De laudibus sancti Pauli apostoli
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Ποῦ νῦν εἰσιν οἱ τὸν θάνατον αἰτιώμενοι, καὶ τὸ παθητὸν τοῦτο σῶμα καὶ
5.1.2
φθαρτὸν ἐμπόδιον εἶναι λέγοντες αὐτοῖς πρὸς ἀρετήν; Ἀκουσάτωσαν τῶν Παύλου
5.1.3
κατορθωμάτων, καὶ παυέσθωσαν τῆς πονηρᾶς ταύτης διαβολῆς. Τί γὰρ τὸ γένος ἡμῶν
5.1.4
ἔβλαψεν ὁ θάνατος; τί δὲ ἡ φθορὰ πρὸς ἀρετὴν ἐνεπόδισεν; Ἐννόησον Παῦλον, καὶ ὄψει
5.1.5
ὅτι καὶ ὤνησεν ἡμᾶς τὰ μέγιστα τὸ γενέσθαι θνητούς. Εἰ γὰρ μὴ θνητὸς ἦν οὗτος, οὐκ ἂν
5.1.6
ἐδυνήθη εἰπεῖν, μᾶλλον δὲ οὐκ ἂν ἐπιδείξασθαι ἐδυνήθη ὃ διὰ τῶν ἔργων εἶπεν, ὅτι·
5.1.7
Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ.
5.1.8
Πανταχοῦ γὰρ ἡμῖν ψυχῆς καὶ προθυμίας δεῖ, καὶ τὸ κωλῦον οὐδὲν ἐν τοῖς πρώτοις
5.1.9
τετάχθαι. Οὐχὶ θνητὸς ἦν οὗτος; οὐχὶ ἰδιώτης; οὐχὶ πένης καὶ ἐκ τῆς καθ' ἑκάστην
5.1.10
ἡμέραν ἐργασίας ποιούμενος τὴν τροφήν; οὐχὶ σῶμα εἶχε πάσαις ἀνάγκαις ὑποκείμενον
5.1.11
φυσικαῖς; Τί οὖν αὐτὸν ἐκώλυσε γενέσθαι τοιοῦτον οἷος γέγονεν; Οὐδέν. Μηδεὶς τοίνυν
5.1.12
ἀθυμείτω πένης, μηδεὶς δυσχεραινέτω ἰδιώτης, μηδεὶς ἀλγείτω τῶν εὐτελῶν, ἀλλ'
5.1.13
ἐκεῖνοι μόνοι ὅσοι ψυχὴν μεμαλακισμένην καὶ διάνοιαν ἔχουσιν ἐκνενευρισμένην.
5.1.14
Τοῦτο γὰρ γίνεται κώλυμα μόνον πρὸς ἀρετήν, κακία ψυχῆς καὶ μαλακία γνώμης·
5.1.15
ταύτης δὲ ἄνευ τῶν ἄλλων οὐδέν. Καὶ τοῦτο δῆλον ἀπὸ τοῦ μακαρίου τούτου τοῦ νῦν
5.1.16
συναγαγόντος ἡμᾶς. Ὥσπερ γὰρ τοῦτον οὐδὲν ταῦτα παρέβλαψεν, οὕτω τοὺς ἔξωθεν
5.1.17
οὐδὲν τὰ ἐναντία ὠφέλησεν, οὐ λόγων δεινότης, οὐ χρημάτων πλῆθος, οὐ περιφάνεια
5.1.18
γένους, οὐ δόξης μέγεθος, οὐ τὸ ἐν δυναστείᾳ εἶναι.
5.2.1
Τί λέγω τοὺς ἀνθρώπους; μᾶλλον δὲ μέχρι πότε ἐπὶ τῆς γῆς κατέχω τὸν
5.2.2
λόγον, ἐξὸν εἰπεῖν τὰς ἀνωτέρω δυνάμεις, τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, καὶ τοὺς
5.2.3
κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου; τί γὰρ ὤνησε τούτους τὸ φύσιν
5.2.4
τοιαύτην λαχεῖν; οὐχὶ ἔρχονται πᾶσαι αἱ δυνάμεις κρινόμεναι διὰ Παύλου, καὶ τῶν κατ'
5.2.5
ἐκεῖνον; Οὐκ οἴδατε γάρ, φησίν, ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; Μὴ τοίνυν δι'
5.2.6
ἕτερον μηδὲν ἀλγῶμεν, ἀλλὰ διὰ κακίαν μόνον, μηδὲ δι' ἄλλο χαίρωμεν καὶ
5.2.7
εὐφραινώμεθα, ἀλλὰ δι' ἀρετὴν μόνον. Ἐὰν ταύτην ζηλώσωμεν, οὐδὲν τὸ κωλῦον
5.2.8
γενέσθαι κατὰ Παῦλον.
