.6.7
λέγων· μὴ δύνασθαι φθέγγεσθαι, ἕως ἂν τὴν λάρνακα τὴν ἐκείνου βλέπῃ πλησίον· καὶ
4.6.8
γὰρ ἐκ γειτόνων ἦν κειμένη. Μετὰ τοῦτον πάλιν, ὁ θεῖος ὁ τούτου εἰς τὰ ἱερὰ σκεύη
4.6.9
ἐνυβρίσας, σκωληκόβρωτος γεγονὼς ἐξέψυξε· καὶ ὁ ταμίας δὲ τῶν βασιλικῶν χρημάτων
4.6.10
δι' ἑτέραν παρανομίαν εἰς τὴν Ἐκκλησίαν ὑπ' αὐτοῦ γενομένην, μέσον λακίσας
4.6.11
ἀπώλετο. Πάλιν αἱ πηγαὶ αἱ παρ' ἡμῖν, αἱ νικῶσαι τῷ ῥεύματι τοὺς ποταμούς, ἀθρόον
4.6.12
ἔφυγον καὶ ἀπεπήδησαν, μηδέποτε τοῦτο παθοῦσαι πρότερον, ἀλλ' ὅτε θυσίαις καὶ
4.6.13
σπονδαῖς τὸ χωρίον ἐμόλυνεν ὁ βασιλεύς. Τί ἄν τις εἴποι τὸν λιμὸν τὸν πανταχοῦ τῆς
4.6.14
οἰκουμένης μετὰ τοῦ βασιλέως ταῖς πόλεσι συνεμπεσόντα, αὐτοῦ τοῦ βασιλέως τὸν
4.6.15
θάνατον, τὸν ἐν τῇ Περσῶν χώρᾳ, τὴν πρὸ τοῦ θανάτου ἀπάτην, τὸ στρατόπεδον τὸ ἐν
4.6.16
μέσοις ἀποληφθὲν τοῖς βαρβάροις, καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις, τὴν ἄνοδον
4.6.17
ἐκεῖθεν τὴν θαυμαστὴν καὶ παράδοξον; Ἐπειδὴ γὰρ ὁ μὲν ἀσεβὴς βασιλεὺς ἔπεσεν
4.6.18
ἐλεεινῶς, ἕτερος δὲ εὐσεβὴς διεδέξατο, πάντα εὐθέως ἐλύετο τὰ δεινά· καὶ οἱ ἐν μέσοις
4.6.19
εἰλημμένοι δικτύοις καὶ οὐδεμίαν οὐδαμόθεν διέξοδον ἔχοντες στρατιῶται, τοῦ Θεοῦ
4.6.20
λοιπὸν νεύσαντος, τῶν βαρβάρων ἀπαλλαγέντες μετὰ ἀσφαλείας ἐπανῄεσαν ἁπάσης.
4.6.21
Ταῦτα τίνα οὐχ ἱκανὰ ἐφελκύσασθαι πρὸς τὴν εὐσέβειαν;
4.7.1
Τὰ δὲ παρόντα οὐ πολλῷ τούτων θαυμαστότερα; οὐ σταυρὸς κηρύττεται, καὶ
4.7.2
ἡ οἰκουμένη προστρέχει; οὐ θάνατος καταγγέλλεται ἐπονείδιστος, καὶ πάντες
4.7.3
ἐπιπηδῶσι; μὴ γὰρ οὐκ ἐσταυρώθησαν μυρίοι; μὴ γὰρ μετ' αὐτοῦ τοῦ Χριστοῦ οὐχὶ δύο
4.7.4
λῃσταὶ ἀνεσκολοπίσθησαν; μὴ γὰρ οὐκ ἐγένοντο πολλοὶ σοφοί; μὴ γὰρ οὐκ ἐγένοντο
4.7.5
πολλοὶ δυνατοί; τίνος ὄνομά ποτε οὕτως ἐκράτησε; καὶ τί λέγω σοφοὺς καὶ δυνατούς;
4.7.6
μὴ γὰρ οὐκ ἐγένοντο βασιλεῖς ἐπίδοξοι; τίς οὕτω περιεγένετο τῆς οἰκουμένης ἐν βραχεῖ
4.7.7
χρόνῳ; Μὴ γάρ μοι λέγε τὰς αἱρέσεις τὰς ποικίλας καὶ παντοδαπάς· πάντες γὰρ τὸν
4.7.8
αὐτὸν Χριστὸν κηρύττουσιν, εἰ καὶ μὴ ὑγιῶς πάντες, ἐκεῖνον τὸν ἐν Παλαιστίνῃ πάντες
4.7.9
προσκυνοῦσι σταυρωθέντα, τὸν ἐπὶ Ποντίου Πιλάτου. Ταῦτα οὖν οὐ δοκεῖ τῆς δυνάμεως
4.7.10
αὐτοῦ σαφεστέραν ἔχειν ἀπόδειξιν τῆς φωνῆς ἐκείνης τῆς ἐξ οὐρανοῦ κατενεχθείσης;
4.7.11
Διὰ τί γὰρ μηδεὶς οὕτω περιεγένετο βασιλεὺς ὡς οὗτος ἐκράτησε, καὶ ταῦτα μυρίων