5.3.1
Ἐκεῖνος γὰρ οὐχὶ ἀπὸ τῆς χάριτος μόνον τοιοῦτος ἐγένετο, ἀλλὰ καὶ ἀπὸ τῆς
5.3.2
οἰκείας προθυμίας· καὶ διὰ τοῦτο ἀπὸ τῆς χάριτος, ἐπειδὴ καὶ ἀπὸ τῆς προθυμίας. Μεθ'
5.3.3
ὑπερβολῆς γὰρ ἑκάτερα, καὶ τὰ τοῦ Θεοῦ ἔπνευσεν αὐτῷ, καὶ τὰ τῆς οἰκείας
5.3.4
προαιρέσεως ὑπῆρξε. Βούλει μαθεῖν τὰ τοῦ Θεοῦ; Τὰ ἱμάτια αὐτοῦ ἐδεδοίκεισαν
5.3.5
δαίμονες. Ἀλλ' οὐ θαυμάζω τοῦτο, ὥσπερ οὐδ' ὅτι τὴν σκιὰν Πέτρου τὰ νοσήματα
5.3.6
ἔφυγεν· ἀλλὰ θαυμάζω ὅτι τὸ θαυμαστὸν τοῦτο πρὸ τῆς χάριτος, καὶ ἀπὸ βαλβῖδος
5.3.7
αὐτῆς καὶ προοιμίων αὐτῶν ἐφάνη ποιῶν· οὐδὲ τὴν δύναμιν ταύτην ἔχων, οὐδὲ
5.3.8
χειροτονίαν δεξάμενος, οὕτω τῷ πρὸς Χριστὸν ἐξήφθη ζήλῳ, ὡς πάντα τῶν Ἰουδαίων
5.3.9
τὸν δῆμον διεγεῖραι καθ' ἑαυτοῦ; ὃς καὶ ἰδὼν αὐτὸν ἐν τοσούτοις ὄντα κινδύνοις, ὡς καὶ
5.3.10
τὴν πόλιν πολιορκεῖσθαι, διὰ θυρίδος ἐχαλάσθη διὰ τοῦ τείχους, καὶ χαλασθείς, οὐδὲ
5.3.11
οὕτως εἰς ὄκνον ἐνέπεσεν, οὐδὲ εἰς δειλίαν καὶ φόβον, ἀλλὰ πλείονα προθυμίαν
5.3.12
ἐντεῦθεν ἐδέ χετο, παραχωρῶν μὲν τοῖς κινδύνοις δι' οἰκονομίαν, οὐ παραχωρῶν δὲ τῆς
5.3.13
διδασκαλίας οὐδενί, ἀλλὰ τὸν σταυρὸν πάλιν ἁρπάσας ἠκολούθει· καίτοι γε παρὰ πόδας
5.3.14
ἔχων ἔτι τὸ παράδειγμα τὸ κατὰ τὸν Στέφανον, καὶ ὁρῶν κατ' αὐτοῦ μάλιστα πάντων
5.3.15
φόνου πνέοντας Ἰουδαίους, καὶ αὐτῶν ἐπιθυμοῦντας αὐτοῦ τῶν σαρκῶν ἀπογεύσασθαι.
5.3.16
Οὔτε οὖν ἀφειδῶς ἐνέπιπτε τοῖς κινδύνοις, οὐδὲ διαφεύγων μαλακώτερος ἐγίνετο
5.3.17
πάλιν. Σφόδρα τῆς παρούσης ἤρα ζωῆς διὰ τὸ κέρδος τὸ ἐξ αὐτῆς, καὶ σφόδρα αὐτῆς
5.3.18
ὑπερεώρα διὰ τὴν φιλοσοφίαν τὴν ἀπὸ τῆς ὑπεροψίας γινομένην αὐτῷ, ἢ διὰ τὸ
5.3.19
ἐπείγεσθαι πρὸς τὸν Ἰησοῦν ἀπελθεῖν.
5.4.1
Ὅπερ γὰρ ἀεὶ λέγω περὶ αὐτοῦ, καὶ οὐδέποτε παύσομαι λέγων, οὐδεὶς οὕτως
5.4.2
εἰς ἐναντία πράγματα ἐμπεσών, ἑκάτερα πρὸς ἀκρίβειαν ἤσκησεν· οὐδεὶς γοῦν οὕτω τῆς
5.4.3
παρούσης ἐπεθύμησε ζωῆς, οὐδὲ τῶν σφόδρα φιλοψυχούντων· οὐδεὶς οὕτως αὐτῆς
5.4.4
ὑπερεῖδεν, οὐδὲ τῶν μεθ' ὑπερβολῆς θανατώντων. Οὕτω πάσης ἐπιθυμίας καθαρὸς ἦν
5.4.5
ἐκεῖνος, καὶ οὐδενὶ προσέπασχε τῶν παρόντων, ἀλλὰ πανταχοῦ τῇ βουλῇ τοῦ Θεοῦ τὴν
5.4.6
ἐπιθυ μίαν ἐκίρνα τὴν ἑαυτοῦ· καὶ νῦν μὲν αὐτὴν καὶ τῆς μετὰ Χριστοῦ συνουσίας καὶ
5.4.7
ὁμιλίας ἀναγκαιοτέραν εἶναί φησι, νῦν δὲ οὕτω βαρεῖαν καὶ ἐπαχθῆ, ὡς καὶ στενάζειν
5.4.8
καὶ ἐπείγεσθαι πρὸς τὴν ἀνάλυσιν· Ἐκείνων γὰρ ἐπιθυμεῖ μόνον, τῶν κατὰ Θεὸν κέρδος
5.4.9
αὐτῷ φερόντων, εἰ καὶ ἐναντία ταῦτα εἶναι συνέβαινε τοῖς προτέροις. Καὶ γὰρ ποικίλος
5.4.10
τις ἦν καὶ παντοδαπός, οὐχ ὑποκρινόμενος, μὴ γένοιτο, ἀλλὰ πάντα γινόμενος ἅπερ ἡ
5.4.11
τοῦ κηρύγματος καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων ἀπῄτει χρεία, κἀν τούτῳ τὸν
5.4.12
Δεσπότην τὸν ἑαυτοῦ μιμούμενος.
5.5.1
Καὶ γὰρ ὁ Θεὸς καὶ ἄνθρωπος ἐφαίνετο, ὅτε ἔδει φανῆναι τοῦτο· καὶ ἐν πυρὶ
5.5.2
πάλαι ὅτε ὁ καιρὸς τοῦτο ἀπῄτει· καὶ νῦν μὲν ἐν ὁπλίτου σχήματι καὶ στρατιώτου, νῦν
5.5.3
δὲ ἐν εἰκόνι πρεσβύτου, νῦν δὲ ἐν αὔρᾳ, νῦν δὲ ὡς ὁδοιπόρος, νῦν δὲ αὐτοάνθρωπος, καὶ
5.5.4
οὐδὲ ἀποθανεῖν οὕτω παρῃτήσατο. Τὸ δέ, ἔδει τοῦτο, ὅταν εἴπω, μηδεὶς ἀνάγκην εἶναι
5.5.5
νομιζέτω τοῦ λόγου, ἀλλὰ τῆς αὐτοῦ φιλανθρωπίας μόνον. Καὶ ποτὲ μὲν ἐν θρόνῳ, ποτὲ
5.5.6
δὲ ἐπὶ τῶν Χερουβὶμ κάθηται. Πάντα δὲ ταῦτα πρὸς τὰς ὑποκειμένας οἰκονομίας
5.5.7
ἔπραττε. Διὸ καὶ διὰ τοῦ προφήτου ἔλεγεν· Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ
5.5.8
προφητῶν ὡμοιώθην.
5.6.1
Οὕτω καὶ Παῦλος τὸν ἑαυτοῦ μιμούμενος Δεσπότην οὐκ ἂν κατεγνώσθη, νῦν
5.6.2
μὲν ὡς Ἰουδαῖος γινόμενος, νῦν δὲ ὡς ἄνομος· καὶ νῦν μὲν νόμον ἐφύλαττε, νῦν δὲ
5.6.3
ὑπερεώρα νόμου· καὶ ποτὲ μὲν ἀντείχετο τῆς παρούσης ζωῆς, ποτὲ δὲ κατεφρόνει αὐτῆς·
5.6.4
καὶ νῦν μὲν ᾔτει χρήματα, νῦν δὲ καὶ διδόμενα διεκρούετο· καὶ ἔθυε καὶ ἐξυρᾶτο, καὶ
5.6.5
πάλιν ἀνεθεμάτιζε τοὺς ποιοῦντας· καὶ νῦν μὲν περιέτεμε, νῦν δὲ περιτομὴν ἐξέβαλε.
5.6.6
Καὶ τὰ μὲν γινόμενα ἐναντία ἦν, ἡ δὲ γνώμη καὶ ἡ διάνοια ἀφ' ἧς ταῦτα ἐγίνετο σφόδρα
5.6.7
ἀκόλουθος καὶ ἑαυτῇ συνημμένη. Ἓν γὰρ ἐζήτει, τῶν ταῦτα ἀκουόντων καὶ ὁρώντων
5.6.8
τὴν σωτηρίαν. Διὰ δὴ τοῦτο νῦν μὲν ἐπαίρει νόμον, νῦν δὲ αὐτὸν καθαιρεῖ. Οὐ γὰρ δὴ
5.6.9
μόνον ἐν οἷς ἔπραττεν, ἀλλὰ καὶ ἐν οἷς ἔλεγε, ποικίλος ἦν καὶ παντοδαπός, οὐχὶ
5.6.10
μεταβαλλόμενος τὴν γνώμην, οὐδὲ ἕτερος ἐξ ἑτέρου γινόμενος, ἀλλὰ μένων ὅπερ ἦν,
5.6.11
καὶ τῶν εἰρημένων ἕκαστον πρὸς τὴν παροῦσαν μεταχειρίζων χρείαν. Μὴ τοίνυν διὰ
5.6.12
ταῦτα αὐτὸν κακίσῃς, ἀλλὰ δι' αὐτὰ μὲν οὖν ταῦτα μάλιστα ἀνακήρυξον καὶ
5.6.13
στεφάνωσον .