4.7.12
ὄντων τῶν κωλυμάτων; καὶ γὰρ βασιλεῖς ἐπολέμησαν, καὶ τύραννοι παρετάξαντο, καὶ
4.7.13
δῆμοι πάντες κατεξανέστησαν, καὶ τὰ ἡμέτερα ὅμως οὐκ ἠλαττοῦτο, ἀλλὰ καὶ μᾶλλον
4.7.14
λαμπρότερα ἐγίνετο. Πόθεν οὖν, εἴπατέ μοι, ἡ τοσαύτη ἰσχύς;
4.8.1
Μάγος ἦν, φησί. Μόνος οὖν οὗτος μάγος τοιοῦτος ἐγένετο. Πάντως
4.8.2
ἠκούσατε, ὅτι καὶ παρὰ Πέρσαις καὶ Ἰνδοῖς πολλοὶ γεγόνασι μάγοι, καί εἰσιν ἔτι καὶ νῦν·
4.8.3
ἀλλ' οὐδὲ ὄνομα αὐτῶν ἐστιν οὐδαμοῦ. Ἀλλ' ὁ ἐκ Τυάνων, φησίν, ἀπατεὼν ἐκεῖνος καὶ
4.8.4
γόης, καὶ αὐτὸς ἔλαμψε. Ποῦ καὶ πότε; Ἐν μικρῷ μέρει τῆς οἰκουμένης, καὶ πρὸς βραχὺν
4.8.5
χρόνον, καὶ ἐσβέσθη ταχέως καὶ ἀπώλετο, οὐκ Ἐκκλησίαν καταλιπών, οὐ λαόν, οὐκ
4.8.6
ἄλλο τι τοιοῦτον οὐδέν. Καὶ τί λέγω μάγους καὶ γόητας τοὺς σβεσθέντας; πόθεν τὰ τῶν
4.8.7
θεῶν ἐπαύθη πάντα, καὶ ὁ Δωδωναῖος, καὶ ὁ Κλάριος, καὶ πάντα τὰ πονηρὰ ταῦτα
4.8.8
ἐργαστήρια σιγᾷ καὶ ἐπεστόμισται;
4.9.1
Πόθεν οὖν οὐ τοῦτον μόνον τὸν σταυρωθέντα, ἀλλὰ καὶ τὰ ὀστᾶ τῶν ὑπὲρ
4.9.2
αὐτοῦ σφαγέντων πεφρίκασι δαίμονες; τίνος δὲ ἕνεκεν καὶ σταυρὸν ἀκούοντες
4.9.3
ἀποπηδῶσι; Καὶ μὴν καταγελᾶν ἔδει· μὴ γὰρ λαμπρὸν καὶ ἐπίσημον ὁ σταυρός;
4.9.4
Τοὐναντίον μὲν οὖν, αἰσχρὸν καὶ ἐπονείδιστον. Θάνατος γάρ ἐστι καταδίκου· θάνατός
4.9.5
ἐστιν ὁ κακῶν ἔσχατος, καὶ παρὰ Ἰουδαίοις ἐπάρατος, καὶ παρὰ Ἕλλησι βδελυκτός.
4.9.6
Πόθεν οὖν αὐτὸν ἐδεδοίκεισαν δαίμονες; ἆρ' οὐκ ἀπὸ τῆς τοῦ σταυρωθέντος δυνάμεως;
4.9.7
Εἰ γὰρ αὐτὸ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἐδεδοίκεισαν, μάλιστα μὲν οὖν καὶ τοῦτο ἀνάξιον
4.9.8
θεῶν· πλὴν πολλοὶ καὶ πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἐσταυρώθησαν, καὶ μετ' αὐτοῦ δὲ δύο.
4.9.9
Τί οὖν, εἰ εἴποι τις, ἐν ὀνόματι τοῦ λῃστοῦ τοῦ σταυρωθέντος, ἢ τοῦ δεῖνος, ἢ τοῦ
4.9.10
δεῖνος, φεύξεται ὁ δαίμων; Οὐδαμῶς, ἀλλὰ καὶ γελάσεται. Ἐὰν δὲ τὸν Ἰησοῦν προσθῇς
4.9.11
τὸν Ναζωραῖον, καθάπερ ἀπὸ πυρός τινος φεύγουσι. Τί οὖν ἂν εἴποις; πόθεν ἐκράτησεν;
4.9.12
ὅτι πλάνος ἦν; Ἀλλ' οὐ τοιαῦτα αὐτοῦ τὰ παραγγέλματα· ἄλλως δέ, καὶ πλάνοι πολλοὶ
4.9.13
γεγόνασιν. Ἀλλ' ὅτι μάγος; Ἀλλ' οὐ τοῦτο μαρτυρεῖ τὰ δόγματα· καὶ μάγων πολλὴ
4.9.14
πολλάκις ἐγένετο φορά. Ἀλλ' ὅτι σοφός; Ἀλλὰ σοφοὶ πολλοὶ πολλάκις ἐγένοντο. Τίς
4.9.15
οὖν οὕτως ἐκράτησεν; Οὐδεὶς οὐδέποτε, οὐδὲ κατὰ μικρὸν ἐγγύς.
4.10.1
Ὅθεν δῆλον ὅτι οὐκ ἐπειδὴ μάγος ἦν, οὐδὲ ὅτι πλάνος ἦν, ἀλλ' ἐπειδὴ
4.10.2
τούτων διορθωτής, καὶ θεία δύναμίς τις καὶ ἄμαχος, διὰ τοῦτο καὶ αὐτὸς πάντων
4.10.3
περιεγένετο, καὶ τῷ σκηνοποιῷ τούτῳ τοσαύτην ἐνέπνευσε δύναμιν, ὅσην αὐτὰ τὰ
4.10.4
πράγματα μαρτυρεῖ. Ἄνθρωπος γὰρ ἐπ' ἀγορᾶς ἑστηκώς, περὶ δέρματα τὴν τέχνην ἔχων,
4.10.5
τοσοῦτον ἴσχυσεν, ὡς καὶ Ῥωμαίους, καὶ Πέρσας, καὶ Ἰνδούς, καὶ Σκύθας, καὶ Αἰθίοπας,
4.10.6
καὶ Σαυρομάτας, καὶ Πάρθους, καὶ Μήδους, καὶ Σαρακηνούς, καὶ ἅπαν ἁπλῶς τὸ τῶν
4.10.7
ἀνθρώπων γένος πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν ἐν ἔτεσιν οὐδὲ ὅλοις τριάκοντα.
4.10.8
Πόθεν οὖν, εἰπέ μοι, ὁ ἀγοραῖος, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκώς, καὶ σμίλην μεταχειρίζων,
4.10.9
καὶ αὐτὸς τοιαῦτα ἐφιλοσόφει, καὶ τοὺς ἄλλους ἔπεισε, καὶ ἔθνη, καὶ πόλεις, καὶ χώρας,
4.10.10
οὐ λόγων ἰσχὺν ἐπιδεικνύμενος, ἀλλὰ καὶ τοὐναντίον ἅπαν, τὴν ἐσχάτην ἀμαθίαν
4.10.11
ἀμαθὴς ὤν; Ἄκουσον γοῦν αὐτοῦ λέγοντος, καὶ οὐκ αἰσχυνομένου· Εἰ καὶ ἰδιώτης τῷ
4.10.12
λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Οὐ χρήματα κεκτημένος. Καὶ γὰρ καὶ τοῦτο αὐτός φησι· Μέχρι
4.10.13
τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ κολαφιζόμεθα. Καὶ τί λέγω χρήματα,
4.10.14
ὅπου γε οὐδὲ τῆς ἀναγκαίας πολλάκις εὐπόρει τροφῆς, οὐδὲ ἱμάτιον περιβαλέσθαι εἶχεν;
4.10.15
Ὅτι δὲ οὐδὲ ἐξ ἐπιτηδεύματος λαμπρὸς ἦν, καὶ τοῦτο ὁ μαθητὴς αὐτοῦ δείκνυσι λέγων
4.10.16
ὅτι· Ἔμεινε πρὸς Ἀκύλαν καὶ Πρίσκιλλαν διὰ τὸ ὁμότεχνον· ἦσαν γὰρ σκηνοποιοὶ τὴν
4.10.17
τέχνην. Οὐκ ἀπὸ προγόνων ἐπίσημος· πῶς γάρ, τοιοῦτον ἐπιτήδευμα ἔχων; Οὐκ ἀπὸ
4.10.18
πατρίδος, οὐκ ἀπὸ ἔθνους. Ἀλλ' ὅμως ἐλθὼν εἰς μέσον, καὶ φανεὶς μόνον, πάντα
4.10.19
ἐτάραξε τὰ τῶν ἐναντίων, πάντα συνέχεε, καὶ καθάπερ πῦρ εἰς καλάμην ἐμπεσὸν καὶ
4.10.20
χόρτον, οὕτω κατέκαυσε τὰ τῶν δαιμόνων, καὶ εἰς ἅπερ ἐβούλετο, πάντα μετέστησε.
4.11.1
Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστόν, ὅτι αὐτὸς τοιοῦτος ὢν τοσαῦτα
4.11.2
ἴσχυσεν, ἀλλ' ὅτι καὶ οἱ πλείους τῶν μαθητευομένων, πένητες, ἰδιῶται, ἀπαίδευτοι,
4.11.3
λιμῷ συζῶντες, ἄσημοι καὶ ἐξ ἀσήμων. Καὶ ταῦτα καὶ αὐτὸς κηρύττει, καὶ οὐκ
4.11.4
αἰσχύνεται λέγων αὐτῶν τὴν πενίαν, μᾶλλον δὲ οὐδὲ προσαιτῶν ὑπὲρ αὐτῶν.
4.11.5
Πορεύομαι γάρ, φησίν, εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις, καὶ πάλιν· Κατὰ μίαν
4.11.6
σαββάτων ἕκαστος ὑμῶν τιθέτω παρ' ἑαυτῷ θησαυρίζων, ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι
4.11.7
γίνωνται. Ὅτι δὲ καὶ τὸ πλεῖον αὐτῶν ἐξ ἰδιωτῶν συνειστήκει, Κορινθίοις ἐπιστέλλων,
4.11.8
φησί· Βλέπετε τὴν κλῆσιν ὑμῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα· καὶ ὅτι ἐξ ἀσήμων· Οὐ
4.11.9
πολλοί, φησίν, εὐγενεῖς· καὶ οὐ μόνον οὐκ εὐγενεῖς, ἀλλὰ καὶ σφόδρα εὐτελεῖς. Καὶ γὰρ
4.11.10
τὰ ἀσθενῆ, φησί, τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ.