5.7.1
Ἐπεὶ καὶ τὸν ἰατρόν, ὅταν ἴδῃς νῦν μὲν καίοντα, νῦν δὲ τρέφοντα, καὶ νῦν
5.7.2
μὲν σιδήρῳ χρώμενον, νῦν δὲ φαρμάκῳ, καὶ ποτὲ μὲν ἀπάγοντα σιτίων καὶ ποτῶν, ποτὲ
5.7.3
δὲ ἐπιτρέποντα τούτων ἅδην ἐμφορεῖσθαι τὸν κάμνοντα, καὶ ποτὲ μὲν περιβάλλοντα
5.7.4
πάντοθεν, ποτὲ δὲ αὐτὸν ἐκεῖνον τὸν διαθερμανθέντα κελεύοντα φιάλην ὁλόκληρον
5.7.5
ἐκπιεῖν ὑδάτων ψυχρῶν, οὐ καταγνώσῃ τῆς μεταβολῆς, οὐδὲ τῆς συνεχοῦς
5.7.6
μεταστάσεως· ἀλλὰ τότε μάλιστα ἐπαινέσεις τὴν τέχνην, τὰ δοκοῦντα ἡμῖν ἐναντία
5.7.7
εἶναι καὶ βλαβερὰ μετὰ τοῦ θαρρεῖν προσάγουσαν ὁρῶν, καὶ τὸ ἀσφαλὲς ἐγγυωμένην.
5.7.8
Τοῦτο γὰρ ἀνὴρ τεχνικός. Εἰ δὲ ἰατρὸν ἀποδεχόμεθα τὰ ἐναντία ταῦτα ποιοῦντα, πολλῷ
5.7.9
μᾶλλον τὴν Παύλου ψυχήν, οὕτω τοῖς κάμνουσι προσφερομένην, ἀνακηρύττειν δεῖ. Καὶ
5.7.10
γὰρ τῶν τὰ σώματα ἀρρωστούντων οὐκ ἔλαττον οἱ τὰς ψυχὰς νοσοῦντες δέονται
5.7.11
μηχανῆς καὶ μεταχειρίσεως· κἂν ἐξ εὐθείας αὐτοῖς προσίῃς, πάντα οἰχήσεται τὰ τῆς
5.7.12
σωτηρίας αὐτῶν.
5.8.1
Καὶ τί θαυμαστόν, εἰ ἄνθρωποι ταῦτα ποιοῦσιν, ὅπου ὁ Θεός, ὁ πάντα
5.8.2
δυνάμενος, τούτῳ κέχρηται τῆς ἰατρείας τῷ νόμῳ, καὶ οὐ πάντοτε ἡμῖν ἐξ εὐθείας
5.8.3
ὁμιλεῖ; Ἐπειδὴ γὰρ ἑκόντας εἶναι βούλεται καλούς, ἀλλ' οὐκ ἀνάγκῃ καὶ βίᾳ, ἐδέησεν
5.8.4
αὐτῷ καὶ μεθόδου, οὐ διὰ τὸ αὐτοῦ ἀδύνατον, ἄπαγε, ἀλλὰ διὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον.
5.8.5
Αὐτῷ μὲν γὰρ ἔξεστι νεῦσαι μόνον, μᾶλλον δὲ ἐθελῆσαι μόνον, καὶ ποιῆσαι πάντα ἅπερ
5.8.6
ἂν βούληται· ἡμεῖς δὲ ἅπαξ ἑαυτῶν γενόμενοι κύριοι, οὐκ ἀνεχόμεθα πάντα ὑπακούειν
5.8.7
αὐτῷ. Ἐὰν οὖν ἄκοντας ἑλκύσῃ, ὅπερ ἔδωκεν ἀφαιρήσεται, τὴν τῆς ἐξουσίας λέγω
5.8.8
ἐλευθερίαν. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἐδέησεν αὐτῷ μεθόδων πολλῶν. Ταῦτα δὲ ἡμῖν
5.8.9
οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τὸ ποικίλον τοῦ μακαρίου Παύλου καὶ σοφόν· ὥστε ὅταν
5.8.10
ἴδῃς αὐτὸν φεύγοντα κινδύνους, θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς ὁμόσε χωροῦντα
5.8.11
αὐτοῖς· καθάπερ γὰρ τοῦτο ἀνδρείας, οὕτω κἀκεῖνο σοφίας. Ὅταν ἴδῃς μεγάλα
5.8.12
φθεγγόμενον, θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς μετριάζοντα· καθάπερ γὰρ τοῦτο
5.8.13
ταπεινοφροσύνης, οὕτως ἐκεῖνο μεγαλοψυχίας. Ὅταν ἴδῃς καυχώμενον, θαύμασον
5.8.14
ὁμοίως, ὥσπερ ὅταν ἴδῃς διακρουόμενον ἐγκώμιον· καὶ γὰρ καὶ τοῦτο ἤθους ἀτύφου,
5.8.15
κἀκεῖνο φιλοστόργου καὶ φιλανθρώπου· τὴν γὰρ τῶν πολλῶν οἰκονομῶν σωτηρίαν,
5.8.16
ταῦτα ἔπραττε.