4.11.11
Ἀλλ' ἰδιώτης μὲν καὶ ἀπαίδευτος, πιθανὸς δὲ ὁπωσοῦν εἰπεῖν; Οὐδὲ τοῦτο. Καὶ τοῦτο
4.11.12
αὐτὸς πάλιν δείκνυσι λέγων· Κἀγὼ ἦλθον πρὸς ὑμᾶς, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας,
4.11.13
καταγγέλλων ὑμῖν τὸ μαρτύριον. Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν
4.11.14
Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον· καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς
4.11.15
σοφίας λόγοις.
4.12.1
Ἀλλὰ τὸ κηρυττόμενον ἱκανὸν ἐπισπάσασθαι; Ἀλλ' ἄκουσον καὶ περὶ αὐτοῦ
4.12.2
τί φησιν· Ἐπεὶ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ
4.12.3
κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν. Ἀλλ'
4.12.4
ἀδείας ἀπέλαυσεν; Ἀλλ' οὐδὲ ἀνέπνει ποτὲ τῶν κινδύνων. Καὶ γὰρ ἐν ἀσθενείᾳ, φησί,
4.12.5
καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· οὐκ αὐτὸς δὲ μόνον, ἀλλὰ καὶ οἱ
4.12.6
μαθηταὶ τὰ αὐτὰ ἔπασχον. Μέμνησθε γάρ, φησί, τὰς πρότερον ἡμέρας, ἐν αἷς
4.12.7
φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθη μάτων· τοῦτο μέν, ὀνειδισμοῖς καὶ
4.12.8
θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτω πασχόντων γενηθέντες. Καὶ γὰρ
4.12.9
τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ πάλιν
4.12.10
Θεσσαλονικεῦσι γράφων λέγει· Ὑμεῖς γὰρ τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν,
4.12.11
καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ τοὺς
4.12.12
ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις
4.12.13
ἐναντίων. Καὶ Κορινθίοις δὲ πάλιν ἐπιστέλλων ἔλεγεν ὅτι· Περισσεύει τὰ παθήματα τοῦ
4.12.14
Χριστοῦ εἰς ὑμᾶς, καὶ ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς
4.12.15
παρακλήσεως, καὶ Γαλάταις· Τοσαῦτα ἐπάθετε εἰκῇ, φησίν, εἴ γε καὶ εἰκῇ.
4.13.1
Ὅταν οὖν καὶ ὁ κηρύττων ἰδιώτης ᾖ καὶ πένης καὶ ἄσημος, καὶ τὸ
4.13.2
κηρυττόμενον οὐκ ἐπαγωγόν, ἀλλὰ καὶ σκάνδαλον ἔχον, καὶ οἱ ἀκούοντες αὐτὸ πένητες
4.13.3
καὶ ἀσθενεῖς καὶ οὐδένες, καὶ κίνδυνοι ἐπάλληλοι καὶ συνεχεῖς καὶ τοῖς διδασκάλοις καὶ
4.13.4
τοῖς μαθηταῖς, καὶ ὁ καταγγελλόμενος ἐσταυρωμένος, τί τὸ ποιῆσαν κρατήσειν; Οὐκ
4.13.5
εὔδηλον ὅτι θεία τις καὶ ἀπόρρητος δύναμις; Παντί που δῆλον. Καὶ τοῦτο καὶ ἀπὸ τῶν
4.13.6
ἐναντίων ἔστι κατιδεῖν. Ὅταν γὰρ ἴδῃς τὰ ἐναντία τούτων συνδραμόντα, καὶ πλοῦτον,
4.13.7
καὶ εὐγένειαν, καὶ πατρίδος μέγεθος, καὶ ῥητο ρείας δεινότητα, καὶ ἄδειαν καὶ
4.13.8
θεραπείαν πολλήν, καὶ εὐθέως σβεσθέντα τὰ καινοτομηθέντα, τούτους δὲ ἀπὸ τῶν
4.13.9
ἐναντίων περιγενομένους, τί τὸ αἴτιον, εἰπέ μοι; Ταὐτὸν γὰρ συνέβη, οἷον ἂν εἰ μετὰ
4.13.10
στρατοπέδων καὶ ὅπλων καὶ παρατάξεως τοῦ βασιλεύοντος μὴ δυνηθέντος κρατῆσαι
4.13.11
τῶν βαρβάρων, πτωχός τις γυμνὸς καὶ μόνος, καὶ μηδὲ ἀκόντιον μεταχειρίζων, μηδὲ
4.13.12
ἱμάτιον ἔχων, εἰσελθὼν διαπράξοιτο ἃ μετὰ ὅπλων καὶ παρασκευῆς οὐκ ἴσχυσαν ἕτεροι.
4.14.1
Μὴ τοίνυν ἀγνωμόνει, ἀλλὰ καθ' ἑκάστην φέρε τὴν ψῆφον, καὶ προσκύνει
4.14.2
τοῦ σταυρωθέντος τὴν δύναμιν. Οὐδὲ γάρ, ἂν ἴδῃς τινὰ πόλεις κατασκευάζοντα, καὶ
4.14.3
τάφρους περιελαύνοντα, καὶ μηχανήματα προσάγοντα τείχεσι, καὶ ὅπλα χαλκεύοντα,
4.14.4
καὶ στρατιώτας καταλέγοντα, καὶ χρήματα ἔχοντα ἄπειρα, καὶ μὴ δυνάμενον πόλιν μίαν
4.14.5
ἑλεῖν, ἄλλον δὲ γυμνῷ σώματι προσβαλόντα, καὶ χερσὶ μόναις χρώμενον, οὐχὶ μίαν καὶ
4.14.6
δευτέραν καὶ εἴκοσι πόλεις, ἀλλὰ μυρίας κατὰ τὴν οἰκουμένην ἐπιτρέχοντα, καὶ
4.14.7
αὐτάνδρους λαμβάνοντα, ἀνθρωπίνης ἂν εἴποις εἶναι τοῦτο δυνάμεως. Οὕτω δῆλον ὅτι
4.14.8
καὶ νῦν. Διὰ γὰρ τοῦτο συνεχώρησεν ὁ Θεὸς καὶ λῃστὰς σταυρωθῆναι, καὶ πρὸ αὐτοῦ
4.14.9
τινας ἀπατεῶνας φανῆναι, ἵνα καὶ ἀπὸ συγκρίσεως τοῖς σφόδρα ἀναισθητοῦσι δειχθῇ
4.14.10
τῆς ἀληθείας ἡ ὑπεροχή, καὶ σὺ μάθῃς ὅτι οὐκ ἐκείνων εἷς οὗτος, ἀλλὰ πολὺ καὶ
4.14.11
ἄπειρον τούτου καὶ ἐκείνων τὸ μέσον. Οὐδὲν γὰρ αὐτοῦ τὴν δόξαν συσκιάσαι ἴσχυσεν,
4.14.12
οὐ τὸ τῶν αὐτῶν κοινωνῆσαι παθῶν, οὐ τὸ τοῖς αὐτοῖς χρόνοις συνδραμεῖν. Εἰ μὲν γὰρ
4.14.13
τὸν σταυρὸν οἱ δαίμονες δεδοίκασι, καὶ οὐ τοῦ σταυρωθέντος τὴν ἰσχύν, ἐμφράττει τῶν
4.14.14
ταῦτα λεγόντων τὸ στόμα τῶν λῃστῶν ἡ ξυνωρίς. Εἰ δὲ καὶ ἡ δυσκολία τῶν καιρῶν τὸ
4.14.15
πᾶν ἤνυσεν, ἀπολογοῦνται οἱ περὶ Θευδᾶν καὶ Ἰούδαν, περὶ τῶν αὐτῶν ἡμῖν
4.14.16
ἐπιχειρήσαντες μετὰ καὶ ἑτέρων πολλῶν τῶν σημείων, καὶ διαφθαρέντες. Ὅπερ γὰρ
4.14.17
ἔφην, διὰ τοῦτο ταῦτα εἴασεν ὁ Θεός, ἵνα ἐκ περιουσίας τὰ αὐτοῦ δείξῃ. Διὰ τοῦτο καὶ
4.14.18
ψευδοπροφήτας ἐπὶ τῶν προφητῶν φανῆναι συνεχώρησε, καὶ ψευδαποστόλους ἐπὶ τῶν
4.14.19
ἀποστόλων, ἵνα μάθῃς ὅτι οὐδὲν τῶν αὐτοῦ συσκιάσαι δύναται.
4.15.1
Εἴπω σοι καὶ ἑτέρωθεν δύναμιν κηρύγματος θαυμαστὴν καὶ παράδοξον, καὶ
4.15.2
δείξω σοι καὶ διὰ τῶν πολεμούντων αἰρόμενον αὐτὸν καὶ αὐξανόμενον; Τῷ Παύλῳ
4.15.3
τούτῳ ποτέ τινες πολεμοῦντες, ἐκήρυττον τουτὶ τὸ δόγμα ἐν Ῥώμῃ. Βουλόμενοι γὰρ τὸν
4.15.4
Νέρωνα παροξῦναι πολεμοῦντα τῷ Παύλῳ, ἀναδέχονται καὶ αὐτοὶ κηρύττειν, ἵνα
4.15.5
μᾶλλον ἐξαφθέντος τοῦ λόγου, καὶ πλειόνων γενομένων μαθητῶν, θερμότερος ὁ θυμὸς
4.15.6
τοῦ τυράννου γένηται, καὶ ἀγριωθῇ τὸ θηρίον. Καὶ τοῦτο αὐτὸς ὁ Παῦλος Φιλιππησίοις
4.15.7
ἐπιστέλλων ἔλεγε· Γινώσκειν ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ' ἐμὲ μᾶλλον εἰς
4.15.8
προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς πλείονας τῶν ἀδελφῶν πεποιθότας τοῖς
4.15.9
δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. Τινὲς μὲν καὶ διὰ φθόνον
4.15.10
καὶ ἔριν, τινὲς δὲ καὶ δι' εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἐριθείας, οὐχ
4.15.11
ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς
4.15.12
ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει, εἴτε
4.15.13
ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. Εἶδες πῶς πολλοὶ ἐξ ἐριθείας ἐκήρυττον; Ἀλλ' ὅμως
4.15.14
καὶ διὰ τῶν ἐναντίων ἐκράτει.