5.9.1
Διὸ καὶ ἔλεγεν· Εἴτε ἐξέστημεν, Θεῷ· εἴτε σωφρονοῦμεν, ὑμῖν. Οὔτε γάρ τις
5.9.2
ἄλλος εἶχε τοσαύτας ἀνάγκας πρὸς ἀπόνοιαν, οὔτε ἄλλος τις οὕτω καθαρὸς ἀλαζονείας
5.9.3
ἦν. Σκόπει δέ. Ἡ γνῶσις φυσιοῖ· καὶ πάντες τοῦτο ἂν εἴποιμεν μετ' ἐκείνου· καὶ τοσαύτη
5.9.4
δὲ ἦν ἐν αὐτῷ γνῶσις, ὅση ἐν οὐδενὶ τῶν πώποτε ἀνθρώπων γεγενημένων· ἀλλ' ὅμως
5.9.5
αὐτὸν οὐκ ἐπῆρεν, ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ μετριάζει. Διὸ καὶ λέγει· Ἐκ μέρους
5.9.6
γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· καὶ πάλιν· Ἐγώ, ἀδελφοί, οὔπω λογίζομαι
5.9.7
ἐμαυτὸν κατειληφέναι, καί· Εἴ τις δοκεῖ εἰδέναι τι, οὔπω οὐδὲν ἔγνωκε. Πάλιν νηστεία
5.9.8
φυσᾷ· καὶ τοῦτο ὁ Φαρισαῖος δηλοῖ λέγων· Νηστεύω δὶς τῆς ἑβδομάδος. Ἀλλ' οὗτος οὐχὶ
5.9.9
νηστεύων, ἀλλὰ καὶ λιμώττων ἑαυτὸν ἔκτρωμα ἐκάλει.
5.10.1
Τί λέγω νηστείαν καὶ γνῶσιν, ὅπου γε ὁμιλίαι τοσαῦται καὶ οὕτω συνεχεῖς
5.10.2
πρὸς τὸν Θεὸν ἦσαν αὐτῷ γεγενημέναι, ὅσαι μήτε προφητῶν, μήτε ἀποστόλων
5.10.3
ἐγένοντο μηδενί, καὶ μᾶλλον ἐταπεινοῦτο διὰ ταῦτα; Μὴ γάρ μοι ταύτας εἴπῃς τὰς
5.10.4
ἀναγεγραμμένας· τὰς γὰρ πλείους ἀπέκρυψε, καὶ οὔτε πάσας εἶπεν, ἵνα μὴ δόξαν ἑαυτῷ
5.10.5
περιθῇ μεγάλην, οὔτε πάσας ἐσίγησεν, ἵνα μὴ τὰ τῶν ψευδαποστόλων ἀνοίξῃ στόματα.
5.10.6
Οὐδὲν γὰρ ἁπλῶς ἐκεῖνος ἐποίει, ἀλλὰ πάντα μετὰ αἰτίας δικαίας καὶ εὐλόγου· καὶ μετὰ
5.10.7
τοσαύτης σοφίας μετῄει τὰ ἐναντία πράγματα, ὡς τῶν αὐτῶν πανταχοῦ τυγχάνειν
5.10.8
ἐπαίνων. Ὃ δὲ λέγω τοιοῦτόν ἐστι. Μέγα ἀγαθὸν τὸ μηδὲν μέγα περὶ ἑαυτοῦ λέγειν· ὁ
5.10.9
δὲ οὕτως αὐτὸ εὐκαίρως ἐποίει, ὡς εἰπὼν μᾶλλον ἢ σιγήσας ἐπαινεθῆναι. Καὶ εἰ μὴ
5.10.10
τοῦτο πεποίηκε, τῶν ἀκαίρως ἐγκωμιαζόντων κατηγορήθη ἂν μᾶλλον· εἰ γὰρ μὴ
5.10.11
ἐκαυχήσατο, πάντα ἂν ἀπώλεσε καὶ προέδωκε, καὶ τὰ τῶν ἐχθρῶν ἂν ἐπῆρε πράγματα.
5.10.12
Οὕτως οἶδε τῷ καιρῷ πανταχοῦ κεχρῆσθαι, καὶ μετὰ γνώμης ὀρθῆς καὶ τὰ
5.10.13
ἀπηγορευμένα ποιεῖν, καὶ οὕτω χρησίμως, ὡς τῶν προστεταγμένων μηδὲν ἔλαττον ἐκ
5.10.14
τούτων εὐδοκιμεῖν. Μᾶλλον γὰρ Παῦλος καυχώμενος τότε εὐδοκί μησεν, ἢ ἕτερός τις
5.10.15
κρύπτων τὰ ἑαυτοῦ κατορθώματα· οὐδεὶς γὰρ τοσαῦτα εἰργάσατο ἀγαθὰ ἀποκρύπτων τὰ
5.10.16
ἑαυτοῦ, ὅσα ἐκεῖνος ἐξειπὼν τὰ ἑαυτοῦ.
5.11.1
Καὶ τὸ δὴ πάλιν θαυμαστότερον, ὅτι οὐ μόνον ἐξεῖπεν, ἀλλὰ καὶ μέχρι τῆς
5.11.2
χρείας ἔστη. Οὐ γὰρ ὡς τοῦ καιροῦ παρέχοντος αὐτῷ πολλὴν τὴν ἄδειαν, ἀμέτρως πάλιν
5.11.3
τῷ πράγματι ἐχρήσατο, ἀλλ' ἔγνω μέχρι ποῦ προελθεῖν ἔδει. Καὶ οὐδὲ τοῦτο αὐτῷ
5.11.4
ἤρκεσεν, ἀλλ' ὥστε μὴ τοὺς ἄλλους διαφθεῖραι, μηδὲ παρασκευάσαι ἁπλῶς ἑαυτοὺς
5.11.5
ἐγκωμιάζειν, καὶ ἄφρονα ἑαυτὸν καλεῖ· αὐτὸς μὲν γάρ, τῆς χρείας καλούσης, τοῦτο
5.11.6
ἐποίησεν. Ἐπειδὴ δὲ εἰκὸς ἦν τοὺς ἄλλους εἰς αὐτὸν ὁρῶντας, ἁπλῶς καὶ εἰκῇ
5.11.7
κεχρῆσθαι τῷ παραδείγματι· ὃ καὶ ἐπὶ τῶν ἰατρῶν γίνεται· πολλάκις γάρ, ὃ μετὰ καιροῦ
5.11.8
φάρμακον ἐπέθηκεν οὗτος, ἀκαίρως ἕτερος ἐπιθεὶς ἐλυμήνατο καὶ ἐπεσκότησε τῇ τοῦ
5.11.9
φαρμάκου δυνάμει.
5.12.1
Ἵν' οὖν μὴ καὶ ἐνταῦθα τοῦτο γένηται, ὅρα πόσῃ κέχρηται τῇ προδιορθώσει
5.12.2
μέλλων καυχᾶσθαι, οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ πολλάκις ἀναδυόμενος. Ὤφελον γὰρ
5.12.3
ἀνείχεσθέ μου, φησί, μικρὸν τῇ ἀφροσύνῃ· καὶ πάλιν· Ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον,
5.12.4
ἀλλ' ὡς ἐν ἀφροσύνῃ. Ἐν ᾧ δ' ἄν τις ἐν ἀφροσύνῃ τολμᾷ λέγων, τολμῶ κἀγώ. Καὶ
5.12.5
τοσαῦτα εἰπών, οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ πάλιν μέλλων εἰς τὰ ἐγκώμια ἐμβαίνειν
5.12.6
κρύπτει ἑαυτὸν λέγων· Οἶδα ἄνθρωπον· καὶ πάλιν· Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι,
5.12.7
ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι· καὶ μετὰ ταῦτα πάντα· Γέγονα ἄφρων, φησίν, ὑμεῖς με
5.12.8
ἠναγκάσατε. Τίς οὖν οὕτως ἀνόητος καὶ σφόδρα ἀναίσθητος, ὡς τὸν ἅγιον ἐκεῖνον
5.12.9
ὁρῶν, τοσαύτης ἐπικειμένης ἀνάγκης, ὀκνοῦντα καὶ ἀναδυόμενον περὶ ἑαυτοῦ τι μέγα
5.12.10
εἰπεῖν, καὶ καθάπερ ἵππον κατὰ κρημνῶν ἐρχόμενον καὶ ἀναχαιτίζοντα συνεχῶς, καίτοι