4.16.1
Μετὰ δὲ τούτων, καὶ ἕτερα ἦν τὰ ἀντικρούοντα. Καὶ γὰρ καὶ νόμοι παλαιοὶ
4.16.2
οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ἠναντιοῦντο καὶ ἐπολέμουν, καὶ ἡ πονηρία καὶ ἡ
4.16.3
ἄγνοια τῶν διαβαλλόντων· βασιλέα γάρ, φασίν, ἔχουσι τὸν Χριστόν. Οὐ γὰρ δὴ ᾔδεισαν
4.16.4
τὴν ἄνω βασιλείαν αὐτοῦ, τὴν φρικτὴν ἐκείνην καὶ ἀπέραντον, ἀλλ' ὡς τυραν νίδα
4.16.5
αὐτῶν ἐπεισαγόντων τῇ οἰκουμένῃ, οὕτω διέβαλον. Καὶ κοινῇ πάντες, καὶ ἰδίᾳ ἕκαστος
4.16.6
αὐτοῖς ἐπύκτευε· κοινῇ μέν, ὡς τῆς πολιτείας ἀναιρουμένης, καὶ τῶν νόμων
4.16.7
ἀνατρεπομένων· ἰδίᾳ δέ, ὡς ἑκάστης οἰκίας διασπωμένης καὶ καταλυομένης. Καὶ γὰρ
4.16.8
πατὴρ ἐπολέμει παιδὶ τότε, καὶ υἱὸς ἠρνεῖτο πατέρα, καὶ γυναῖκες ἄνδρας, καὶ ἄνδρες
4.16.9
γυναῖκας, καὶ θυγατέρες μητέρας, καὶ συγγενεῖς συγγενεῖς, καὶ φίλοι φίλους, καὶ
4.16.10
ποικίλος τις ἦν ὁ πόλεμος οὗτος καὶ παντοδαπός, εἰς τὰς οἰκίας ἕρπων, συγγενεῖς
4.16.11
διασπῶν, βουλευτήρια ταράττων, δικαστήρια θορυβῶν, ὡς τῶν πατρίων ἐθῶν
4.16.12
καταλυομένων, καὶ ἑορτῶν καὶ θεραπείας δαιμόνων ἀνατρεπομένης, ἃ τοῖς πάλαι
4.16.13
νομοθέταις πρὸ τῶν ἄλλων ἁπάντων περισπούδαστα ἦν. Καὶ μετὰ τούτων καὶ ἡ τῆς
4.16.14
τυραννίδος ὑποψία πάντοθεν αὐτοὺς ἐλαύνεσθαι ἐποίει. Καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν, ὅτι
4.16.15
παρὰ μὲν Ἕλλησι ταῦτα, παρὰ δὲ τοῖς Ἰουδαίοις ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖνοι πολλῷ
4.16.16
χαλεπώτερον ἐπετίθεντο· καὶ γὰρ καὶ αὐτοὶ πολιτείας ἀναίρεσιν ᾐτιῶντο. Οὐ παύεται
4.16.17
γάρ, φησί, λαλῶν ῥήματα βλάσφημα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου.
4.17.1
Ἀλλ' ὅμως πάντοθεν τῆς πυρᾶς ἀναπτομένης, ἀπὸ τῶν οἰκιῶν, ἀπὸ τῶν
4.17.2
πόλεων, ἀπὸ τῶν ἀγρῶν, ἀπὸ τῆς ἐρημίας, ἀπὸ τῶν Ἑλλήνων, ἀπὸ τῶν Ἰουδαίων, ἀπὸ
4.17.3
τῶν ἀρχόντων, ἀπὸ τῶν ἀρχομένων, ἀπὸ τῶν συγγενῶν, ἀπὸ τῆς γῆς, ἀπὸ τῆς
4.17.4
θαλάττης, ἀπὸ τῶν βασιλευόντων, καὶ πάντων ἀλλήλους ἐξαγριούντων, καὶ θηρίου
4.17.5
παντὸς χαλεπώτερον ἐπιτιθεμένων, ὁ μακάριος οὗτος εἰς τοσαύτας καμίνους ἐμπηδῶν,
4.17.6
καὶ ἐν μέσῳ λύκων ἱστάμενος, καὶ πάντοθεν βαλλόμενος, οὐ μόνον οὐ κατεχώσθη,
4.17.7
ἀλλὰ καὶ πάντας αὐτοὺς εἰς τὴν ἀλήθειαν μετήγαγεν. Εἴπω καὶ ἄλλους πρὸς τούτοις
4.17.8
πολέμους χαλεπωτάτους· ὁ τῶν ψευδαποστόλων, τὸ μάλιστα πάντων αὐτὸν λυποῦν, ὁ
4.17.9
τῶν οἰκείων τῶν ἀσθενούντων· πολλοὶ γὰρ πιστεύοντες διεφθείροντο· ἀλλὰ καὶ πρὸς
4.17.10
ταῦτα ἤρκεσε. Πόθεν καὶ ἐκ ποίας ἰσχύος; Τὰ ὅπλα ἡμῶν, φησίν, οὐ σαρκικά, ἀλλὰ
4.17.11
δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα
4.17.12
ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Διὰ τοῦτο πάντα μετεβάλλετο, καὶ
4.17.13
μετερρυθμίζετο ἀθρόον.
4.18.1
Καὶ ὥσπερ πυρᾶς ἀναφθείσης, αἱ ἄκανθαι, κατὰ μικρὸν δαπανώμεναι,
4.18.2
εἴκουσι καὶ παραχωροῦσι τῇ φλογί, καὶ καθαρὰς ποιοῦσι τὰς ἀρούρας· οὕτω δὴ καὶ τῆς
4.18.3
Παύλου γλώττης φθεγγομένης, καὶ πάντα πυρὸς σφοδρότερον ἐπιούσης, εἶκεν ἅπαντα
4.18.4
καὶ παρεχώρει, καὶ δαιμόνων θεραπεῖαι, καὶ ἑορταί, καὶ πανηγύρεις, καὶ πάτρια ἔθη, καὶ
4.18.5
νόμων διαφθοραί, καὶ δήμων θυμοί, καὶ τυράννων ἀπειλαί, καὶ οἰκείων ἐπιβουλαί, καὶ
4.18.6
ψευδαποστόλων κακουργίαι· μᾶλλον δέ, καθάπερ τῆς ἀκτῖνος ἀνισχούσης, καὶ σκότος
4.18.7
ἐλαύνεται, καὶ θηρία καταδύεται καὶ φωλεύει λοιπόν, καὶ λῃσταὶ δραπετεύουσι, καὶ
4.18.8
ἀνδροφόνοι περὶ τὰ σπήλαια καταφεύγουσι, καὶ πειραταὶ ἀφίστανται, καὶ τυμβωρύχοι
4.18.9
ἀναχωροῦσι, καὶ μοιχοὶ καὶ κλέπται καὶ τοιχωρύχοι, ἅτε ἀπὸ τῆς ἀκτῖνος ἐλέγχεσθαι
4.18.10
μέλλοντες, ἀπελθόντες που μακρὰν ἑαυτοὺς ἀφανίζουσι, καὶ πάντα διαφανῆ καὶ
4.18.11
λαμπρὰ γίνεται, καὶ γῆ, καὶ θάλαττα, τῆς ἀκτῖνος ἄνωθεν πάντα καταυγαζούσης, τὰ
4.18.12
πελάγη, τὰ ὄρη, τὰς χώρας, τὰς πόλεις· οὕτω δὴ καὶ τότε τοῦ κηρύγματος φανέντος, καὶ
4.18.13
τοῦ Παύλου πανταχοῦ τοῦτο διασπείροντος, ἠλαύνετο μὲν ἡ πλάνη, ἐπανῄει δὲ ἡ
4.18.14
ἀλήθεια, κνῖσαι δὲ καὶ καπνός, καὶ κύμβαλα καὶ τύμπανα, καὶ μέθαι καὶ κῶμοι, καὶ
4.18.15
πορνεῖαι, καὶ μοιχεῖαι, καὶ τὰ ἄλλα, ἃ μηδὲ εἰπεῖν καλόν, τὰ ἐν τοῖς ἱεροῖς τῶν εἰδώλων
4.18.16
τελούμενα ἔληγε καὶ ἐδαπανᾶτο, καθάπερ κηρὸς ὑπὸ πυρὸς τηκόμενα, καθάπερ ἄχυρα
4.18.17
ὑπὸ φλογὸς δαπανώμενα· ἡ δὲ λαμπρὰ τῆς ἀληθείας φλὸξ ἀνῄει φαιδρὰ καὶ ὑψηλὴ πρὸς
4.18.18
αὐτὸν τὸν οὐρανόν, ὑπ' αὐτῶν τῶν κωλυόντων αἰρομένη, καὶ διὰ τῶν ἐμποδιζόντων
4.18.19
αὐξανομένη· καὶ οὐδὲ κίνδυνος ἐπεῖχεν αὐτῆς τὴν φορὰν καὶ τὴν ῥύμην τὴν ἀκάθεκτον,
4.18.20
οὐ συνηθείας τυραννὶς παλαιοτάτης, οὐ πατρίων ἐθῶν καὶ νόμων ἰσχύς, οὐ τὸ τῆς
4.18.21
διδασκαλίας τῶν νόμων δυσπαράδεκτον, οὐκ ἄλλο τῶν εἰρημένων οὐδέν.
4.19.1
Καὶ ἵνα μάθῃς ἡλίκον τοῦτό ἐστιν, ἀπείλησον τοῖς Ἕλλησιν, οὐ λέγω
4.19.2
κινδύνους καὶ θανάτους καὶ λιμόν, ἀλλ' ὀλίγην ζημίαν χρημάτων, καὶ ὄψει
4.19.3
μεταβαλλομένους εὐθέως. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ πάντων κατακοπτομένων
4.19.4
καὶ σφαζομένων, καὶ πανταχοῦ πολεμουμένων, καὶ ποικίλοις τρόποις πολέμων,
4.19.5
ἀνθηρότερα ταῦτα ἐγίνετο. Καὶ τί λέγω τοὺς παρόντας Ἕλληνας νῦν, τοὺς εὐτελεῖς καὶ
4.19.6
εὐκαταφρονήτους; Τοὺς τότε θαυμαστοὺς παραγάγωμεν εἰς μέσον, τοὺς ἐπὶ φιλοσοφίᾳ
4.19.7
βεβοημένους, τὸν Πλάτωνα, τὸν Διαγόραν, τὸν Κλαζομένιον, καὶ ἑτέρους πολλοὺς
4.19.8
τοιούτους, καὶ ὄψει τότε τοῦ κηρύγματος τὴν ἰσχύν. Μετὰ γὰρ τὸ κώνειον τοῦ
4.19.9
Σωκράτους, οἱ μὲν εἰς Μέγαρα ἀπῆλθον, δεδοικότες μὴ τὰ αὐτὰ πάθωσιν· οἱ δὲ καὶ τῆς
4.19.10
πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσον, καὶ πλέον μιᾶς γυναικός, οὐδενὸς ἑτέρου
4.19.11
περιεγένοντο· ὁ δὲ Κιτιεὺς ἐν τοῖς γράμμασιν ἀφεὶς τὴν πολιτείαν, οὕτω κατέλυσε.