5.12.11
μέλλων τοσαῦτα οἰκονομεῖν, μὴ φεύγειν ἐκ πολλῆς τὸ πρᾶγμα περιουσίας, καὶ μόνου
5.12.12
καιροῦ καταναγκάζοντος κεχρῆσθαι τῷ πράγματι;
5.13.1
Βούλει καὶ ἕτερον αὐτοῦ δείξω τοιοῦτον; Τὸ γὰρ δὴ θαυμαστόν· τοῦτό ἐστιν,
5.13.2
ὅτι οὐκ ἠρκεῖτο τῷ συνειδότι, ἀλλὰ καὶ ἡμᾶς ἐδίδασκε πῶς ἕκαστον τούτων μετιέναι
5.13.3
δεῖ, οὐχ ἑαυτῷ μόνον ἀπολογίαν κατασκευάζων ἀπὸ τῆς τῶν καιρῶν ἀνάγκης, ἀλλὰ καὶ
5.13.4
τοὺς ἄλλους παιδεύων, ὥστε ἐμπεσόντος καιροῦ μὴ φεύγειν τὸ τοιοῦτον, μήτε ἀκαίρως
5.13.5
αὐτὸ μετιέναι πάλιν. Διὰ γὰρ τούτων ὧν εἶπε, μονονουχὶ ταῦτα ἔλεγε· κακὸν μέγα τὸ
5.13.6
περὶ ἑαυτοῦ λέγειν μέγα τι καὶ θαυμαστόν· καὶ ἐσχάτης ἀνοίας τοῦτο, ἀγαπητέ, τὸ
5.13.7
μηδεμιᾶς ἀνάγκης ἐπικειμένης, καὶ ἀνάγκης βιαίας, καλλωπίζεσθαι τοῖς ἐγκωμίοις· οὐκ
5.13.8
ἔστι τοῦτο κατὰ Κύριον λαλεῖν, ἀλλὰ παραπληξίας μᾶλλον δεῖγμα τὸ τοιοῦτόν ἐστι, καὶ
5.13.9
πάντα ἡμῖν κενοῖ τὸν μισθὸν μετὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ πόνους. Ταῦτα γὰρ ἅπαντα
5.13.10
καὶ πλείονα τούτων, δι' ὧν παρῃτήσατο καὶ ἀνάγκης ἐμπεσούσης, εἶπε πρὸς ἅπαντας. Τὸ
5.13.11
δὲ τούτου μεῖζον, ὅτι οὐδὲ ἀνάγκης ἐμπεσούσης, πάντα ἐξέχεεν εἰς μέσον, ἀλλὰ τὰ
5.13.12
πλείονα ἀπεκρύψατο καὶ τὰ μείζονα. Ἐλεύσομαι γάρ, φησίν, εἰς ὀπτασίας καὶ
5.13.13
ἀποκαλύψεις Κυρίου· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται, ὑπὲρ ὃ βλέπει ἢ ἀκούει τι ἐξ
5.13.14
ἐμοῦ. Ταῦτα δὲ ἔλεγε παιδεύων ἅπαντας, μηδὲ ἀνάγκης οὔσης, πάντα ὅσα σύνισμεν
5.13.15
ἑαυτοῖς, φέροντας αὐτὰ εἰς μέσον κατατιθέναι, ἀλλ' ὅσα τοῖς ἀκούουσι χρήσιμα.
5.14.1
Ἐπεὶ καὶ ὁ Σαμουήλ· οὐδὲν γὰρ ἀπεικὸς καὶ ἐκείνου μνησθῆναι τοῦ ἁγίου,
5.14.2
εἰς γὰρ ὠφέλειαν ἡμῶν καὶ τὰ ἐγκώμια γίνεται· ἐκαυχήσατό ποτε καὶ ἐκεῖνος, καὶ
5.14.3
ἐξεῖπεν οἰκεῖα κατορθώματα· ἀλλὰ ποῖα; Ἃ τοῖς ἀκούουσι συνέφερεν. Οὐ γὰρ περὶ
5.14.4
σωφροσύνης ἀπέτεινε λόγον μακρόν, οὐδὲ περὶ ταπεινοφροσύνης, οὐδὲ περὶ τοῦ μὴ
5.14.5
μνησικακεῖν, ἀλλὰ ὑπὲρ τίνος; Ὑπὲρ τούτου, ὃ μάλιστα ἔδει μαθεῖν τὸν τότε
5.14.6
βασιλεύοντα, ὑπὲρ δικαιοσύνης, καὶ τοῦ καθαρὰς ἔχειν τὰς χεῖρας δώρων. Καὶ ὁ Δαυῒδ
5.14.7
πάλιν καυχώμενος, ἀπ' ἐκείνων καυχᾶται τῶν δυναμένων τὸν ἀκροατὴν διορθῶσαι.