4.19.12
Καίτοι οὐδὲν ἦν τότε τὸ ἐμποδίζον, οὐ κίνδυνος, οὐκ ἰδιωτεία, ἀλλὰ καὶ δεινοὶ λέγειν
4.19.13
ἦσαν, καὶ χρημάτων εὐπόρουν, καὶ τῆς παρὰ πᾶσι βοωμένης πατρίδος ἐτύγχανον ὄντες·
4.19.14
ἀλλ' οὐδὲν ἴσχυσαν. Τοιοῦτον γὰρ ἡ πλάνη, καὶ μηδενὸς ἐνοχλοῦντος, καταρρεῖ·
4.19.15
τοιοῦτον ἡ ἀλήθεια, καὶ πολλῶν πολεμούντων, διεγείρεται.
4.20.1
Καὶ ταῦτα αὐτὴ ἡ τῶν πραγμάτων ἀλήθεια βοᾷ καὶ οὐδὲν δεῖ λόγων, οὐδὲ
4.20.2
ῥημάτων, τῆς οἰκουμένης πάντοθεν φωνὴν ἀφιείσης, τῶν πόλεων, τῶν ἀγρῶν, τῆς γῆς,
4.20.3
τῆς θαλάττης, τῆς οἰκουμένης, τῆς ἀοικήτου, τῶν ἐν ταῖς ἀκρωρείαις. Οὐδὲ γὰρ τὴν
4.20.4
ἔρημον ἀφῆκεν ἄμοιρον τῆς εὐεργεσίας αὐτοῦ, ἀλλὰ καὶ αὐτὴν μάλιστα ἐνέπλησεν, ὧν
4.20.5
ἐκ τοῦ οὐρανοῦ φέρων ἦλθεν ἡμῖν ἀγαθῶν, διὰ τῆς Παύλου γλώττης, διὰ τῆς χάριτος
4.20.6
τῆς ἐντεθείσης αὐτῷ. Ἐπειδὴ γὰρ ἀξίαν τῆς δωρεᾶς προθυμίαν παρέσχετο, καὶ δαψιλὴς
4.20.7
ἡ χάρις ἐξέλαμψε, καὶ τὰ πλείονα τῶν εἰρημένων διὰ τῆς τούτου κατωρθώθη γλώττης.
4.21.1
Ἐπεὶ οὖν οὕτω τὸ γένος ἡμῶν ἐτίμησεν ὁ Θεός, ὡς ἕνα ἄνθρωπον
4.21.2
καταξιῶσαι τοσούτων γενέσθαι κατορθωμάτων αἴτιον, ζηλώσωμεν, μιμησώμεθα,
4.21.3
σπουδάσωμεν γενέσθαι κατ' ἐκεῖνον καὶ ἡμεῖς, καὶ μὴ ἀδύνατον τοῦτο εἶναι νομίζωμεν.
4.21.4
Ὃ γὰρ πολλάκις εἶπον, τοῦτο λέγων οὐ παύσομαι, ὅτι καὶ σῶμα ἐν αὐτῷ τὸ αὐτὸ ἦν
4.21.5
ἡμῖν, καὶ τροφαὶ αἱ αὐταί, καὶ ψυχὴ ἡ αὐτή· ἀλλ' ἡ προαίρεσις μεγάλη, καὶ ἡ προθυμία
4.21.6
λαμπρά· καὶ τοῦτο ἐκεῖνον τοιοῦτον ἐποίησε. Μηδεὶς τοίνυν ἀπογινωσκέτω, μηδεὶς
4.21.7
ἀπαγορευέτω. Ἐὰν γὰρ παραστήσῃς σου τὴν διάνοιαν, οὐδὲν τὸ κωλῦον τὴν αὐτὴν
4.21.8
δέξασθαι χάριν. Οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεός· καὶ ἐκεῖνον αὐτὸς ἔπλασε, καὶ σὲ
4.21.9
αὐτὸς παρήγαγε· καὶ ὥσπερ ἐκείνου Δεσπότης, οὕτω καὶ σός· ὥσπερ ἐκεῖνον
4.21.10
ἀνεκήρυξεν, οὕτω καὶ σὲ βούλεται στέψαι. Ὑπόσχωμεν τοίνυν ἑαυτοὺς καὶ καθάρωμεν,
4.21.11
ἵνα καὶ ἡμεῖς δαψιλῆ δεξάμενοι τὴν χάριν, τῶν αὐτῶν ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ
4.21.12
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
4.21.13
τῶν αἰώνων. Ἀμήν.
4.21.14
5. t Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος εʹ

Intertext edge

Open linked passage

Note