5.14.8
Οὐδὲ γὰρ ἐκεῖνος ἄλλην εἶπεν ἀρετήν, ἀλλὰ τὴν ἄρκτον καὶ τὸν λέοντα παρήγαγεν εἰς
5.14.9
μέσον, καὶ οὐδὲν ἕτερον. Τὸ μὲν γὰρ περαιτέρω τὸν λόγον ἐξαγαγεῖν, φιλοτίμου καὶ
5.14.10
ἀλαζόνος· τὸ δὲ εἰπεῖν ταῦτα ἃ πρὸς τὴν παροῦσαν ἔμελλε χρείαν ἀναγκαῖα εἶναι,
5.14.11
φιλανθρώπου καὶ τὸ τῶν πολλῶν συμφέρον ὁρῶντος· ὃ δὴ καὶ Παῦλος ἐποίησε. Καὶ γὰρ
5.14.12
διεβάλλετο, ὡς οὐκ ὢν ἀπόστολος δόκιμος, οὐδὲ ἔχων τινὰ ἰσχύν. Ἀνάγκη τοίνυν ἦν δι'
5.14.13
ἐκεῖνα εἰς ταῦτα ἐμπεσεῖν, ἃ μάλιστα ἐδείκνυ αὐτοῦ τὸ ἀξίωμα.
5.15.1
Ὁρᾷς δι' ὅσων ἐπαίδευσε τὸν ἀκροατὴν μὴ ἁπλῶς καυχᾶσθαι; Πρῶτον μὲν
5.15.2
γὰρ διὰ τοῦ δεῖξαι, ὅτι ἀνάγκῃ τοῦτο ἐποίησε· δεύτερον, διὰ τοῦ καὶ ὡς ἄφρονα ἑαυτὸν
5.15.3
καλέσαι, καὶ πολλαῖς χρήσασθαι παραιτήσεσι· τρίτον, διὰ τοῦ μὴ πάντα εἰπεῖν, ἀλλὰ τὰ
5.15.4
μείζονα ἀποκρύψασθαι, καὶ ταῦτα ἀνάγκης οὔσης· τέταρτον, διὰ τοῦ προσωπεῖον ἕτερον
5.15.5
ὑπελθεῖν, καὶ εἰπεῖν ὅτι· Οἶδα ἄνθρωπον· πέμπτον, διὰ τοῦ μὴ καὶ τὴν ἄλλην ἀρετὴν
5.15.6
ἅπασαν εἰς μέσον ἀγαγεῖν, ἀλλ' ἐκεῖνο τὸ μέρος οὗ μάλιστα ὁ παρὼν ἐδεῖτο καιρός.
5.16.1
Οὐκ ἐν τῷ καυχᾶσθαι δὲ μόνον, ἀλλὰ καὶ ἐν τῷ ὑβρίζειν τοιοῦτος ἦν. Καίτοι
5.16.2
καὶ τοῦτο κεκωλυμένον ἦν, τὸ ὑβρίζειν ἀδελφόν, ἀλλ' οὕτω καὶ τούτῳ δεόντως
5.16.3
ἐχρήσατο πάλιν ὡς τῶν ἐγκωμιαζόντων μᾶλλον εὐδοκιμῆσαι. Διά τοι τοῦτο καὶ
5.16.4
Γαλάτας καλῶν ἀνοήτους καὶ ἅπαξ καὶ δίς, καὶ Κρῆτας γαστέρας ἀργάς, καὶ θηρία κακά,
5.16.5
καὶ ἐντεῦθεν ἀνακηρύττεται. Καὶ γὰρ ὅρον ἡμῖν ἔδωκε καὶ κανόνα, ὥστε τῶν κατὰ Θεὸν
5.16.6
ἀμελουμένων μὴ κεχρῆσθαι θεραπείᾳ, ἀλλὰ πληκτικώτερον μεταχειρίζειν τὸν λόγον.
5.16.7
Καὶ πάντων μέτρα ἐστὶ παρ' αὐτῷ κείμενα· διὰ δὴ τοῦτο πάντα ποιῶν καὶ λέγων
5.16.8
εὐδοκίμει, καὶ ὑβρίζων καὶ ἐπαινῶν, καὶ ἀποστρεφόμενος καὶ θεραπεύων, καὶ ἐπαίρων
5.16.9
ἑαυτὸν καὶ μετριάζων, καὶ καυχώμενος καὶ ταλανίζων. Καὶ τί θαυμάζεις, εἰ ὕβρις καὶ
5.16.10
λοιδορία εὐδοκιμεῖ, ὅπου γε καὶ φόνος εὐδοκίμησε καὶ ἀπάτη καὶ δόλος, καὶ ἐπὶ τῆς
5.16.11
Παλαιᾶς, καὶ ἐπὶ τῆς Καινῆς;
5.17.1
Ταῦτ' οὖν ἅπαντα μετὰ ἀκριβείας ἐξετάσαντες, καὶ Παῦλον θαυμάσωμεν,
5.17.2
καὶ τὸν Θεὸν δοξάσωμεν, καὶ ἡμεῖς οὕτως αὐτὸν μεταχειρισώμεθα, ἵνα καὶ αὐτοὶ τῶν
5.17.3
αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
5.17.4
Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
5.17.5
6. t Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος στʹ